Skip to the text

1 Samuel · Brenton's Greek Septuagint

1 Samuel 15 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, ἐμὲ ἀπέστειλε Κύριος χρίσαί σε εἰς βασιλεα ἐπὶ Ἰσραήλ· καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου. 2 Τάδε εἶπε Κύριος σαβαὼθ, νῦν ἐκδικήσω ἃ ἐποίησεν ʼΑμαλὴκ τῷ Ἰσραὴλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου. 3 Καὶ νῦν πορεύου, καὶ πατάξεις τὸν ʼΑμαλὴκ καὶ Ἱερὶμ καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ, καὶ ἐξολοθρεύσεις αὐτόν· καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ φείσῃ ἀπʼ αὐτοῦ· καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς, καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ ἀπὸ μόσχου ἕως προβάτου, καὶ ἀπὸ καμήλου ἕως ὄνου. 4 Καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ, καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων, καὶ τὸν Ἰούδαν τριάκοντα χιλιάδας ταγμάτων. 5 Καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων ʼΑμαλὴκ, καὶ ἐνήδρευσεν ἐν τῷ χειμάῤῥῳ. 6 Καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον, ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ ʼΑμαληκίτου, μὴ προσθῶ σε μετʼ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου ʼΑμαλήκ. 7 Καὶ ἐπάταξε Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὐειλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου. 8 Καὶ συνέλαβε τὸν ʼΑγὰγ βασιλέα ʼΑμαλὴκ ζῶντα, καὶ πάντα τὸν λαὸν καὶ Ἱερὶμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας. 9 Καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν ʼΑγὰγ ζῶντα, καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων, καὶ τῶν βουκολίων, καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων, καὶ πάντων τῶν ἀγαθῶν, καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν. 10 Καὶ ἐγενήθη ῥῆμα Κυρίου πρὸς Σαμουὴλ, λέγων, 11 παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέ μου, καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε· καὶ ἠθύμησε Σαμουὴλ, καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα. 12 Καὶ ὤρθρισε Σαμουὴλ, καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ το πρωΐ· καὶ ἀπηγγέλη τῷ Σαοὺλ, λέγοντες ἥκει Σαμουὴλ εἰς Κάρμηλον, καὶ ἀνέστακεν αὐτῷ χεῖρα· καὶ ἐπέστρεψε τὸ ἅρμα, καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ, τὰ πρῶτα τῶν σκύλων ἤνεγκεν ἐξ ʼΑμαλήκ. 13 Καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ· καὶ εἶπεν αὐτῷ Σαοὺλ, εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα ὅσα ἐλάλησε Κύριος. 14 Καὶ εἶπε Σαμουὴλ, καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου, καὶ φωνὴ τῶν βοῶν ἣν ἐγὼ ἀκούω; 15 Καὶ εἶπε Σαούλ, ἐξ ʼΑμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου, καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα. 16 Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, ἄνες, καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρὸς μὲ τὴν νύκτα· καὶ εἶπεν αὐτῷ, λάλησον. 17 Καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ, οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ, ἡγούμενος σκήπτρου φυλῆς Ἰσραήλ; καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ. 18 Καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ, καὶ εἶπέ σοι, πορεύθητι, καὶ ἐξολόθρευσον· ἀνελεῖς τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλὴκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς. 19 Καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλʼ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα, καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου; 20 Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουὴλ, διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ, καὶ ἐπορεύθην τῇ ὁδῷ ᾗ ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν ʼΑγὰγ βασιλέα ʼΑμαλὴκ, καὶ τὸν ʼΑμαλὴκ ἐξωλόθρευσα. 21 Καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θύσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις. 22 Καὶ εἶπε Σαμουήλ, εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν. 23 Ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνονς θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ. 24 Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουὴλ, ἡμάρτηκα, ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν, καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν. 25 Καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου, καὶ ἀνάστρεψον μετʼ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου. 26 Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, οὐκ ἀναστρέφω μετὰ σοῦ; ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ἰσραήλ. 27 Καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν, καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ, καὶ διέῤῥηξεν αὐτό. 28 Καὶ εἶπε πρὸς αὐτὸν Σαμουὴλ, διέῤῥηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χείρος σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ· 29 Καὶ διαιρεθήσεται Ἰσραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός. 30 Καὶ εἶπε Σαοὺλ, ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου, καὶ ἀνάστρεψον μετʼ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου. 31 Καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ, καὶ προσεκύνησε τῷ Κυρίῳ. 32 Καὶ εἶπε Σαμουὴλ, προσαγάγετέ μοι τὸν ʼΑγὰγ βασιλέα ʼΑμαλήκ· καὶ προσῆλθε πρὸς αὐτὸν ʼΑγὰγ τρέμων· καὶ εἶπεν ʼΑγὰγ, εἰ οὕτω πικρὸς ὁ θάνατος. 33 Καὶ εἶπε Σαμουὴλ πρὸς ʼΑγὰγ, καθότι ἠτέκνωσε γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου· καὶ ἔσφαξε Σαμουὴλ τὸν ʼΑγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ. 34 Καὶ ἀπῆλθε Σαμουὴλ εἰς ʼΑρμαθαίμ· καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά. 35 Καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἡμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαοὺλ, καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ Ἰσραήλ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Agag

    King of the Amalekites

    King of Amalek, whom Saul captured alive against the LORD's command to destroy everything, and whom Samuel hacked to pieces before the LORD at Gilgal.

    Cited in the guide: 1 Samuel 15:8; 1 Samuel 15:9; 1 Samuel 15:32

  • Saul

    Israel's first king

    Israel's first king, anointed by Samuel but later rejected for his disobedience to God.

    Cited in the guide: 1 Samuel 9-10; 1 Samuel 15

Cross references (32)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Samuel 9:16; 1 Samuel 12:14; 1 Chronicles 22:12–13; 1 Samuel 13:13; Psalm 2:10–11
  2. 2 Deuteronomy 25:17–19; Numbers 24:20; Exodus 17:8–16; Hosea 7:2; Amos 8:7
  3. 3 Deuteronomy 20:16–18; Numbers 24:20; Isaiah 14:21–22; 1 Samuel 22:19; Numbers 31:17
  4. 4 Joshua 15:24; 1 Samuel 11:8; 1 Samuel 13:15
  5. 6 Judges 1:16; Numbers 10:29–32; Numbers 24:21–22; Judges 4:11; Exodus 18:19
  6. 7 Genesis 25:18; Genesis 16:7; 1 Samuel 14:48; 1 Samuel 27:8; Genesis 2:11
  7. 8 1 Samuel 30:1; Numbers 24:7; Esther 3:1; 1 Kings 20:34–42; Joshua 11:12
  8. 9 1 Samuel 15:15; 1 Samuel 15:19; 1 Samuel 15:3; Joshua 7:21; 2 Samuel 6:13
  9. 11 1 Samuel 13:13; Genesis 6:6; Psalm 119:136; 2 Samuel 24:16; Jeremiah 9:18
  10. 12 Joshua 15:55; 1 Samuel 25:2; 2 Samuel 18:18; 1 Kings 18:42; Joshua 4:8–9
  11. 13 Judges 17:2; Ruth 3:10; Proverbs 28:13; Proverbs 30:13; Luke 18:11
  12. 14 Psalm 36:2; Jeremiah 2:22–23; Romans 3:19; Malachi 3:13–15; Jeremiah 2:18–19
  13. 15 1 Samuel 15:9; 1 Samuel 15:21; Exodus 32:22–23; Genesis 3:12–13; Proverbs 28:13
  14. 16 1 Samuel 9:27; 1 Kings 22:16; 1 Samuel 12:7
  15. 17 1 Samuel 15:1–3; 1 Samuel 9:21; 1 Samuel 10:22; 1 Samuel 10:1; Matthew 18:4
  16. 18 Genesis 15:16; Job 31:3; Genesis 13:13; Numbers 16:38; Proverbs 10:29
  17. 19 1 Samuel 14:32; 2 Chronicles 33:6; 2 Chronicles 36:12; Jeremiah 7:11; Habakkuk 2:9–12
  18. 20 1 Samuel 15:13; Matthew 19:20; Romans 10:3; Job 34:5; Job 35:2
  19. 21 1 Samuel 15:15; Exodus 32:22–23; Genesis 3:13
  20. 22 Hosea 6:6; Psalm 51:16–17; Proverbs 21:3; Amos 5:21–24; Mark 12:33
  21. 23 Jeremiah 28:16; 1 Samuel 13:14; Leviticus 20:6; Galatians 5:20; 2 Corinthians 6:16
  22. 24 2 Samuel 12:13; Isaiah 51:12–13; Proverbs 29:25; Galatians 1:10; Numbers 22:34
  23. 25 Exodus 10:17
  24. 26 Hosea 4:6; 1 Samuel 13:14; 1 Samuel 16:1; Jeremiah 6:19; 1 Samuel 15:23
  25. 27 1 Kings 11:30–31
  26. 28 1 Samuel 28:17–18; Acts 13:22; Romans 13:1; 1 Samuel 2:7–8; Daniel 4:17
  27. 29 Numbers 23:19; Ezekiel 24:14; Titus 1:2; Hebrews 6:18; 2 Timothy 2:13
  28. 30 John 12:43; John 5:44; Isaiah 29:13; 2 Timothy 3:5; Luke 18:9–14
  29. 32 Jeremiah 48:44; Revelation 18:7; 1 Thessalonians 5:3
  30. 33 Judges 1:7; Genesis 9:6; Matthew 7:2; Revelation 18:6; James 2:13
  31. 34 1 Samuel 11:4; 1 Samuel 7:17
  32. 35 1 Samuel 19:24; 1 Samuel 15:11; 1 Samuel 16:1; Jeremiah 9:1–2; Genesis 6:6

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 15:22 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XVII)

    Behold, a ready obedience is better than sacrifice, and to hearken than the fat of rams." David also says: "Sacrifice and oblation Thou didst not desire, but mine ears hast Thou perfected; burnt-offerings also for sin Thou hast not required." He thus teaches them that God desires obedience, which renders them secure, rather than sacrifices and holocausts, which avail them …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 15:23 Augustine of Hippo, The City of God (Book XVII, Chapters 7–8)

    Again Saul sinned through disobedience, and again Samuel says to him in the word of the Lord, "Because thou hast despised the word of the Lord, the Lord hath despised thee, that thou mayest not be king over Israel." And again for the same sin, when Saul confessed it, and prayed for pardon, and besought Samuel to return with him …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 15:26–29 Augustine of Hippo, The City of God (Book XVII, Chapters 7–8)

    And He will not be changed, neither will He repent: for He is not as a man, that He should repent; who threatens and does not persist." He to whom it is said, "The Lord will despise thee that thou mayest not be king over Israel," and "The Lord hath rent the kingdom from Israel out of thine hand this …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)