Skip to the text

2 Chronicles · Brenton's Greek Septuagint

2 Chronicles 10 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἦλθε Ῥοβοὰμ εἰς Συχὲμ, ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν. 2 Καὶ ἐγένετο ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως, καὶ κατῴκησεν Ἱεροβοὰμ ἐν Αἰγύπτῳ, καὶ ἀπέστρεψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου. 3 Καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν· καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία πρὸς Ῥοβοὰμ, λέγοντες, 4 ὁ πατήρ σου ἐσκλήρυνε τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς, καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι. 5 Καὶ εἶπεν αὐτοῖς, πορεύεσθε ἕως τριῶν ἡμερῶν, καὶ ἔρχεσθε πρὸς μέ· καὶ ἀπῆλθεν ὁ λαός. 6 Καὶ συνήγαγεν ὁ βασιλεὺς Ῥοβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον τοῦ Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῇν αὐτὸν, λέγων, πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον; 7 Καὶ ἐλάλησαν αὐτῷ, λέγοντες, ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ, καὶ εὐδοκήσῃς, καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθοὺς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας. 8 Καὶ κατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, οἳ συνεβουλεύσαντο αὐτῷ· καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετʼ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ. 9 Καὶ εἶπεν αὐτοῖς, τί ὑμεῖς βουλεύεσθε, καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἳ ἐλάλησαν πρὸς μὲ, λέγοντες, ἄνες ἀπὸ τοῦ ζυγοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφʼ ἡμᾶς; 10 Καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετʼ αὐτοῦ, λέγοντες, οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σὲ, λέγων, ὁ πατήρ σου ἐβάρυνε τὸν ζυγὸν ἡμῶν, καὶ σὺ ἄφες ἀφʼ ἡμῶν· οὕτως ἐρεῖς, ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου. 11 Καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, κᾀγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κᾀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 12 Καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶς ὁ λαὸς πρὸς Ῥοβοὰμ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐλάλησεν ὁ βασιλεὺς, λέγων, ἐπιστρέψατε πρὸς μὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. 13 Καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρὰ, καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων, 14 καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων, λέγων, ὁ πατήρ μου ἐβάρυνε τὸν ζυγὸν ὑμῶν, καὶ ἐγὼ προσθήσω ἐπʼ αὐτόν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 15 Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ Θεοῦ, λέγων, ἀνέστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχία τοῦ Σηλωνίτου περὶ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ 16 καὶ παντὸς Ἰσραὴλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν· καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα, λέγων, τίς ἡμῶν ἡ μερὶς ἐν Δαυὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαί; εἰς τὰ σκηνώματά σου, Ἰσραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ. 17 Καὶ ἄνδρες Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰούδα, καὶ ἐβασίλευσαν ἐπʼ αὐτῶν Ῥοβοάμ. 18 Καὶ ἀπέστειλεν ἐπʼ αὐτοὺς Ῥοβοὰμ ὁ βασιλεὺς τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ἰσραὴλ λίθοις, καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔσπευσε τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα, τοῦ φυγεῖν εἰς Ἱερουσαλήμ. 19 Καὶ ἠθέτησεν Ἰσραὴλ ἐν τῷ οἴκῳ Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Adoram

    Over the forced labor

    Listed in David's administration as the official in charge of the forced labor.

    Cited in the guide: 2 Samuel 20:24; 1 Kings 12:18; 2 Chronicles 10:18

  • Rehoboam

    King of Judah

    His harsh answer to the people split the kingdom of Israel in two.

    Cited in the guide: 1 Kings 12; 14:21-31; 2 Chron. 10-12; Matt. 1:7

Cross references (19)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Kings 12:1–20; 1 Kings 4:1; Matthew 1:7; 1 Chronicles 3:10; Judges 9:1
  2. 2 1 Kings 11:40; 1 Kings 12:2; 1 Kings 11:26; 1 Kings 11:28
  3. 3 1 Kings 12:3
  4. 4 1 Kings 12:4; 1 Samuel 8:11–18; Exodus 1:13–14; Exodus 2:23; 1 John 5:3
  5. 5 1 Kings 12:5; Proverbs 3:28
  6. 6 Job 32:7; Job 12:12–13; 2 Samuel 16:20; Proverbs 12:15; Jeremiah 42:2–5
  7. 7 Proverbs 15:1; Genesis 49:21; 1 Kings 12:7; 2 Samuel 15:2–6
  8. 8 2 Samuel 17:14; Proverbs 1:25; Proverbs 9:9; 2 Chronicles 25:15–16; Proverbs 19:20
  9. 9 2 Chronicles 10:6; 2 Samuel 17:5–6; 1 Kings 22:6–8
  10. 10 Proverbs 18:6–7; Proverbs 29:23; Isaiah 19:11–13; Proverbs 28:25; 2 Samuel 17:7–13
  11. 11 Exodus 1:13–14; Matthew 11:29; Revelation 9:5; Isaiah 47:6; Revelation 9:10
  12. 12 2 Chronicles 10:5; 1 Kings 12:12–15
  13. 13 1 Kings 20:6–11; Proverbs 15:1; 1 Samuel 25:10–11; Proverbs 19:27; Genesis 42:7
  14. 14 Ecclesiastes 10:16; James 3:14–4:2; Ecclesiastes 2:19; Proverbs 12:5; Daniel 6:7
  15. 15 1 Kings 11:29–39; 1 Samuel 2:25; 2 Chronicles 25:16–20; Acts 2:23; 1 Kings 12:15
  16. 16 2 Samuel 20:1; 2 Chronicles 10:19; Luke 19:27; 1 Chronicles 17:14; Psalm 2:1–6
  17. 17 1 Kings 11:36; 2 Chronicles 11:1; 1 Kings 12:17
  18. 18 1 Kings 5:14; 1 Kings 4:6; 2 Chronicles 24:21; Acts 7:57–58
  19. 19 2 Chronicles 10:16; 2 Kings 17:21–23; 1 Kings 12:19–20; Ezra 9:7; Psalm 89:30

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences