LXX Septuaginta griega de Brenton WEB World English Bible (clásica, con deuterocanónicos) 1 Καὶ ἀνηγγέλλη Ὀλοφέρνῃ ἀρχιστρατήγῳ δυνάμεως Ἀσσοὺρ, διότι οἱ υἱοὶ Ἰσραὴλ παρεσκευάσαντο εἰς πόλεμον, καὶ τὰς διόδους τῆς ὀρεινῆς συνέκλεισαν, καὶ ἐτείχισαν πᾶσαν κορυφὴν ὄρους ὑψηλοῦ, καὶ ἔθηκαν ἐν τοῖς πεδίοις σκάνδαλα. 1 Holofernes, the chief captain of the army of Asshur, was told that the children of Israel had prepared for war, had shut up the passages of the hill country, had fortified all the tops of the high hills, and had set up barricades in the plains.
2 Καὶ ὠργίσθη θυμῷ σφόδρα, καὶ ἐκάλεσε πάντας τοὺς ἄρχοντας Μωὰβ, καὶ τοὺς στρατηγοὺς Ἀμμὼν, καὶ πάντας σατράπας τῆς παραλίας, 2 Then he was exceedingly angry, and he called all the princes of Moab, the captains of Ammon, and all the governors of the sea coast,
3 καὶ εἶπεν αὐτοῖς, ἀναγγείλατε δή μοι, υἱοὶ Χαναὰν, τίς ὁ λαὸς οὗτος ὁ καθήμενος ἐν τῇ ὀρεινῇ, καὶ τίνες ἃς κατοικοῦσι πόλεις; καὶ τὸ πλῆθος τῆς δυνάμεως αὐτῶν, καὶ ἐν τίνι τὸ κράτος αὐτῶν, καὶ ἡ ἰσχὺς αὐτῶν, καὶ τίς ἀνέστηκεν ἐπʼ αὐτῶν βασιλεὺς ἡγούμενος στρατηγίας αὐτῶν; 3 and he said to them, “Tell me now, you sons of Canaan, who are these people who dwell in the hill country? What are the cities that they inhabit? How large is their army? Where is their power and their strength? What king is set over them, to be the leader of their army?
4 Καὶ διὰ τί κατενωτίσαντο τοῦ μὴ ἐλθεῖν εἰς ἀπάντησίν μοι παρὰ πάντας τοὺς κατοικοῦντας ἐν δυσμαῖς; 4 Why have they turned their backs, that they should not come and meet me, more than all who dwell in the west?”
5 Καὶ εἶπε πρὸς αὐτὸν Ἀχιὼρ ὁ ἡγούμενος πάντων υἱῶν Ἀμμὼν, ἀκουσάτω δὴ ὁ κύριός μου λόγον ἐκ στόματος τοῦ δούλου σου, καὶ ἀναγγελῶ σοι τὴν ἀλήθειαν περὶ τοῦ λαοῦ, ὃς κατοικεῖ τὴν ὀρεινὴν ταύτην, πλησίον σοι οἰκοῦντος, καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου. 5 Then Achior, the leader of all the children of Ammon, said to him, “Let my lord now hear a word from the mouth of your servant, and I will tell you the truth concerning these people who dwell in this hill country, near to the place where you dwell. No lie will come out of the mouth of your servant.
6 Ὁ λαὸς οὗτός εἰσιν ἀπογόνοι Χαλδαίων, 6 These people are descended from the Chaldeans.
7 καὶ παρῴκησαν τὸ πρότερον ἐν τῇ Μεσοποταμίᾳ, ὅτι οὐκ ἐβουλήθησαν ἀκολουθῆσαι τοῖς θεοῖς τῶν πατέρων αὐτῶν, οἳ ἐγένοντο ἐν γῇ Χαλδαίων· 7 They sojourned before this in Mesopotamia, because they didn’t want to follow the gods of their fathers, which were in the land of the Chaldeans.
8 καὶ ἐξέβησαν ἐξ ὁδοῦ τῶν γονέων αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ τοῦ οὐρανοῦ, Θεῷ ᾧ ἐπέγνωσαν· καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ προσώπου τῶν θεῶν αὐτῶν, καὶ ἔφυγον εἰς Μεσοποταμίαν, καὶ παρῴκησαν ἐκεῖ ἡμέρας πολλάς. 8 They departed from the way of their parents, and worshiped the God of heaven, the God whom they knew. Their parents cast them out from the face of their gods, and they fled into Mesopotamia and sojourned there many days.
9 Καὶ εἶπεν ὁ Θεὸς αὐτῶν ἐξελθεῖν ἐκ τῆς παροικίας αὐτῶν, καὶ πορευθῆναι εἰς γῆν Χαναάν· καὶ κατῴκησαν ἐκεῖ, καὶ ἐπληθύνθησαν χρυσίῳ καὶ ἀργυρίῳ καὶ ἐν κτήνεσι πολλοῖς σφόδρα. 9 Then their God commanded them to depart from the place where they sojourned, and to go into the land of Canaan. They lived there, and prospered with gold and silver, and with exceedingly much cattle.
10 Καὶ κατέβησαν εἰς Αἴγυπτον, ἐκάλυψε γὰρ τὸ πρόσωπον τῆς γῆς Χαναὰν λιμὸς, καὶ παρῴκησαν ἐκεῖ μέχρις οὗ διετράφησαν· καὶ ἐγένοντο ἐκεῖ εἰς πλῆθος πολύ, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ γένους αὐτῶν. 10 Then they went down into Egypt, for a famine covered all the land of Canaan. They sojourned there until they had grown up. They became a great multitude there, so that one could not count the population of their nation.
11 Καὶ ἐπανέστη αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεσοφίσαντο αὐτοὺς ἐν πόνῳ καὶ ἐν πλίνθῳ, καὶ ἐταπείνωσαν αὐτοὺς, καὶ ἔθεντο αὐτοὺς εἰς δούλους. 11 Then the king of Egypt rose up against them, and dealt subtly with them, and brought them low, making them labor in brick, and made them slaves.
12 Καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν αὐτῶν, καὶ ἐπάταξε πᾶσαν τὴν γῆν Αἰγύπτου πληγαῖς, ἐν αἷς οὐκ ἦν ἴασις· καὶ ἐξέβαλον αὐτοὺς οἱ Αἰγύπτιοι ἀπὸ προσώπου αὐτῶν. 12 They cried to their God, and he struck all the land of Egypt with incurable plagues; so the Egyptians cast them out of their sight.
13 Καὶ κατεξήρανεν ὁ Θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἔμπροσθεν αὐτῶν, 13 God dried up the Red sea before them,
14 καὶ ἤγαγεν αὐτοὺς εἰς ὁδὸν τοῦ Σινὰ, καὶ Κάδης Βαρνὴ, καὶ ἐξέβαλον πάντας τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ. 14 and brought them into the way of Sinai Kadesh-Barnea and they cast out all that lived in the wilderness.
15 Καὶ ᾤκησαν ἐν γῇ Ἀμοῤῥαίων, καὶ πάντας τοὺς Εσεβωνίτας ἐξωλόθρευσαν ἐν τῇ ἰσχύϊ αὐτῶν· καὶ διαβάντες τὸν Ἰορδάνην ἐκληρονόμησαν πᾶσαν τὴν ὀρεινήν. 15 They lived in the land of the Amorites, and they destroyed by their strength everyone in Heshbon. Passing over Jordan, they possessed all the hill country.
16 Καὶ ἐξέβαλον ἐκ προσώπου αὐτῶν τὸν Χανανῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Ἰεβουσαῖον. καὶ τὸν Συχὲμ, καὶ πάντας τοὺς Γεργεσαίους, καὶ κατῴκησαν ἐν αὐτῇ ἡμέρας πολλάς. 16 They cast out before them the Canaanite, the Perizzite, the Jebusite, the Shechemite, and all the Girgashites, and they lived in that country many days.
17 Καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ Θεοῦ αὐτῶν, ἦν τὰ ἀγαθὰ μετʼ αὐτῶν, ὅτι Θεὸς μισῶν ἀδικίαν μετʼ αὐτῶν ἐστίν. 17 And while they didn’t sin before their God, they prospered, because God who hates iniquity was with them.
18 Ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ ἧς διέθετο αὐτοῖς, ἐξωλοθρεύθησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σφόδρα, καὶ ᾐχμαλωτεύθησαν εἰς γῆν οὐκ ἰδίαν, καὶ ὁ ναὸς τοῦ Θεοῦ αὐτῶν ἐγενήθη εἰς ἔδαφος, καὶ αἱ πόλεις αὐτῶν ἐκρατήθησαν ὑπὸ τῶν ὑπεναντίων. 18 But when they departed from the way which he appointed them, they were destroyed in many severe battles, and were led captives into a land that was not theirs. The temple of their God was razed to the ground, and their cities were taken by their adversaries.
19 Καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν Θεὸν αὐτῶν, ἀνέβησαν ἐκ τῆς διασπορᾶς οὗ διεσπάρησαν ἐκεῖ, καὶ κατέσχον τὴν Ἱερουσαλὴμ, οὗ τὸ ἁγίασμα αὐτῶν, καὶ κατῳκίσθησαν ἐν τῇ ὀρεινῇ, ὅτι ἦν ἔρημος, 19 And now they have returned to their God, and have come up from the dispersion where they were dispersed, and have possessed Jerusalem, where their sanctuary is, and are settled in the hill country; for it was desolate.
20 καὶ νῦν, δέσποτα κύριε, εἰ μέν ἐστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ, καὶ ἁμαρτάνουσιν εἰς τὸν Θεὸν αὐτῶν, καὶ ἐπισκεψόμεθα ὅ, τι ἐστὶν ἐν αὐτοῖς σκάνδαλον τοῦτο, καὶ ἀναβησόμεθα, καὶ ἐκπολεμήσομεν αὐτούς. 20 And now, my lord and master, if there is any error in this people, and they sin against their God, we will find out what this thing is in which they stumble, and we will go up and overcome them.
21 Εἰ δὲ οὐκ ἔστιν ἀνομία ἐν τῷ ἔθνει αὐτῶν, παρελθέτω δὴ ὁ κύριός μου, μήποτε ὑπερασπίσῃ ὁ Κύριος αὐτῶν καὶ ὁ Θεὸς αὐτῶν ὑπὲρ αὐτῶν, καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τῆς γῆς. 21 But if there is no lawlessness in their nation, let my lord now pass by, lest their Lord defend them, and their God be for them, and we will be a reproach before all the earth.”
22 Καὶ ἐγένετο ὡς ἐπαύσατο Ἀχιὼρ λαλῶν τοὺς λόγους τούτους, καὶ ἐγόγγυσε πᾶς ὁ λαὸς ὁ κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς· καὶ εἶπαν οἱ μεγιστᾶνες Ὀλοφέρνου, καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωὰβ, συγκόψαι αὐτόν, 22 It came to pass, when Achior had finished speaking these words, all the people standing around the tent complained. The great men of Holofernes, and all who lived by the sea side and in Moab, said that he should be cut to pieces.
23 οὐ γὰρ φοβηθησόμεθα ἀπὸ υἱῶν Ἰσραήλ· ἰδοὺ γὰρ λαὸς ἐν ᾧ οὐκ ἔστι δύναμις, οὐδὲ κράτος εἰς παράταξιν ἰσχυράν. 23 For, they said, “We will not be afraid of the children of Israel, because, behold, they are a people that has no power nor might to make the battle strong.
24 Διὸ δὴ ἀναβησόμεθα, καὶ ἔσονται εἰς κατάβρωμα πάσης τῆς στρατιᾶς σου, δέσποτα Ὀλοφέρνη. 24 Therefore now we will go up, and they will be a prey to be devoured by all your army, Lord Holofernes.”