Skip to the text

2 Chronicles · Brenton's Greek Septuagint

2 Chronicles 14 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὐτοῦ. 2 Καὶ ἀπέστησε τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξέκοψε τὰ ἄλση, 3 καὶ εἶπε τῷ Ἰούδα ἐκζητῆσαι τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτῶν, καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς. 4 Καὶ ἀπέστησεν ἀπὸ πασῶν πόλεων Ἰούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσε πόλεις τειχήρεις ἐν γῇ Ἰούδα, 5 ὅτι εἰρήνευσεν ἡ γῆ, καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσι τούτοις, ὅτι κατέπαυσε Κύριος αὐτῷ. 6 Καὶ εἶπε τῷ Ἰούδα, οἰκοδομήσωμεν τὰς πόλεις ταύτας, καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς, ἐνώπιον τῆς γῆς κυριεύσομεν· ὅτι καθὼς ἐξεζητήσαμεν Κύριον τὸν Θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς, καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν, καὶ εὐώδωσεν ἡμῖν. 7 Καὶ ἐγένετο δύναμις τῷ Ἀσὰ ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ἰούδα τριακόσιαι χιλιάδες, καὶ ἐν γῇ Βενιαμὶν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως. 8 Καὶ ἐξῆλθεν ἐπʼ αὐτοὺς Ζαρὲ ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρησά. 9 Καὶ ἐξῆλθεν Ἀσὰ εἰς συνάντησιν αὐτῷ, καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ Βοῤῥᾶν Μαρησά. 10 Καὶ ἐβόησεν Ἀσὰ πρὸς Κύριον Θεὸν αὐτοῦ, καὶ εἶπε, Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποιθαμεν, καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος. 11 Καὶ ἐπάταξε Κύριος τοὺς Αἰθίοπας ἐναντίον Ἰούδα, καὶ ἔφυγον Αἰθίοπες, 12 καὶ κατεδίωξεν αὐτοὺς Ἀσὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ· καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ, καὶ ἐσκύλευσαν σκῦλα πολλά. 13 Καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδὼρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπʼ αὐτοὺς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς. 14 Καί γε σκηνὰς κτήσεων, καὶ τοὺς Ἀλιμαζονεῖς ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους, καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλήμ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Asa

    King of Judah

    A reforming king who tore down idols and trusted the LORD against vast armies.

    Cited in the guide: 1 Kings 15:9-24; 2 Chron. 14-16; Matt. 1:7-8

  • Zerah

    Cushite commander defeated by Asa

    Cushite who came against Judah with an army of a million men and 300 chariots and was defeated by Asa near Mareshah.

    Cited in the guide: 2 Chronicles 14:9

Cross references (14)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Kings 2:10; 1 Kings 15:8–24; 1 Kings 14:31; 2 Chronicles 9:31; 1 Chronicles 3:10
  2. 2 1 Kings 15:11; Luke 1:75; 1 Kings 15:14; 2 Chronicles 31:20
  3. 3 Deuteronomy 7:5; 2 Kings 23:14; Exodus 34:13; 1 Kings 15:12–14; 2 Chronicles 15:17
  4. 4 2 Chronicles 29:21; 2 Chronicles 29:30; Psalm 101:2–8; 2 Chronicles 29:27; Psalm 119:10
  5. 5 2 Chronicles 34:4; 2 Chronicles 34:7
  6. 6 2 Chronicles 15:15; 1 Chronicles 22:9; Judges 3:11; 2 Chronicles 11:5–12; Job 34:29
  7. 7 1 Peter 3:12; 2 Chronicles 14:6; John 12:35–36; 1 Chronicles 28:9; Jeremiah 29:12–14
  8. 8 2 Chronicles 13:3; 2 Chronicles 11:1; 2 Chronicles 17:14–19; 2 Chronicles 25:5
  9. 9 2 Chronicles 16:8; 2 Chronicles 11:8; Joshua 15:44; 2 Chronicles 12:2–3; 2 Kings 19:9
  10. 10 Judges 1:17; Joshua 19:4
  11. 11 Jeremiah 1:19; 2 Corinthians 12:9–10; Psalm 22:5; Psalm 20:7; 2 Chronicles 13:14
  12. 12 2 Chronicles 13:15; 1 Corinthians 15:57; Psalm 60:12; 1 Corinthians 9:26; Joshua 10:10
  13. 13 Genesis 10:19; Genesis 20:1; Genesis 26:1; 2 Chronicles 14:14; Joshua 5:14
  14. 14 2 Chronicles 17:10; Genesis 35:5; 2 Chronicles 20:29; Psalm 68:12; Judges 14:19

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences