1 Πὰς φίλος ἐρεῖ, ἐφιλίασα αὐτῷ κᾷγώ· ἀλλʼ ἔστι φίλος ὀνόματι μόνον φίλος. 2 Οὐχὶ λύπη ἔνι ἕως θανάτου, ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν; 3 Ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι; 4 Ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι· 5 Ἐταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς, ἔναντι πολέμου λήψεται ἀσπίδα. 6 Μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου, καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασί σου. 7 Πᾶς σύμβουλος ἐξαίρει βουλὴν, ἀλλʼ ἔστι συμβουλεύων εἰς ἑαυτόν. 8 Ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου, καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία· καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται· μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον, 9 καὶ εἴπῃ σοι, καλὴ ἡ ὁδός σου· καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι. 10 Μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε, καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν. 11 Μετὰ γυναικὸς περὶ ἀντιζήλου αὐτῆς, καὶ μετὰ δειλοῦ περὶ πολέμου· μετὰ ἐμπόρου περὶ μεταβολίας, καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως· μετὰ βασκάνου περὶ εὐχαριστίας, καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας· μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου, καὶ μετὰ μισθίου ἐφεστίου περὶ συντελείας, οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας· μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας. 12 Ἀλλʼ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε, ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς· ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι. 13 Καὶ βουλὴν καρδίας στῆσον, οὐ γάρ ἐστί σοι πιστότερος αὐτῆς· 14 ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν, ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς. 15 Καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι ὑψίστου, ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου. 16 Ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή. 17 Ἴχνος ἀλλοιώσεως καρδίας. 18 Τέσσαρα μέρη ἀνατέλλει, ἀγαθὸν καὶ κακὸν, ζωὴ καὶ θάνατος, καὶ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν. 19 Ἔστιν ἀνὴρ πανοῦργος καὶ πολλῶν παιδευτὴς, καὶ τῇ ἰδίᾳ ψυχῇ ἄχρηστός ἐστιν. 20 Ἔστι σοφιζόμενος ἐν λόγοις μισητὸς, οὗτος πάσης τροφῆς καθυστερήσει, 21 οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη. 22 Ἔστι σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί. 23 Ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί. 24 Ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες. 25 Ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι. 26 Ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα. 27 Τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχήν σου, καὶ ἴδε τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ. 28 Οὐ γὰρ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ. 29 Μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ, καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων· 30 ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας. 31 Διʼ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν.
Eclesiástico (Sirácida) · Septuaginta griega de Brenton
Eclesiástico (Sirácida) 37 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… to this also, the first draws his conclusion: "Then you are not a man." Now of this sort of ensnaring arguments, Scripture, as I judge, expresses detestation in that place where it is said, "There is one that showeth wisdom in words, and is hated;" although, indeed, a style of speech which is not intended to entrap, but only aims …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
The man who speaks wisely and eloquently, but lives wickedly, may, it is true, instruct many who are anxious to learn; though, as it is written, he "is unprofitable to himself." Wherefore, also, the apostle says: "Whether in pretence or in truth Christ is preached." Now Christ is the truth; yet we see that the truth can be preached, though …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)