1 Ὢν ὀκτὼ ἐτῶν Ἰωσίας ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. 2 Καὶ ἐποίησε τὸ εὐθὲς ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινε δεξιὰ καὶ ἀριστερά. 3 Καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν, καὶ τῶν ἄλσεων, καὶ ἀπὸ τῶν περιβωμίων, καὶ ἀπὸ τῶν χωνευτῶν. 4 Καὶ κατέσπασε τὰ κατὰ πρόσωπον αὐτοῦ θυσιαστήρια τῶν Βααλὶμ, καὶ τὰ ὑψηλὰ τὰ ἐπʼ αὐτῶν· καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, καὶ τὰ χωνευτὰ συνέτριψε, καὶ ἐλέπτυνε καὶ ἔῤῥιψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς. 5 Καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθάρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ, 6 καὶ ἐν πόλεσι Μανασσῆ, καὶ Ἐφραὶμ, καὶ Συμεὼν, καὶ Νεφθαλὶ, καὶ τοῖς τόποις αὐτῶν κύκλῳ. 7 Καὶ κατέσπασε τὰ θυσιαστήρια, καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραὴλ, καὶ ἀπέστρεψεν εἰς Ἱερουσαλήμ. 8 Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ τῆς βασιλείας αὐτοῦ τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον, ἀπέστειλε τὸν Σαφὰν υἱὸν Ἐσελία, καὶ τὸν Μαασὰ ἄρχοντα τῇς πόλεως, καὶ τὸν Ἰουὰχ υἱὸν Ἰωάχαζ τὸν ὑπομνηματογράφον αὐτοῦ, κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ Θεοῦ αὐτοῦ. 9 Καὶ ἦλθον πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν, καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἶκον Θεοῦ, ὃ συνήγαγον οἱ Λευῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασσῆ καὶ Ἐφραὶμ, καὶ τῶν ἀρχόντων, καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ἰσραὴλ, καὶ υἱῶν Ἰούδα καὶ Βενιαμὶν, καὶ οἰκούντων ἐν Ἱερουσαλήμ. 10 Καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα, οἱ καθεσταμένοι ἐν οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα οἳ ἐποίουν ἐν οἴκῳ Κυρίου, ἐπισκευάσαι καὶ κατισχύσαι τὸν οἶκον. 11 Καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις, ἀγοράσαι λίθους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους, οὓς ἐξωλόθρευσαν βασιλεῖς Ἰούδα. 12 Καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων· καὶ ἐπʼ αὐτῶν ἐπίσκοποι, Ἰὲθ καὶ Ἀβδίας οἱ Λευῖται ἐξ υἱῶν Μεραρὶ, καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καὰθ ἐπισκοπεῖν, καὶ πᾶς Λευίτης, καὶ πᾶς συνιὼν ἐν ὀργάνοις ᾠδῶν. 13 Καὶ ἐπὶ τῶν νωτοφόρων, καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα, ἐργασίᾳ καὶ ἐργασίᾳ· καὶ ἀπὸ τῶν Λευιτῶν γπαμματεῖς καὶ κριταὶ καὶ πυλωροί. 14 Καὶ ἐν τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον Κυρίου, εὗρε Χελκίας ὁ ἱερεὺς βιβλίον νόμου Κυρίου διὰ χειρὸς Μωυσῆ. 15 Καὶ ἀπεκρίθη Χελκίας, καὶ εἶπε πρὸς Σαφὰν τὸν γραμματέα, βιβλίον νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον τῷ Σαφάν. 16 Καὶ εἰσήνεγκε Σαφὰν τὸ βιβλίον πρὸς τὸν βασιλέα, καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον, πᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδων σον τῶν ποιούντων. 17 Καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου, καὶ ἔδωκαν ἐπὶ χεῖρα τῶν ἐπισκόπων, καὶ ἐπὶ χεῖρα τῶν ποιούντων τὴν ἐργασίαν. 18 Καὶ ἀπήγγειλε Σαφὰν ὁ γραμματεὺς τῷ βασιλεῖ λόγον, λέγων, βιβλίον δέδωκέ μοι Χελκίας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφὰν ἐναντίον τοῦ βασιλέως. 19 Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόηους τοῦ νόμου, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ. 20 Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ καὶ τῷ Ἀχικὰμ υἱῷ Σαφὰν καὶ τῷ Ἀβδὸμ υἱῷ Μιχαία καὶ τῷ Σαφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαΐᾳ παιδὶ τοῦ βασιλέως, λέγων, 21 πορεύθητε, ζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ἰσραὴλ καὶ Ἰούδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος, ὅτι μέγας ὁ θυμὸς Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου, τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. 22 Καὶ ἐπορεύθη Χελκίας, καὶ οἷς εἶπεν ὁ βασιλεὺς, πρὸς Ὀλδὰν τὴν προφῆτιν, γυναῖκα Σελλὴμ υἱοῦ Θεκωὲ υἱοῦ Ἀρὰς, φυλάσσουσαν τὰς ἐντολὰς, καὶ αὕτη κατῴκει ἐν Ἱερουσαλὴμ ἐν μασαναὶ, καὶ ἐλάλησαν αὐτῇ κατὰ ταῦτα. 23 Καὶ εἶπεν αὐτοῖς, οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρὸς μὲ, 24 οὕτω λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ, τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως Ἰούδα, 25 ἀνθʼ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίασαν θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσίν με ἐν πᾶσιν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ, καὶ οὐ σβεσθήσεται. 26 Καὶ ἐπὶ βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν Κύριον, οὕτως ἐρεῖτε αὐτῷ, οὕτω λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, τοὺς λόγους οὓς ἤκουσας, 27 καὶ ἐνετράπη ἡ καρδία σου, καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὸν, καὶ ἐταπεινώθης ἐναντίον μου, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος. 28 Ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ προστεθήσῃ πρὸς τὰ μνήματά σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πᾶσι τοῖς κακοῖς οἷς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν. Καὶ ἀπέδωκαν τῷ βασιλεῖ λόγον. 29 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς, καὶ συνήγαγε τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἱερουσαλήμ. 30 Καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας λόγους βιβλίου τῆς διαθήκης τοὺς εὑρεθέντας ἐν οἴκῳ Κυρίου. 31 Καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στύλον, καὶ διέθετο διαθήκην ἐναντίον Κυρίου, τοῦ πορευθῆναι ἐνώπιον Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, καὶ μαρτύρια, καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ, καὶ ἐν ὅλῃ ψυχῇ, ὥστε ποιεῖν τοὺς λόγους τῆς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ τούτῳ. 32 Καὶ ἔστησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ Βενιαμίν· καὶ ἐποίησαν οἱ κατοικοῦντες Ἱερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου Θεοῦ πατέρων αὐτῶν. 33 Καὶ περιεῖλεν Ἰωσίας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς, ἣ ἦν υἱῶν Ἰσραὴλ, καὶ ἐποίησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ ἐν Ἰσραὴλ, τοῦ δουλεύειν Κυρίῳ Θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθε Κυρίου Θεοῦ πατέρων αὐτοῦ.
2 Chronicles · Brenton's Greek Septuagint
2 Chronicles 34 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Achbor
Son of Micaiah, one of those Josiah sent to inquire of the LORD about the Book of the Law.
Cited in the guide: 2 Kings 22:12; 2 Kings 22:14; 2 Chronicles 34:20
Asaiah
The servant of the king, sent with Hilkiah and others to inquire of the LORD about the Book of the Law.
Cited in the guide: 2 Kings 22:12; 2 Kings 22:14; 2 Chronicles 34:20
Azaliah
Named as the father of Shaphan the scribe and the son of Meshullam.
Cited in the guide: 2 Kings 22:3; 2 Chronicles 34:8
Harhas
Named as the father of Tikvah and grandfather of Shallum, Huldah's husband.
Cited in the guide: 2 Kings 22:14; 2 Chronicles 34:22
Huldah
A prophetess living in Jerusalem's Second District, the wife of Shallum the keeper of the wardrobe, who told Josiah's envoys that calamity would come but that he would be gathered…
Cited in the guide: 2 Kings 22:14; 2 Kings 22:15; 2 Chronicles 34:22
Jahath
Merarite Levite who oversaw the repair work on the house of the LORD under Josiah.
Cited in the guide: 2 Chronicles 34:12
Joah
Son of Joahaz, the recorder sent by Josiah to repair the temple.
Cited in the guide: 2 Chronicles 34:8
Joahaz
Named as the father of Joah the recorder.
Cited in the guide: 2 Chronicles 34:8
Josiah
The boy king who rediscovered the Law and led Judah's last great reform.
Cited in the guide: 2 Kings 22-23; 2 Chron. 34-35; Matt. 1:10-11
Maaseiah
Governor of the city sent by Josiah with Shaphan and Joah to repair the temple.
Cited in the guide: 2 Chronicles 34:8
Meshullam
Kohathite Levite who oversaw the repair work on the house of the LORD under Josiah.
Cited in the guide: 2 Chronicles 34:12
Micaiah
Named as the father of Achbor, one of Josiah's officials.
Cited in the guide: 2 Kings 22:12; 2 Chronicles 34:20
Obadiah
Merarite Levite who oversaw the repair work on the house of the LORD under Josiah.
Cited in the guide: 2 Chronicles 34:12
Shallum
Son of Tikvah, the son of Harhas, the keeper of the wardrobe and husband of the prophetess Huldah.
Cited in the guide: 2 Kings 22:14; 2 Chronicles 34:22
Tikvah
Named as the father of Shallum, Huldah's husband, and the son of Harhas.
Cited in the guide: 2 Kings 22:14; 2 Chronicles 34:22
Zechariah
Kohathite Levite who oversaw the repair work on the house of the LORD under Josiah.
Cited in the guide: 2 Chronicles 34:12
Cross references (31)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Zephaniah 1:1; Jeremiah 1:2; 1 Chronicles 3:14–15; 2 Chronicles 24:1; 2 Chronicles 33:25
- 2 2 Chronicles 29:2; Joshua 1:7; 2 Chronicles 14:2; Deuteronomy 28:14; Deuteronomy 5:32
- 3 2 Chronicles 33:22; 2 Chronicles 15:2; Proverbs 8:17; 2 Chronicles 33:17; 2 Kings 23:4
- 4 Exodus 32:20; Leviticus 26:30; 2 Kings 23:4–6; Isaiah 27:9; 2 Kings 23:11–12
- 5 1 Kings 13:2; Jeremiah 8:1–2; 2 Kings 23:16; Jeremiah 3:10; Ezekiel 22:24
- 6 Isaiah 7:25; 2 Kings 23:15–20; 2 Chronicles 30:10–11; 2 Chronicles 31:1; 1 Samuel 13:20–21
- 7 2 Chronicles 31:1; Deuteronomy 9:21; 2 Chronicles 34:1
- 8 2 Samuel 8:16; Jeremiah 29:3; Jeremiah 26:24; Jeremiah 1:2–3; Jeremiah 40:11
- 9 2 Chronicles 30:18; 2 Chronicles 30:10; 2 Chronicles 35:8; 2 Chronicles 34:18; Philippians 4:8
- 10 2 Kings 12:11–12; Ezra 3:7; 2 Kings 22:5–6; 2 Kings 12:14
- 11 2 Chronicles 33:4–7; 2 Chronicles 33:22
- 12 2 Kings 12:15; 1 Chronicles 23:5; 1 Corinthians 4:2; 2 Kings 22:7; 1 Chronicles 16:4–5
- 13 Nehemiah 4:10; 2 Chronicles 2:18; 1 Chronicles 26:29–30; 1 Chronicles 15:18; 1 Chronicles 9:17
- 14 Ezra 7:10; Leviticus 8:36; Luke 2:39; 2 Chronicles 31:4; 2 Chronicles 12:1
- 16 2 Kings 22:9–10; Jeremiah 36:20–21
- 18 Deuteronomy 17:19; Joshua 1:8; Jeremiah 36:20–21; Psalm 119:46; Psalm 119:97–99
- 19 Joshua 7:6; 2 Kings 22:19; Romans 7:7–11; Joel 2:13; 2 Kings 19:1
- 20 2 Kings 22:12; Jeremiah 26:22; Jeremiah 40:9; 2 Kings 25:22; Jeremiah 26:24
- 21 2 Chronicles 28:6; Ezekiel 14:1–11; Jeremiah 21:2; Isaiah 37:2–4; Deuteronomy 29:18–28
- 22 Exodus 15:20; Luke 2:36; 2 Kings 22:14; Acts 21:9; Luke 1:41–45
- 23 Jeremiah 21:3–7; 2 Kings 22:15–20; Jeremiah 37:7–10
- 24 2 Chronicles 36:14–20; Deuteronomy 28:15–68; Joshua 23:16; Isaiah 5:4–6; Jeremiah 36:31
- 25 Jeremiah 7:20; Mark 9:43–48; Nahum 1:6; Ezekiel 20:48; 2 Chronicles 33:3–9
- 26 2 Chronicles 34:23; 2 Chronicles 34:21
- 27 2 Chronicles 32:26; Psalm 34:18; Ezekiel 9:4; 2 Chronicles 34:19; Isaiah 65:24
- 28 Isaiah 39:8; Psalm 37:37; 2 Chronicles 35:24; Jeremiah 15:1; 1 Kings 21:29
- 29 2 Kings 23:1–3; 1 Samuel 12:23; 1 Chronicles 29:2–9; Mark 14:8; 2 Chronicles 30:2
- 30 2 Kings 23:2; Exodus 24:7; Nehemiah 8:1–5; 2 Chronicles 34:18–19; Jeremiah 31:31–32
- 31 2 Chronicles 23:16; 2 Chronicles 15:12; 2 Chronicles 29:10; 2 Chronicles 6:13; 2 Kings 11:14
- 32 2 Chronicles 33:16; 2 Chronicles 29:29; Genesis 18:19; 2 Chronicles 30:12; Jeremiah 3:10
- 33 2 Chronicles 34:3–7; Joshua 24:31; 2 Kings 23:4–20; 1 Kings 11:5–7; Jeremiah 3:10
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences