Skip to the text

2 Chronicles · Brenton's Greek Septuagint

2 Chronicles 35 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐποίησεν Ἰωσίας τὸ φασὲχ τῷ Κυρίῳ Θεῷ αὐτοῦ, καὶ ἔθυσε τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου. 2 Καὶ ἔστησε τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν, καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου Κυρίου. 3 Καὶ εἶπε τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ἰσραὴλ, τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ Κυρίῳ· καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον ὃν ᾠκοδόμησε Σαλωμὼν υἱὸς Δαυὶδ τοῦ βασιλέως Ἰσραήλ. καὶ εἶπεν ὁ βασιλεὺς, οὐκ ἔστιν ὑμῖν ἐπʼ ὤμων ἆραι οὐδέν· νῦν οὖν λειτουργήσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ τῷ λαῷ αὐτοῦ Ἰσραήλ. 4 Καὶ ἑτοιμάσθητε κατʼ οἴκους πατριῶν ὑμῶν, καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν, κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως Ἰσραὴλ, καὶ διὰ χειρὸς Σαλωμὼν υἱοῦ αὐτοῦ. 5 Καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις. 6 Καὶ θύσατε τὸ φασὲκ, καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν, τοῦ ποιῆσαι κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ. 7 Καὶ ἀπήρξατο Ἰωσίας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα, καὶ ἀμνοὺς, καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα εἰς τὸ φασὲκ, καὶ πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας, καὶ μόσχων τρεῖς χιλιάδας, ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως. 8 Καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις· ἔδωκε δὲ Χελκίας καὶ Ζαχαρίας καὶ Ἰεϊὴλ οἱ ἄρχοντες τοῖς ἱερεῦσιν οἴκου Θεοῦ, καὶ ἔδωκαν εἰς τὸ φασὲκ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους διαχίλια ἑξακόσια, καὶ μόσχους τριακοσίους. 9 Καὶ Χωνενίας, καὶ Βαναίας, καὶ Σαμαίας, καὶ Ναθαναὴλ ἀδελφὸς αὐτοῦ, καὶ Ἀσαβίας, καὶ Ἰεϊὴλ, καὶ Ἰωζαβὰδ, ἄρχοντες τῶν Λευιτῶν, ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασὲχ πρόβατα πεντακισχίλια, καὶ μόσχους πεντακοσίους. 10 Καὶ κατωρθώθη ἡ λειτουργεία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν, καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως. 11 Καὶ ἔθυσαν τὸ φασὲκ, καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευῖται ἐξέδειραν. 12 Καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατʼ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ, τοῦ προσάγειν τῷ Κυρίῳ, ὡς γέγραπται ἐν βίβλῳ Μωυσῆ· καὶ οὕτως εἰς τὸ πρωΐ. 13 Καὶ ὤπτησαν τὸ φασὲκ ἐν πυρὶ κατὰ τὴν κρίσιν, καὶ τὰ ἅγια ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησι, καὶ εὐωδώθη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ. 14 Καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα ἕως νυκτὸς, καὶ οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς, καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών. 15 Καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυὶδ, καὶ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθὼμ οἱ προφῆται τοῦ βασιλέως· καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας τῶν ἁγίων, ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς. 16 Καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασὲκ, καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ἰωσίου. 17 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες τὸ φασὲκ ἑν τῷ καιρῷ ἐκείνῳ, καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας. 18 Καὶ οὐκ ἐγένετο φασὲκ ὅμοιον αὐτῷ ἐν Ἰσραὴλ, ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραὴλ· οὐκ ἐποίησαν τὸ φασὲκ ὃ ἐποίησεν Ἰωσίας, καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ πᾶς Ἰούδα καὶ Ἰσραὴλ ὁ εὑρεθεὶς, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ, τῷ Κυρίῳ. 19 Τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου ἐποιήθη τὸ φασὲκ τοῦτο· μετὰ ταῦτα πάντα ἃ ἔδρασεν Ἰωσίας ἐν τῷ οἴκῳ, 19a καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρησὶμ ἃ ἦν ἐν γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ, ἐνεπύρισεν ὁ βασιλεὺς Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου· 19b ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετʼ αὐτὸν οὐκ ἀνέστη ὅμοιος· 19c πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰούδα, ἐπὶ πάντα τὰ παροργίσματα αὐτοῦ ἂ παρώργισε Μανασσῆς· 19d καὶ εἶπε Κύριος, καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραὴλ, καὶ ἀπωσάμην τὴν πόλιν ἣν ἐξελεξάμην τὴν Ἱερουσαλὴμ, καὶ τὸν οἶκον ὃν εἶπα, ἔσται τὸ ὄνομά μου ἐκεῖ. 20 Καὶ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσίας εἰς συνάντησιν αὐτῷ. 21 Καὶ ἀπέστειλε πρὸς αὐτὸν ἀγγέλους, λέγων, τί ἐμοὶ καὶ σοί βασιλεῦ Ἰούδα; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι· καὶ ὁ Θεὸς εἶπε τοῦ κατασπεῦσαι με· πρόσεχε ἀπὸ τοῦ Θεοῦ τοῦ μετʼ ἐμοῦ, μὴ καταφθείρῃ σε. 22 Καὶ οὐκ ἀπέστρεψεν Ἰωσίας τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτοῦ, ἀλλʼ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη, καὶ οὐκ ἤκουσε τῶν λόγων Νεχαὼ διὰ στόματος Θεοῦ, καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδδώ. 23 Καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσίαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ, ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα. 24 Καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος, καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἀπέθανε, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ· καὶ πᾶς Ἰούδα καὶ Ἱερουσαλὴμ ἐπένθησαν ἐπὶ Ἰωσίαν. 25 Καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσίαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσίαν ἕως τῆς σήμερον· καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ἰσραὴλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων. 26 Καὶ ἦσαν οἱ λοιποὶ λόγοι Ἰωσίου καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ Κυρίου· 27 καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Conaniah

    Levite officer who gave Passover offerings

    Officer of the Levites who with his brothers donated 5,000 Passover offerings and 500 bulls to the Levites at Josiah's Passover.

    Cited in the guide: 2 Chronicles 35:9

  • Hashabiah

    Levite officer who gave Passover offerings

    Officer of the Levites who donated Passover offerings at Josiah's Passover.

    Cited in the guide: 2 Chronicles 35:9

  • Jehiel

    Administrator of the house of God

    One of the administrators of the house of God who gave the priests 2,600 Passover offerings and 300 bulls at Josiah's Passover.

    Cited in the guide: 2 Chronicles 35:8

  • Jeiel

    Levite officer who gave Passover offerings

    Officer of the Levites who donated Passover offerings at Josiah's Passover.

    Cited in the guide: 2 Chronicles 35:9

  • Jeremiah

    Prophet who lamented Josiah

    Prophet who lamented over Josiah and whom Zedekiah refused to humble himself before; the exile fulfilled the word of the LORD through him.

    Cited in the guide: 2 Chronicles 35:25; 2 Chronicles 36:12; 2 Chronicles 36:22

  • Josiah

    King of Judah

    The boy king who rediscovered the Law and led Judah's last great reform.

    Cited in the guide: 2 Kings 22-23; 2 Chron. 34-35; Matt. 1:10-11

  • Jozabad

    Levite officer who gave Passover offerings

    Officer of the Levites who donated Passover offerings at Josiah's Passover.

    Cited in the guide: 2 Chronicles 35:9

  • Nethanel

    Levite officer who gave Passover offerings

    Brother of Conaniah and an officer of the Levites who donated Passover offerings at Josiah's Passover.

    Cited in the guide: 2 Chronicles 35:9

  • Shemaiah

    Levite officer who gave Passover offerings

    Brother of Conaniah and an officer of the Levites who donated Passover offerings at Josiah's Passover.

    Cited in the guide: 2 Chronicles 35:9

  • Zechariah

    Administrator of the house of God

    One of the administrators of the house of God who gave the priests 2,600 Passover offerings and 300 bulls at Josiah's Passover.

    Cited in the guide: 2 Chronicles 35:8

Cross references (25)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Exodus 12:6; Numbers 9:3; Ezra 6:19; 2 Kings 23:21–23; Ezekiel 45:21
  2. 2 2 Chronicles 31:2; 1 Chronicles 22:19; 2 Chronicles 23:8; 1 Chronicles 24:1–31; 2 Chronicles 29:5–11
  3. 3 1 Chronicles 23:26; Deuteronomy 33:10; Malachi 2:7; 2 Chronicles 30:22; 2 Chronicles 17:8–9
  4. 4 2 Chronicles 8:14; 1 Chronicles 23:1–26; 1 Chronicles 24:1; 1 Chronicles 9:10–34; Nehemiah 11:10–20
  5. 5 Psalm 134:1; Ezra 6:18; Psalm 135:2
  6. 6 2 Chronicles 29:5; Hebrews 9:13–14; 2 Chronicles 29:15; Job 1:5; Exodus 12:6
  7. 7 1 Kings 8:63; 2 Chronicles 30:24; 2 Chronicles 7:8–10; 2 Chronicles 31:3; 1 Chronicles 29:3
  8. 8 2 Chronicles 29:31–33; 2 Chronicles 34:14–20; Acts 2:44–45; 2 Corinthians 9:7; 1 Chronicles 29:6–9
  9. 9 Micah 6:6–8; Isaiah 1:10–15; 2 Chronicles 31:12; Jeremiah 3:10; Jeremiah 7:21–28
  10. 10 2 Chronicles 30:16; Ezra 6:18; 2 Chronicles 35:4–5
  11. 11 2 Chronicles 29:34; Leviticus 1:5–6; 2 Chronicles 30:16; Numbers 18:3; 2 Chronicles 29:22–24
  12. 12 Leviticus 3:9–11; Leviticus 3:5; Leviticus 3:3; Leviticus 3:14–16
  13. 13 Exodus 12:8–9; 1 Samuel 2:13–15; Deuteronomy 16:7; Leviticus 6:28; Romans 12:11
  14. 14 Acts 6:2–4
  15. 15 1 Chronicles 25:1–7; 1 Chronicles 9:17–19; 1 Chronicles 26:12–19; Psalm 79:1; Psalm 78:1
  16. 17 Exodus 12:15–20; Exodus 13:6–7; Deuteronomy 16:3–4; Exodus 23:15; 2 Chronicles 30:21–23
  17. 18 2 Chronicles 30:5; 2 Kings 23:21–23; 2 Chronicles 30:26–27
  18. 20 2 Kings 23:29–30; Isaiah 10:9; Jeremiah 46:2–12
  19. 21 2 Chronicles 25:19; 2 Kings 18:25; Isaiah 36:10; John 2:4; 2 Samuel 16:10
  20. 22 Judges 5:19; 2 Chronicles 18:29; 1 Kings 22:30; 2 Chronicles 35:21; 1 Kings 14:2
  21. 23 1 Kings 22:34; 2 Kings 9:24; Lamentations 3:13; Genesis 49:23; 2 Kings 8:29
  22. 24 Zechariah 12:11; 2 Kings 23:30; Ecclesiastes 9:1–2; 2 Chronicles 34:28; Ecclesiastes 8:14
  23. 25 Jeremiah 22:10; Lamentations 4:20; Matthew 9:23; Jeremiah 9:17–21; Job 3:8
  24. 26 2 Chronicles 31:20; 2 Chronicles 32:32
  25. 27 2 Kings 21:25; 2 Chronicles 20:34; 2 Chronicles 32:32; 2 Chronicles 33:19; 2 Chronicles 25:26

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences