LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Καὶ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν, λέγοντες, ἰδοὺ Δαυὶδ σκεπάζεται μεθʼ ἡμῶν ἐν τῷ βουνῷ τῷ ʼΕχελὰ, κατὰ πρόσωπον τοῦ Ἰεσσεμοῦ. 1 The Ziphites came to Saul to Gibeah, saying, “Doesn’t David hide himself in the hill of Hachilah, which is before the desert?”
2 Καὶ ἀνέστη Σαοὺλ, καὶ κατέβη εἰς τὴν ἔρημον Ζὶφ, καὶ μετʼ αὐτοὺ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ἰσραὴλ, ζητεῖν τὸν Δαυὶδ ἐν τῇ ἐρήμῳ Ζίφ. 2 Then Saul arose and went down to the wilderness of Ziph, having three thousand chosen men of Israel with him, to seek David in the wilderness of Ziph.
3 Καὶ παρενέβαλε Σαοὺλ ἐν τῷ βουνῷ τῷ Ἐχελὰ τῷ ἐπὶ προσώπου τοῦ Ἰεσσεμοῦ ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυὶδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ· καὶ εἶδε Δαυὶδ, ὅτι ἥκει Σαοὺλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον. 3 Saul encamped in the hill of Hachilah, which is before the desert, by the way. But David stayed in the wilderness, and he saw that Saul came after him into the wilderness.
4 Καὶ ἀπέστειλε Δαυὶδ κατασκόπους, καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεϊλά. 4 David therefore sent out spies, and understood that Saul had certainly come.
5 Καὶ ἀνέστη Δαυὶδ λάθρα, καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὗ ἐκάθευδεν ἐκεῖ Σαοὺλ, καὶ ἐκεῖ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος αὐτοῦ· καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ. 5 Then David arose and came to the place where Saul had encamped; and David saw the place where Saul lay, with Abner the son of Ner, the captain of his army. Saul lay within the place of the wagons, and the people were encamped around him.
6 Καὶ ἀπεκρίθη Δαυὶδ, καὶ εἶπε πρὸς Ἀβιμέλεχ τὸν Χετταῖον, καὶ πρὸς Ἀβεσσὰ υἱὸν Σαρουίας ἀδελφὸν Ἰωὰβ, λέγων, τίς εἰσελεύσεται μετʼ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Ἀβεσσὰ, ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ. 6 Then David answered and said to Ahimelech the Hittite, and to Abishai the son of Zeruiah, brother of Joab, saying, “Who will go down with me to Saul to the camp?” Abishai said, “I will go down with you.”
7 Καὶ εἰσπορεύεται Δαυὶδ καὶ Ἀβεσσὰ εἰς τὸν λαὸν τὴν νύκτα· καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καὶ Ἀβεννὴρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδε κύκλῳ αὐτοῦ. 7 So David and Abishai came to the people by night; and, behold, Saul lay sleeping within the place of the wagons, with his spear stuck in the ground at his head; and Abner and the people lay around him.
8 Καὶ εἶπεν Ἀβεσσὰ πρὸς Δαυὶδ, ἀπέκλεισε Κύριος σήμερον τὸν ἐχθρόν σου εἰς χεῖράς σου· καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ, καὶ οὐ δευτερώσω αὐτῷ. 8 Then Abishai said to David, “God has delivered up your enemy into your hand today. Now therefore please let me strike him with the spear to the earth at one stroke, and I will not strike him the second time.”
9 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεσσὰ, μὴ ταπεινώσῃς αὐτὸν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν Κυρίου καὶ ἀθωωθήσεται; 9 David said to Abishai, “Don’t destroy him, for who can stretch out his hand against Yahweh’s anointed, and be guiltless?”
10 Καὶ εἶπε Δαυὶδ, ζῇ Κύριος, ἐὰν μὴ Κύριος παίσῃ αὐτὸν, ἢ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ. 10 David said, “As Yahweh lives, Yahweh will strike him; or his day shall come to die, or he shall go down into battle and perish.
11 Μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· καὶ νῦν λάβε δὴ τὸ δόρυ ἀπὸ προσκεφαλῆς αὐτοῦ, καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν ἡμεῖς καθʼ ἑαυτούς. 11 Yahweh forbid that I should stretch out my hand against Yahweh’s anointed; but now please take the spear that is at his head and the jar of water, and let’s go.”
12 Καὶ ἔλαβε Δαυὶδ τὸ δόρυ, καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ προσκεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθʼ ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων, καὶ οὐκ ἦν ὁ γινώσκων, καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι θάμβος Κυρίου ἐπέπεσεν ἐπʼ αὐτούς. 12 So David took the spear and the jar of water from Saul’s head, and they went away. No man saw it, or knew it, nor did any awake; for they were all asleep, because a deep sleep from Yahweh had fallen on them.
13 Καὶ διέβη Δαυὶδ εἰς τὸ πέραν, καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀναμέσον αὐτῶν. 13 Then David went over to the other side, and stood on the top of the mountain far away, a great space being between them;
14 Καὶ προσεκαλέσατο Δαυὶδ τὸν λαὸν, καὶ τῷ Ἀβεννὴρ ἐλάλησε, λέγεν, οὐκ ἀποκριθήσῃ Ἀβεννήρ; καὶ ἀπεκρίθη ʼΑβεννὴρ, καὶ εἶπε, τίς εἶ σὺ ὁ καλῶν; 14 and David cried to the people, and to Abner the son of Ner, saying, “Don’t you answer, Abner?” Then Abner answered, “Who are you who calls to the king?”
15 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεννὴρ, οὐκ ἀνὴρ σύ; καὶ τίς, ὡς σὺ, ἐν Ἰσραήλ; καὶ διατί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαφθεῖραι τὸν κύριόν σου τὸν βασιλέα. 15 David said to Abner, “Aren’t you a man? Who is like you in Israel? Why then have you not kept watch over your lord the king? For one of the people came in to destroy your lord the king.
16 Καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς, οἱ φυλάσσοντες τὸν βασιλέα τὸν κύριον ὑμῶν τὸν χριστὸν Κυρίου· καὶ νῦν ἴδε δὴ τὸ δόρυ τοῦ βασιλέως, καὶ ὁ φακὸς τοῦ ὕδατος, ποῦ ἐστι τὰ πρὸς κεφαλῆς αὐτοῦ; 16 This thing isn’t good that you have done. As Yahweh lives, you are worthy to die, because you have not kept watch over your lord, Yahweh’s anointed. Now see where the king’s spear is, and the jar of water that was at his head.”
17 Καὶ ἐπέγνω Σαοὺλ τὴν φωνὴν Δαυὶδ, καὶ εἶπεν, ἡ φωνή σου αὕτη, τέκνον Δαυίδ; καὶ εἶπε Δαυίδ, δοῦλός σου κύριε βασιλεῦ. 17 Saul recognized David’s voice, and said, “Is this your voice, my son David?” David said, “It is my voice, my lord, O king.”
18 Καὶ εἶπεν, ἱνατί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα; καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα; 18 He said, “Why does my lord pursue his servant? For what have I done? What evil is in my hand?
19 Καὶ νῦν ἀκουσάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ Θεὸς ἐπισείει σε ἐπʼ ἐμὲ, ὀσφρανθείη θυσία σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίθαι ἐν κληρονομίᾳ Κυρίου, λέγοντες, πορεύου, δούλευε θεοῖς ἑτέροις. 19 Now therefore, please let my lord the king hear the words of his servant. If it is so that Yahweh has stirred you up against me, let him accept an offering. But if it is the children of men, they are cursed before Yahweh; for they have driven me out today that I shouldn’t cling to Yahweh’s inheritance, saying, ‘Go, serve other gods!’
20 Καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξεναντίας προσώπου Κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ἰσραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσι. 20 Now therefore, don’t let my blood fall to the earth away from the presence of Yahweh; for the king of Israel has come out to seek a flea, as when one hunts a partridge in the mountains.”
21 Καὶ εἶπε Σαοὺλ, ἡμάρτηκα· ἐπίστρεφε, τέκνον Δαυὶδ, ὅτι οὐ κακοποιήσω σε, ἀνθʼ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου, καὶ ἐν τῇ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα. 21 Then Saul said, “I have sinned. Return, my son David; for I will no more do you harm, because my life was precious in your eyes today. Behold, I have played the fool, and have erred exceedingly.”
22 Καὶ ἀπεκρίθη Δαυὶδ, καὶ εἶπεν, ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό· 22 David answered, “Behold the spear, O king! Let one of the young men come over and get it.
23 Καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ κατὰ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ· ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου, καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου. 23 Yahweh will give to every man his righteousness and his faithfulness; because Yahweh delivered you into my hand today, and I wouldn’t stretch out my hand against Yahweh’s anointed.
24 Καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον Κυρίου, καὶ σκεπάσαι με, καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως. 24 Behold, as your life was respected today in my eyes, so let my life be respected in Yahweh’s eyes, and let him deliver me out of all oppression.”
25 Καὶ εἶπε Σαοὺλ πρὸς Δαυὶδ, εὐλογημένος σὺ, τέκνον· καὶ ποιῶν ποιήσεις, καὶ δυνάμενος δυνήσῃ· καὶ ἀπῆλθε Δαυὶδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαοὺλ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. 25 Then Saul said to David, “You are blessed, my son David. You will both do mightily, and will surely prevail.” So David went his way, and Saul returned to his place.