Skip to the text

Sirach · Brenton's Greek Septuagint

Sirach 43 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

Sirach is not in RV1909.

LXX Brenton's Greek Septuagint
RV1909 Reina-Valera 1909
1 Γαυρίαμα ὕψους, στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.
·
2 Ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ, σκεῦος θαυμαστὸν, ἔργον ὑψίστου.
·
3 Ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;
·
4 Κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐμφυσῶν, καὶ ἐκλάμπων ἀκτίνας ἀμαυροῖ ὀφθαλμούς.
·
5 Μέγας Κύριος ὁ ποιήσας αὐτὸν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε πορείαν.
·
6 Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων, καὶ σημεῖον αἰῶνος.
·
7 Ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας.
·
8 Μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει· σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων·
·
9 κάλλος οὐρανοῦ, δόξα ἄστρων, κόσμος φωτίζων, ἐν ὑψίστοις Κύριος.
·
10 Ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα, καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν.
·
11 Ἴδε τόξον, καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ, σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ.
·
12 Ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ὑψίστου ἐτάννυσαν αὐτό.
·
13 Προστάγματι αὐτοῦ κατέσπευσε χιόνα, καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ.
·
14 Διὰ τοῦτο ἠνεῴχθησαν θησαυροὶ, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά.
·
15 Ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσε νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης.
·
16 Καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι πνεύσεται νότος.
·
17 Φωνὴ βροντῆς αὐτοῦ ὠδίνησε γῆν, καὶ καταιγὶς Βορέου καὶ συστροφὴ πνεύματος· ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς.
·
18 Κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμὸς, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία.
·
19 Καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα.
·
20 Ψυχρὸς ἄνεμος Βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἀφʼ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ.
·
21 Καταφάγεται ὄρη, καὶ ἔρημον ἐκκαύσει, καὶ ἀποσβέσει χλόην ὡς πῦρ.
·
22 Ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.
·
23 Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον, καὶ ἐφύτευσεν αὐτὴν Ἰησοῦς.
·
24 Οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίῳν ἡμῶν θαυμάζομεν.
·
25 Καὶ ἐκεῖ τὰ παρὰδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζώου, κτίσις κητῶν.
·
26 Διʼ αὐτὸν εὐοδία τέλος αὐτοὺ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται πάντα.
·
27 Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλεια λόγων τὸ πᾶν ἐστιν αὐτός.
·
28 Δοξάζοντες ποῦ ἰσχύσωμεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ.
·
29 Φοβερὸς Κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.
·
30 Δοξάζοντες Κύριον ὑψώσατε καθόσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύϊ, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε.
·
31 Τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλύνει αὐτὸν καθώς ἐστι;
·
32 Πολλὰ ἀπόκρυφά ἐστι μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ.
·
33 Πάντα γὰρ ἐποίησεν ὁ Κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν. ΠΑΤΕΡΩΝ ὝΜΝΟΣ.
·

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 43:30 Basil of Caesarea, On the Holy Spirit (Chapters XXVIII–XXIX)

    … powerless to express in words our gratitude for the benefits which we are actually receiving; for He "passes all understanding," and convicts speech of its natural inability even to approach His dignity in the least degree; as it is written in the Book of Wisdom, "Exalt Him as much as you can, for even yet will He far exceed; and …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)