Tobías · Septuaginta griega de Brenton
Tobías 13 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Καὶ Τωβὶτ ἔγραψε προσευχὴν εἰς ἀγαλλίασιν, καὶ εἶπεν, Εὐλογητὸς ὁ Θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας, καὶ ἡ βασιλεία αὐτοῦ,
1 And Tobit wrote a prayer for rejoicing, and said, “Blessed is God who lives forever! Blessed is his kingdom!
2 ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεεῖ, κατάγει εἰς ᾅδην καὶ ἀνάγει, καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ.
2 For he scourges, and shows mercy. He leads down to the grave, and brings up again. There is no one who will escape his hand.
3 Ἐξομολογεῖσθε αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἐνώπιον τῶν ἐθνῶν, ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς.
3 Give thanks to him before the Gentiles, all you children of Israel! For he has scattered us among them.
4 Ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ, ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος, καθότι αὐτὸς Κύριος ἡμῶν, καὶ Θεὸς αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας.
4 Declare his greatness, there. Extol him before all the living, because he is our Lord, and God is our Father forever.
5 Καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν, καὶ πάλιν ἐλεήσει, καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν, οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς.
5 He will scourge us for our iniquities, and will again show mercy, and will gather us out of all the nations among whom you are all scattered.
6 Ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ ὑμῶν, καὶ ἐν ὅλῃ τῇ ψυχῇ ὑμῶν, ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν, τότε ἐπιστρέψει πρὸς ὑμᾶς, καὶ οὐ μὴ κρύψει τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν· καὶ θεάσασθε ἃ ποιήσει μεθʼ ὑμῶν, καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν, καὶ εὐλογήσατε τὸν Κύριον τῆς δικαιοσύνης, καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων· ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ, καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνει ἁμαρτωλῶν· ἐπιστρέψατε ἁμαρτωλοὶ, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ· τίς γινώσκει εἰ θελήσει ὑμᾶς, καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν;
6 If you turn to him with your whole heart and with your whole soul, to do truth before him, then he will turn to you, and won’t hide his face from you. See what he will do with you. Give him thanks with your whole mouth. Bless the Lord of righteousness. Exalt the everlasting King. I give him thanks in the land of my captivity, and show his strength and majesty to a nation of sinners. Turn, you sinners, and do righteousness before him. Who can tell if he will accept you and have mercy on you?
7 Τὸν Θεόν μου ὑψῶ, καὶ ἡ φυχή μου τῷ βασιλεῖ τοῦ οὐρανοῦ, καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ.
7 I exalt my God. My soul exalts the King of heaven, and rejoices in his greatness. 8 Let all men speak, and let them give him thanks in Jerusalem. 9 O Jerusalem, the holy city, he will scourge you for the works of your sons, and will again have mercy on the sons of the righteous. 10 Give thanks to the Lord with goodness, and bless the everlasting King, that his tabernacle may be built in you again with joy, and that he may make glad in you those who are captives, and love in you forever those who are miserable.
7a Λεγέτωσαν πάντες, καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν Ἱεροσολύμοις.
·
7b Ἱεροσόλυμα πόλις ἁγίου, μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου, καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.
·
7c Ἐξομολογοῦ τῷ Κυρίῳ ἀγαθῶς, καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων, ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ ἐν σοὶ μετὰ χαρᾶς· καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους, καὶ ἀγαπήσαι ἐν σοὶ τους ταλαιπώρους, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
·
11 Ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, δῶρα ἐν χερσὶν ἔχοντες, καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ· γενεαὶ γενεῶν δώσουσί σοι ἀγαλλίαμα.
11 Many nations will come from afar to the name of the Lord God with gifts in their hands, even gifts to the King of heaven. Generations of generations will praise you, and sing songs of rejoicing.
12 Ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε, εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα.
12 All those who hate you are cursed. All those who love you forever will be blessed.
13 Χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων, ὅτι συναχθήσονται καὶ εὐλογήσουσι τὸν Κύριον τῶν δικαίων.
13 Rejoice and be exceedingly glad for the sons of the righteous; for they will be gathered together and will bless the Lord of the righteous.
14 Ὦ μακάριοι οἱ ἀγαπῶντές σε, χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου· μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ταῖς μάστιξί σου, ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου, καὶ εὐφρανθήσονται εἰς τὸν αἰῶνα.
14 Oh blessed are those who love you. They will rejoice for your peace. Blessed are all those who mourned for all your scourges; because they will rejoice for you when they have seen all your glory. They will be made glad forever.
15 Ἡ ψυχή μου εὐλογεὶτω τὸν Θεὸν τὸν βασιλέα τὸν μέγαν,
15 Let my soul bless God the great King.
16 ὅτι οἰκοδομηθήσεται Ἱερουσαλὴμ σαπφείρῳ καὶ σμαράγδῳ, καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου, καὶ οἱ πύργοι, καὶ οἱ προμαχῶνες ἐν χρυσίῳ καθαρῷ,
16 For Jerusalem will be built with sapphires, emeralds, and precious stones; your walls and towers and battlements with pure gold.
17 καὶ αἱ πλατεῖαι Ἱερουσαλὴμ ἐν βηρύλλῳ, καὶ ἄνθρακι, καὶ λίθῳ ἐκ Σουφεὶρ ψηφολογηθήσονται.
17 The streets of Jerusalem will be paved with beryl, carbuncle, and stones of Ophir.
18 Καὶ ἐροῦσι πᾶσαι αἱ ῥύμαι αὐτῆς ἀλληλούϊα καὶ αἴνεσιν, λέγοντες, εὐλογητὸς ὁ Θεὸς, ὃς ὕψωσε πάντας τοὺς αἰῶνας.
18 All her streets will say, “Hallelujah!” and give praise, saying, “Blessed be God, who has exalted you forever!”