Saltar al texto

Judit · Septuaginta griega de Brenton

Judit 1 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)
LXX Septuaginta griega de Brenton
WEB World English Bible (clásica, con deuterocanónicos)
1 ἝΤΟΥΣ δωδεκάτου τῆς βασιλείας Ναβουχοδονόσορ, ὃς ἐβασίλευσεν Ἀσσυρίων ἐν Νινευὴ τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις Ἀρφαξὰδ,
1 In the twelfth year of the reign of Nebuchadnezzar, who reigned over the Assyrians in Nineveh, the great city, in the days of Arphaxad, who reigned over the Medes in Ecbatana,
2 ὃς ἐβασίλευσε Μήδων ἐν Ἐκβατάνοις, καὶ ᾠκοδόμησεν ἐπʼ Ἐκβατάνων, καὶ κύκλῳ τείχη ἐκ λίθων λελαξευμένων, εἰς πλάτος πηχῶν τριῶν, καὶ εἰς μῆκος πηχῶν ἓξ, καὶ ἐποίησε τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκοντα, καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεντήκοντα,
2 and built around Ecbatana walls of hewn stones three cubits broad and six cubits long, and made the height of the wall seventy cubits, and its breadth fifty cubits,
3 καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατὸν, καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἑξήκοντα.
3 and set its towers at its gates one hundred cubits high, and its breadth in the foundation was sixty cubits,
4 Καὶ ἐποίησε τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα, καὶ τὸ πλάτος αὐτῶν πήχεις τεσσράκοντα εἰς ἐξόδους δυνάμεων δυνατῶν αὐτοῦ, καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ.
4 and made its gates, even gates that were raised to the height of seventy cubits, and their breadth forty cubits, for his mighty army to go out of, and the setting in array of his footmen—
5 Καὶ ἐποίησε πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις ὁ βασιλεὺς Ναβουχοδονόσορ πρὸς βασιλέα Ἀρφαξὰδ ἐν τῷ πεδίῳ τῷ μεγάλῳ, τοῦτό ἐστιν ἐν τοῖς ὁρίοις Ῥαγαῦ.
5 in those days King Nebuchadnezzar made war with King Arphaxad in the great plain. This plain is on the borders of Ragau.
6 Καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦντες τὴν ὀρεινὴν, καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην, καὶ τὸν Τίγριν, καὶ τὸν Ὑδάσπην, καὶ πεδίῳ Εἰριὼχ ὁ βασιλεὺς Ἐλυμαίων· καὶ συνῆλθον ἔθνη πολλὰ σφόδρα εἰς παράταξιν υἱῶν Χελεούλ.
6 There came to meet him all that lived in the hill country, and all that lived by Euphrates, Tigris, and Hydaspes, and in the plain of Arioch the king of the Elymaeans. Many nations of the sons of Chelod assembled themselves to the battle.
7 Καὶ ἀπέστειλε Ναβουχοδονόσορ ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν Περσίδα, καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας Κιλικίαν καὶ Δαμασκὸν, τὸν Λίβανον καὶ Ἀντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον παραλίας,
7 And Nebuchadnezzar king of the Assyrians sent to all who lived in Persia, and to all who lived westward, to those who lived in Cilicia, Damascus, Libanus, Antilibanus, and to all who lived along the sea coast,
8 καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου, καὶ Γαλαὰδ, καὶ τὴν ἄνω Γαλιλαίαν, καὶ τὸ μέγα πεδίον Ἐσδρηλὼμ,
8 and to those among the nations that were of Carmel and Gilead, and to the higher Galilee and the great plain of Esdraelon,
9 καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς, καὶ πέραν τοῦ Ἰορδάνου ἕως Ἱερουσαλὴμ, καὶ Βετὰνη, καὶ Χελλοὺς, καὶ Κάδης, καὶ τοῦ ποταμοῦ Αἰγύπτου, καὶ Ταφνὰς, καὶ Ῥαμεσσὴ,
9 and to all who were in Samaria and its cities, and beyond Jordan to Jerusalem, Betane, Chellus, Kadesh, the river of Egypt, Tahpanhes, Rameses, and all the land of Goshen,
10 καὶ πᾶσαν γῆν Γεσὲμ ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως, καὶ πάντας τοὺς κατοικοῦντας τὴν Αἴγυπτον ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας.
10 until you come above Tanis and Memphis, and to all that lived in Egypt, until you come to the borders of Ethiopia.
11 Καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ῥῆμα Ναβουχοδονὸσορ τοῦ βασιλέως Ἀσσυρίων, καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτὸν, ἀλλ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ ἶσος· καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ πρὸ προσώπου αὐτῶν.
11 All those who lived in all the land made light of the commandment of Nebuchadnezzar king of the Assyrians, and didn’t go with him to the war; for they were not afraid of him, but he was before them as one man. They turned away his messengers from their presence without effect, and with disgrace.
12 Καὶ ἐθυμώθη Ναβουχοδονόσορ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα, καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ, εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας, ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτοῦ καὶ πάντας τοὺς κατοικοῦντας ἐν γῇ Μωὰβ, καὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ πᾶσαν τὴν Ἰουδαίαν, καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῶν δύο θαλασσῶν.
12 And Nebuchadnezzar was exceedingly angry with all this land, and he swore by his throne and kingdom that he would surely be avenged upon all the coasts of Cilicia, Damascus, and Syria, that he would kill with his sword all the inhabitants of the land of Moab, the children of Ammon, all Judea, and all who were in Egypt, until you come to the borders of the two seas.
13 Καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ πρὸς Ἀρφαξὰδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ, καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ, καὶ ἀνέστρεψε πᾶσαν τὴν δύναμιν Ἀρφαξὰδ, καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ, καὶ πάντα τὰ ἅρματα αὐτοῦ,
13 And he set the battle in array with his army against King Arphaxad in the seventeenth year; and he prevailed in his battle, and turned to flight all the army of Arphaxad, with all his horses and all his chariots.
14 καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ· καὶ ἀφίκετο ἕως Ἐκβατάνων, καὶ ἐκράτησε τῶν πύργων, καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς, καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτης·
14 He took possession of his cities. He came to Ecbatana and took the towers, plundered its streets, and turned its beauty into shame.
15 Καὶ ἔλαβε τὸν Ἀρφαξὰδ ἐν τοῖς ὄρεσι Ῥαγαῦ, καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς ζιβύναις αὐτοῦ, καὶ ἐξωλόθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης.
15 He took Arphaxad in the mountains of Ragau, struck him through with his darts, and utterly destroyed him to this day.
16 Καὶ ἀνέστρεψε μετʼ αὐτῶν αὐτὸς καὶ πᾶς ὁ σύμμικτος αὐτοῦ, πλῆθος ἀνδρῶν πολεμιστῶν πολὺ σφόδρα· καὶ ἦν ἐκεῖ ῥαθυμῶν καὶ εὐωχούμενος αὐτὸς καὶ ἡ δυνάμις αὐτοῦ ἐφʼ ἡμέρας ἑκατὸν εἴκοσι.
16 He returned with them to Nineveh, he and all his company of sundry nations—an exceedingly great multitude of men of war. There he took his ease and banqueted, he and his army, for one hundred twenty days.