Saltar al texto

Tobías · Septuaginta griega de Brenton

Tobías 11 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

Tobías no está en RV1909.

LXX Septuaginta griega de Brenton
RV1909 Reina-Valera 1909
1 Μετὰ ταῦτα ἐπορεύετο καὶ Τωβίας εὐλογῶν τὸν Θεὸν, ὅτι εὐώδωσε τὴν ὁδὸν αὐτοῦ· καὶ κατευλόγει Ῥαγουὴλ, καὶ Ἔδναν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευή.
·
2 Καὶ εἶπε Ῥαφαὴλ πρὸς Τωβίαν, οὐ γινώσκεις, ἀδελφὲ, πῶς ἀφῆκας τὸν πατέρα σου;
·
3 Προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου, καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν·
·
4 λάβε δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος· καὶ ἐπορεύθησαν, καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν.
·
5 Καὶ Ἄννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς.
·
6 Καὶ προσενόησεν αὐτὸν ἐρχόμενον, καὶ εἶπε τῷ πατρὶ αὐτοῦ, ἰδοὺ ὁ υἱὸς μου ἔρχεται, καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετʼ αὐτοῦ.
·
7 Καὶ Ῥαφαὴλ εἶπεν, ἐπίσταμαι ἐγὼ, ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου.
·
8 Σὺ ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ δηχθεὶς διατρίψει, καὶ ἀποβαλεῖται τὰ λευκώματα, καὶ ὄψεταί σε.
·
9 Καὶ προσδραμοῦσα Ἄννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς, καὶ εἶπεν αὐτῷ, εἶδόν σε παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι· καὶ ἔκλαυσαν ἄμφότεροι.
·
10 Καὶ Τωβὶτ ἐξήρχετο πρὸς τὴν θύραν, καὶ προσέκοπτεν· ὁ δὲ υἱὸς αὐτοῦ προσέδραμεν αὐτῷ,
·
11 καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ, καὶ προσέπασε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ, λέγων, θάρσει πάτερ.
·
12 Ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ,
·
13 καὶ ἐλεπίσθη ἀπὸ τῶν κάνθων τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα· καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ,
·
14 Καὶ ἔκλαυσε, καὶ εἶπεν, εὐλογητὸς εἶ ὁ Θεὸς, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι,
·
15 ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με· ἰδοὺ βλέπω Τωβίαν τὸν υἱόν μου· καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων, καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ.
·
16 Καὶ ἐξῆλθε Τωβίτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν Θεὸν πρὸς τῇ πύλῃ Νινευή· καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψε.
·
17 Καὶ Τωβὶτ ἐξωμολογεῖτο ἐνώπιον αὐτοῦ, ὅτι ἠλέησεν αὐτοὺς ὁ Θεός· καὶ ὡς ἤγγισε Τωβὶτ Σάῤῥᾳ τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν, λέγων, Ἔλθοις ὑγιαίνουσα θύγατερ· εὐλογητὸς ὁ Θεός, ὃς ἤγαγέ σε πρὸς ἡμᾶς, καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου· καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευὴ ἀδελφοῖς αὐτοῦ.
·
18 Καὶ παρεγένετο Ἀχιάχαρος, καὶ Νασβὰς ὁ ἐξάδελφος αὐτοῦ,
·
19 καὶ ἤχθη ὁ γάμος Τωβία μετʼ εὐφροσύνης ἡμέρας ἑπτά.
·