Skip to the text

Sirach · Brenton's Greek Septuagint

Sirach 20 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

Sirach is not in RV1909.

LXX Brenton's Greek Septuagint
RV1909 Reina-Valera 1909
1 Ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος.
·
2 Ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι,
·
3 καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται.
·
4 Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεανίδα, οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα.
·
5 Εστι σιωπῶν εὑρισκόμενος σοφὸς, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς.
·
6 Ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστι σιωπῶν εἰδὼς καιρόν.
·
7 Ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν.
·
8 Ὁ πλεονάζων λόγῳ βδελυχθήσεται, καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται.
·
9 Ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί, καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν.
·
10 Ἔστι δόσις ἣ οὐ λυσιτελήσει σοι, καὶ ἔστι δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν.
·
11 Ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ᾖρε κεφαλήν.
·
12 Ἔστιν ἀγοράζων πολλὰ ὀλίγου, καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον.
·
13 Ὁ σοφὸς ἐν λόγῳ ἑαυτὸν προσφιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυθήσονται.
·
14 Δόσις ἄφρονος οὐ λυσιτελήσει σοι, οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθʼ ἑνὸς πολλοί.
·
15 Ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει, καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κήρυξ· σήμερον δανειεῖ καὶ αὔριον ἀπαιτήσει· μισητὸς ἄνθρωπος ὁ τοιοῦτος.
·
16 Μωρὸς ἐρεῖ, οὐχ ὑπάρχει μοι φίλος, καὶ οὐκ ἔστι χάρις τοῖς ἀγαθοῖς μου· οἱ ἔσθοντες τὸν ἄρτον μου, φαῦλοι γλώσσῃ.
·
17 Ποσάκις, καὶ ὅσοι καταγελάσονται αὐτοῦ;
·
18 Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης, οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει.
·
19 Ἄνθρωπος ἄχαρις, μύθος ἄκαιρος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
·
20 Ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολὴ, οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.
·
21 Ἔστι κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται.
·
22 Ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ διʼ αἰσχύνην, καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν.
·
23 Ἔστι χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν.
·
24 Μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
·
25 Αἱρετὸν κλέπτης, ἢ ὁ ἐνδελεχίζων ψεύδει, ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν.
·
26 Ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετʼ αὐτοῦ ἐνδελεχῶς. ΛΟΓΟΙ ΠΑΡΑΒΟΛΩΝ.
·
27 Ο σοφὸς ἐν λόγοις προάξει ἑαυτὸν, καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν.
·
28 Ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θημωνίαν αὐτοῦ, καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν.
·
29 Ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς.
·
30 Σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις;
·
31 Κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
·

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 20:4 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXIII)

    For he hath plenty, and is with her, but cannot satisfy all his desire; but the same result takes place as some wise man mentions; "The lust of eunuch to deflower a virgin;" and, "Like an eunuch embracing a virgin and groaning;" so are all the rich.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)