1 Καὶ ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομεῖν τὸν οἶκον Κυρίου ἐν Ἱερουσαλὴμ ἐν ὄρει τοῦ Ἀμωρία, οὗ ὤφθη Κύριος τῷ Δαυὶδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ ᾧ ἡτοίμασε Δαυὶδ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. 2 Καὶ ἤρξατο οἰκοδομῆσαι ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ. 3 Καὶ ταῦτα ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ· μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα, καὶ εὖρος πήχεων εἴκοσι. 4 Καὶ αἰλὰμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι, καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι, καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ. 5 Καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσε ξύλοις κεδρίνοις, καὶ κατεχρύσωσε χρυσίῳ καθαρῷ, καὶ ἔγλυψεν ἐπʼ αὐτοῦ φοίνικας καὶ χαλαστά. 6 Καὶ ἐκόσμησε τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν, καὶ ἐχρύσωσε χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουΐμ. 7 Καὶ ἐχρύσωσε τὸν οἶκον, καὶ τοὺς τοίχους αὐτοῦ, καὶ τοὺς πυλῶνας, καὶ τὰ ὀροφώματα, καὶ τὰ θυρώματα χρυσίῳ, καὶ ἔγλυψε χερουβὶμ ἐπὶ τῶν τοίχων. 8 Καὶ ἐποίησε τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον, πλάτος τοῦ οἴκου πήχεων εἴκοσι, καὶ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἐχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς χερουβὶμ εἰς τάλαντα ἑξακόσια. 9 Καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου, καὶ τὸ ὑπερῷον ἐχρύσωσε χρυσίῳ. 10 Καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων χερουβὶμ δύο, ἔργον ἐκ ξύλων· καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ. 11 Καὶ αἱ πτέρυγες τῶν χερουβὶμ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ χερουβὶμ τοῦ ἑτέρου. 13 Καὶ αἱ πτέρυγες τῶν χερουβὶμ τούτων διαπεπετασμέναι πήχεων εἴκοσι, καὶ αὐτὰ ἑστηκότα ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον. 14 Καὶ ἐποίησε τὸ καταπέτασμα ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου, καὶ βύσσου, καὶ ὕφανεν ἐν αὐτῷ χερουβίμ. 15 Καὶ ἐποίησεν ἔμπροσθεν τοῦ οἴκου στύλους δύο, πήχεων τριακονταπέντε τὸ ὕψος, καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε. 16 Καὶ ἐποίησε σερσερὼθ ἐν τῷ δαβὶρ, καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων· καὶ ἐποίησε ῥοΐσκους ἑκατὸν, καὶ ἔθηκεν ἐπὶ τῶν χαλαστῶν. 17 Καὶ ἔστησε τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν, καὶ τὸν ἕνα ἐξ εὐωνύμων· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ ἐκ δεξιῶν, Κατόρθωσις, καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν, Ἰσχύς.
2 Chronicles · Brenton's Greek Septuagint
2 Chronicles 3 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There is no verse 12 in this translation; the verses after it keep their usual numbers.
Cross references (15)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Genesis 22:14; 1 Chronicles 21:18; Genesis 22:2; 1 Chronicles 22:1; 1 Kings 6:1–14
- 2 1 Kings 6:1
- 3 1 Chronicles 28:11–19; 1 Kings 6:2–3
- 4 John 10:23; Acts 5:12; Acts 3:11
- 5 1 Kings 6:21–22; 1 Kings 6:15–17
- 6 Isaiah 54:11–12; Revelation 21:18–21; 1 Chronicles 29:8; 1 Chronicles 29:2
- 7 1 Kings 6:20–22; Exodus 26:29; 1 Kings 6:29–35; Exodus 26:1; Ezekiel 7:20
- 8 Exodus 26:33; Hebrews 10:19; 1 Kings 6:16; 1 Kings 6:19–20; Hebrews 9:3
- 9 1 Chronicles 28:11
- 10 1 Kings 6:23–28; Exodus 25:18
- 13 Exodus 25:20
- 14 Hebrews 9:3; Hebrews 10:20; Exodus 26:31–35; Matthew 27:51
- 15 Jeremiah 52:20–23; 1 Kings 7:15–24
- 16 1 Kings 7:20; 1 Kings 6:21
- 17 1 Kings 7:21
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences