Skip to the text

1 Samuel · Brenton's Greek Septuagint

1 Samuel 27 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων, νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ· καὶ οὐκ ἔστι μοι ἀγαθὸν ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων, καὶ ἀνῇ ἀπʼ ἐμοῦ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραὴλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ. 2 Καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἐξακόσιοι ἄνδρες οἱ μετʼ αὐτοῦ, καὶ ἐπορεύθη πρὸς Ἀγχοῦς υἱὸν Ἀμμὰχ βασιλέα Γέθ. 3 Καὶ ἐκάθισε Δαυὶδ μετὰ Ἀγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινάαμ Ἰεζραηλίτις καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 4 Καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγε Δαυὶδ εἰς Γὲθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν. 5 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατʼ ἀγρὸν, καὶ καθήσομαι ἐκεῖ· καὶ ἱνατί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ; 6 Καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς Ἰουδαίας ἕως τῆς ἡμέρας ταύτης. 7 Καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν ὧν ἐκάθισε Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων, τέσσαρας μῆνας. 8 Καὶ ἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ, καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν Ἀμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. 9 Καὶ ἔτυπτε τὴν γῆν, καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα· καὶ ἐλάμβανον ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμὸν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Ἀγχοῦς. 10 Καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, κατὰ Νότον τῆς Ἰουδαίας καὶ κατὰ Νότον Ἰεσμεγὰ καὶ κατὰ Νότον τοῦ Κενεζί. 11 Καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ, λέγων, μὴ ἀναγγειλωσιν εἰς Γὲθ καθʼ ἡμῶν, λέγοντες, τάδε Δαυὶδ ποιεῖ· καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. 12 Καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ Ἀγχοῦς σφόδρα, λέγων, ἤσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ἰσραὴλ, καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Achish

    Philistine king of Gath

    King of Gath to whom David fled twice, first feigning madness and later living in his territory with Ziklag as his town, and who trusted David until the Philistine commanders sent…

    Cited in the guide: 1 Samuel 21:10; 1 Samuel 21:12; 1 Samuel 27:2

  • Ahinoam

    Wife of David, mother of Amnon

    A woman of Jezreel whom David married; she went with him to Gath, was captured by the Amalekites at Ziklag and rescued, and bore his firstborn Amnon in Hebron.

    Cited in the guide: 1 Samuel 25:43; 1 Samuel 27:3; 1 Samuel 30:5

  • David

    King of Israel

    The shepherd who became Israel's greatest king and a man after God's own heart.

    Cited in the guide: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6

  • Maoch

    Father of Achish

    Named as the father of Achish, the king of Gath.

    Cited in the guide: 1 Samuel 27:2

Cross references (12)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Isaiah 40:27–31; Isaiah 51:12; 1 Samuel 23:17; 1 Samuel 28:1–2; 1 Samuel 16:13
  2. 2 1 Samuel 25:13; 1 Samuel 21:10; 1 Kings 2:39–40; 1 Samuel 30:8
  3. 3 1 Samuel 25:42–43; 1 Samuel 30:5; 1 Samuel 25:3; 1 Samuel 25:18–35; 1 Samuel 30:3
  4. 4 1 Samuel 26:21
  5. 5 Genesis 46:34; 2 Corinthians 6:17
  6. 6 Nehemiah 11:28; Joshua 15:31; 1 Samuel 19:5; 2 Samuel 1:1; 1 Samuel 30:1
  7. 7 1 Samuel 29:3
  8. 8 1 Samuel 15:7–8; Joshua 13:2; Joshua 13:13; Judges 1:29; Joshua 16:10
  9. 9 1 Samuel 15:3; 1 Samuel 15:7; Genesis 25:18; Deuteronomy 25:17–19; Joshua 6:21
  10. 10 Judges 1:16; 1 Chronicles 2:25; 1 Chronicles 2:9; Judges 4:11; 1 Samuel 30:29
  11. 11 Proverbs 29:25; Proverbs 12:19; 1 Samuel 22:22
  12. 12 Genesis 34:30; 1 Samuel 13:4

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences