Skip to the text

2 Chronicles · Brenton's Greek Septuagint

2 Chronicles 16 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ἀσὰ, ἀνέβη βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν Ῥαμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα. 2 Καὶ ἔλαβεν Ἀσὰ ἀργύριον καὶ χρυσίον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε πρὸς τὸν υἱὸν τοῦ Ἄδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ, λέγων, 3 διάθου διαθήκην ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀναμέσον τοῦ πατρός μου καὶ ἀναμέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον· δεῦρο καὶ διασκέδασον ἀπʼ ἐμοῦ τὸν Βαασὰ βασιλέα Ἰσραὴλ, καὶ ἀπελθέτω ἀπʼ ἐμοῦ. 4 Καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσὰ, καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ἰσραὴλ, καὶ ἐπάταξε τὴν Ἀϊὼν, καὶ τὴν Δὰν, καὶ τὴν Ἀβελμαῒν, καὶ πάσας τὰς περιχώρους Νεφθαλί. 5 Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασὰ, ἀπέλιπε τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ῥαμὰ, καὶ κατέπαυσε τὸ ἔργον αὐτοῦ. 6 Καὶ Ἀσὰ βασιλεὺς ἔλαβε πάντα τὸν Ἰούδαν, καὶ ἔλαβε τοὺς λίθους τῆς Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησε Βαασὰ, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαὲ καὶ τὴν Μασφά. 7 Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἀνανὶ ὁ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα, καὶ εἶπεν αὐτῷ, ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας, καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις Συρίας ἀπὸ τῆς χειρός σου. 8 Οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν, εἰς θάρσος, εἰς ἱππεῖς, εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου; 9 Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ, κατισχύσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν· ἠγνόηκας ἐπὶ τούτῳ, ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος. 10 Καὶ ἐθυμώθη Ἀσὰ τῷ προφήτῃ, καὶ παρέθετο αὐτὸν εἰς φυλακὴν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ, καὶ ἐλυμῄνατο Ἀσὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ. 11 Καὶ ἰδοὺ οἱ λόγοι Ἀσὰ, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. 12 Καὶ ἐμαλακίσθη Ἀσὰ ἐν τῷ ἔτει τῷ ἐννάτῳ καὶ τριακοστῷ τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς. 13 Καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτελεύτησεν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ. 14 Καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυὶδ, καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης, καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν, καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Asa

    King of Judah

    A reforming king who tore down idols and trusted the LORD against vast armies.

    Cited in the guide: 1 Kings 15:9-24; 2 Chron. 14-16; Matt. 1:7-8

  • Ben-hadad

    King of Aram under Asa

    Son of Tabrimmon, the son of Hezion, ruling in Damascus, whom Asa paid to break his treaty with Baasha; he then attacked Ijon, Dan, Abel-beth-maacah and Naphtali.

    Cited in the guide: 1 Kings 15:18; 1 Kings 15:20; 2 Chronicles 16:2

  • Hanani

    Seer who rebuked Asa

    Seer who told Asa he had acted foolishly in relying on the king of Aram; Asa put him in prison.

    Cited in the guide: 1 Kings 16:1; 1 Kings 16:7; 2 Chronicles 16:7

Cross references (13)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Chronicles 15:9; 1 Kings 12:27; 2 Chronicles 11:13–17; 1 Kings 15:16–22; 2 Chronicles 15:5
  2. 2 2 Chronicles 28:21; 2 Kings 18:15; 2 Kings 12:18; 2 Kings 16:8
  3. 3 Psalm 15:4; 2 Timothy 3:3; Judges 2:2; Ezekiel 17:18–19; Romans 1:31–32
  4. 4 Judges 18:28–29; 2 Chronicles 17:12; Exodus 1:11; 2 Chronicles 8:6; 1 Kings 15:20
  5. 6 1 Kings 15:22; Zechariah 14:10; 1 Chronicles 6:60; Isaiah 10:29; 1 Samuel 7:6
  6. 7 1 Kings 16:1; 2 Chronicles 19:2; Isaiah 31:1; Psalm 146:3–6; 2 Chronicles 32:7–8
  7. 8 2 Chronicles 12:3; 2 Chronicles 13:16; 2 Chronicles 14:9–12; 2 Chronicles 16:7; 2 Chronicles 13:18
  8. 9 1 Peter 3:12; Proverbs 15:3; Jeremiah 16:17; Proverbs 5:21; Psalm 34:15
  9. 10 2 Chronicles 18:26; 2 Samuel 24:10–14; Jeremiah 29:26; 2 Samuel 11:4; 2 Chronicles 26:19
  10. 11 1 Kings 15:23–24; 2 Chronicles 25:26; 2 Chronicles 27:7; 2 Chronicles 26:22; 2 Chronicles 35:27
  11. 12 Jeremiah 17:5; Mark 5:26; 2 Chronicles 28:22; 2 Chronicles 16:9; 1 Chronicles 10:14
  12. 13 1 Kings 15:24
  13. 14 Jeremiah 34:5; Genesis 50:2; 2 Chronicles 21:19; Mark 16:1; Ecclesiastes 10:1

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences