Saltar al texto

Judit · Septuaginta griega de Brenton

Judit 7 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)
LXX Septuaginta griega de Brenton
WEB World English Bible (clásica, con deuterocanónicos)
1 Τῇ δʼ ἐπαύριον παρήγγειλεν Ὀλοφέρνης πᾶσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ παντὶ τῷ λαῷ αὐτοῦ, οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βετυλούα, καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι, καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
1 The next day Holofernes commanded all his army and all the people who had come to be his allies, that they should move their camp toward Bethulia, seize the passes of the hill country, and make war against the children of Israel.
2 Καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν, χιλιάδες ἀνδρῶν πεζῶν ἐκατὸν ἑβδομήκοντα, καὶ ἱππέων χιλιάδες δεκαδύο, χωρὶς τῆς ἀποσκευῆς, καὶ τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα.
2 Every mighty man of them moved that day. The army of their men of war was one hundred seventy thousand footmen, plus twelve thousand horsemen, besides the baggage and the men who were on foot among them—an exceedingly great multitude.
3 Καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βετυλούα ἐπὶ τῆς πηγῆς, καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαῒμ καὶ ἕως Βελθὲμ, καὶ εἰς μῆκος ἀπὸ Βετυλούα ἕως Κυαμῶνος, ἥ ἐστιν ἀπέναντι Ἐσδρηλώμ.
3 They encamped in the valley near Bethulia, by the fountain. They spread themselves in breadth over Dothaim even to Belmaim, and in length from Bethulia to Cyamon, which is near Esdraelon.
4 Οἱ δὲ υἱοὶ Ἰσραὴλ, ὡς εἶδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα· καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ, οὔτε αἱ φάραγγες, οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν.
4 But the children of Israel, when they saw the multitude of them, were terrified, and everyone said to his neighbor, “Now these men will lick up the face of all the earth. Neither the high mountains, nor the valleys, nor the hills will be able to bear their weight.
5 Καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν, καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν, ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην.
5 Every man took up his weapons of war, and when they had kindled fires upon their towers, they remained and watched all that night.
6 Τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ὀλοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ἰσραὴλ οἳ ἦσαν ἐν Βετυλούᾳ,
6 But on the second day Holofernes led out all his cavalry in the sight of the children of Israel which were in Bethulia,
7 καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν, καὶ τὰς πηγὰς τῶν ὑδάτων αὐτῶν ἐφώδευσε, καὶ προκατελάβετο αὐτὰς, καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν, καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ.
7 viewed the ascents to their city, and searched out the springs of the waters, seized upon them, and set garrisons of men of war over them. Then he departed back to his people.
8 Καὶ προσελθόντες αὐτῷ πάντες οἱ ἄρχοντες τῶν υἱῶν Ἡσαῦ, καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωὰβ, καὶ οἱ στρατηγοὶ τῆς παραλίας, εἶπαν,
8 All the rulers of the children of Esau, all the leaders of the people of Moab, and the captains of the sea coast came to him and said,
9 ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν, ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου.
9 “Let our lord now hear a word, that there not be losses in your army.
10 Ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ἰσραὴλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν, ἀλλʼ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων αὐτῶν, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς· οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν.
10 For this people of the children of Israel do not trust in their spears, but in the height of the mountains wherein they dwell, for it is not easy to come up to the tops of their mountains.
11 Καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς, καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς.
11 And now, my lord, don’t fight against them as men fight who join battle, and there will not so much as one man of your people perish.
12 Ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου, διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος, ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους,
12 Remain in your camp, and keep every man of your army safe. Let your servants get possession of the water spring, which flows from the foot of the mountain,
13 διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βετυλούα, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν ἑαυτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων, καὶ παρεμβαλοῦμεν ἐπʼ αὐταῖς εἰς προφυλακὴν, τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα.
13 because all the inhabitants of Bethulia get their water from there. Then thirst will kill them, and they will give up their city. Then we and our people will go up to the tops of the mountains that are near, and will camp upon them, to watch that not one man gets out of the city.
14 Καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν· καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπʼ αὐτοὺς, καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν,
14 They will be consumed with famine—they, their wives, and their children. Before the sword comes against them they will be laid low in the streets where they dwell.
15 καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν, ἀνθʼ ὧν ἐστασίασαν, καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ.
15 And you will pay them back with evil, because they rebelled, and didn’t meet your face in peace.”
16 Καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ὀλοφέρνου, καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ συνέταξαν ποιεῖν καθὼς ἐλάλησαν.
16 Their words were pleasing in the sight of Holofernes and in the sight of all his servants; and he ordered them to do as they had spoken.
17 Καὶ ἀπῇρε παρεμβολὴ υἱῶν Ἀμμὼν, καὶ μετʼ αὐτῶν χιλιάδες πέντε υἱῶν Ἀσσούρ· καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι, καὶ προκατελάβοντο τὰ ὕδατα, καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ἰσραήλ.
17 And the army of the children of Ammon moved, and with them five thousand of the children of Asshur, and they encamped in the valley. They seized the waters and the springs of the waters of the children of Israel.
18 Καὶ ἀνέβησαν υἱοὶ Ἡσαῦ, καὶ οἱ υἱοὶ Ἀμμών, καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαῒμ, καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς Νότον καὶ ἀπηλιώτην ἀπέναντι Ἐκρεβὴλ, ἥ ἐστι πλησίον Χοὺς, ἥ ἐστιν ἐπὶ τοῦ χειμάῤῥου Μοχμούρ· καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ, καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς· καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ, καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα.
18 The children of Esau went up with the children of Ammon, and encamped in the hill country near Dothaim. They sent some of them toward the south, and toward the east, near Ekrebel, which is near Chusi, that is upon the brook Mochmur. The rest of the army of the Assyrians encamped in the plain, and covered all the face of the land. Their tents and baggage were pitched upon it in a great crowd. They were an exceedingly great multitude.
19 Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀνεβόησαν πρὸς Κύριον Θεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησε τὸ πνεῦμα αὐτῶν, ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν, καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν.
19 The children of Israel cried to the Lord their God, for their spirit fainted; for all their enemies had surrounded them. There was no way to escape out from among them.
20 Καὶ ἔμεινε κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ἀσσοὺρ, οἱ πεζοὶ καὶ τὰ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν, ἡμέρας τριακοντατέσσαρας· καὶ ἐξέλιπε πάντας τοὺς κατοικοῦντας Βετυλούα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων.
20 All the army of Asshur remained around them, their footmen and their chariots and their horsemen, for thirty-four days. All their vessels of water ran dry for all the inhabitants of Bethulia.
21 Καὶ οἱ λάκκοι ἐξεκενοῦντο, καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν, ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν.
21 The cisterns were emptied, and they had no water to drink their fill for one day; for they rationed drink by measure.
22 Καὶ ἠθύμησαν τὰ νήπια αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης· καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως, καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν, καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς.
22 Their young children were discouraged. The women and the young men fainted for thirst. They fell down in the streets of the city, and in the passages of the gates. There was no longer any strength in them.
23 Καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Ὀζίαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως, οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, καὶ ἀνεβόησαν φωνῇ μεγάλῃ, καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων,
23 All the people, including the young men, the women, and the children, were gathered together against Ozias, and against the rulers of the city. They cried with a loud voice, and said before all the elders,
24 κρίναι ὁ Θεὸς ἀναμέσον ἡμῶν καὶ ὑμῶν, ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν· μεγάλην, οὐ λαλήσαντες εἰρηνικὰ μετὰ τῶν υἱῶν Ἀσσούρ.
24 “God be judge between all of you and us, because you have done us great wrong, in that you have not spoken words of peace with the children of Asshur.
25 Καὶ νῦν οὐκ ἔστι βοηθὸς ἡμῶν, ἀλλὰ πέπρακεν ἡμᾶς ὁ Θεὸς εἰς τὰς χεῖρας αὐτῶν, τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ.
25 Now we have no helper; but God has sold us into their hands, that we should be laid low before them with thirst and great destruction.
26 Καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς, καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ὀλοφέρνου, καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ.
26 And now summon them, and deliver up the whole city as prey to the people of Holofernes, and to all his army.
27 Κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν· ἐσόμεθα γὰρ εἰς δούλους, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν.
27 For it is better for us to be captured by them. For we will be servants, and our souls will live, and we will not see the death of our babies before our eyes, and our wives and our children fainting in death.
28 Μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν Θεὸν ἡμῶν, καὶ Κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον·
28 We take to witness against you the sky and the earth, and our God and the Lord of our fathers, who punishes us according to our sins and the sins of our fathers. Do what we have said today!”
29 καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδὸν, καὶ ἐβόησαν πρὸς Κύριον τὸν Θεὸν φωνῇ μεγάλῃ.
29 And there was great weeping of all with one consent in the midst of the assembly; and they cried to the Lord God with a loud voice.
30 Καὶ εἶπε πρὸς αὐτοὺς Ὀζίας, θαρσεῖτε ἀδελφοὶ, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας, ἐν αἷς ἐπιστρέψει Κύριος ὁ Θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς· οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος.
30 And Ozias said to them, “Brethren, be of good courage! Let us endure five more days, during which the Lord our God will turn his mercy toward us; for he will not forsake us utterly.
31 Ἐὰν δὲ διέλθωσιν αὗται, καὶ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν.
31 But if these days pass, and no help comes to us, I will do what you say.”
32 Καὶ ἐσκόρπισε τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν· καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἐξαπέστειλε· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει.
32 Then he dispersed the people, every man to his own camp; and they went away to the walls and towers of their city. He sent the women and children into their houses. They were brought very low in the city.