Song of Songs · Brenton's Greek Septuagint
Song of Songs 7 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Song of Songs is not in PT1904.
1 Ἐπίστρεφε ἐπίστρεφε ἡ Σουναμίτις· ἐπίστρεφε ἐπίστρεφε, καὶ ὀφόμεθα ἐν σοί. Τί ὄψεσθε ἐν τῇ Σουναμίτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν.
·
2 Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ ναδάβ· ῥυθμοὶ μηρῶν ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου.
·
3 Ὀμφαλός σου κρατὴρ τορευτὸς, μὴ ὑστερούμενος κράμα· κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις.
·
4 Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος.
·
5 Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ.
·
6 Κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα· βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
·
7 Τί ὡραιώθης, καὶ τί ἡδύνθης ἀγάπη;
·
8 ἐν τρυφαῖς σου τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.
·
9 Εἶπα, ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,
·
10 καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν.
·
11 Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπʼ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.
·
12 Ἐλθὲ ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις.
·
13 Ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.
·
14 Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν· καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, ἐτήρησά σοι.
·
Cross references (13)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Psalm 45:13; Colossians 2:19; Daniel 2:32; Ephesians 6:15; Exodus 28:15
- 2 Romans 7:4; Jeremiah 1:5; Psalm 45:16; Proverbs 3:8; Song of Songs 5:14
- 3 Song of Songs 4:5; Song of Songs 6:6
- 4 Song of Songs 4:4; Song of Songs 4:8–9; Psalm 144:12; 1 Kings 22:39; 1 Kings 9:19
- 5 Isaiah 35:2; Song of Songs 4:1; Psalm 68:24; Genesis 32:26; Song of Songs 5:11
- 6 Song of Songs 4:10; Song of Songs 1:15–16; Psalm 45:11; Song of Songs 2:14; Isaiah 62:4–5
- 7 Song of Songs 4:5; Ephesians 4:13; Isaiah 66:10; Ephesians 3:17; Psalm 92:12
- 8 2 Corinthians 2:14; John 14:21–23; Song of Songs 4:16–5:1; Song of Songs 2:3; Song of Songs 1:3
- 9 Song of Songs 5:16; Isaiah 62:8–9; Zechariah 9:15–17; Acts 16:30–34; Hebrews 13:15
- 10 Psalm 45:11; Song of Songs 6:3; Song of Songs 2:16; Galatians 2:20; John 17:24
- 11 Song of Songs 4:8; Song of Songs 2:10–13; Song of Songs 1:4
- 12 Song of Songs 6:11; Ephesians 6:24; Song of Songs 7:6; 1 Thessalonians 3:5–6; 2 Corinthians 13:5
- 13 Genesis 30:14; Matthew 13:52; 1 Corinthians 2:9; 1 Corinthians 8:8–9; Romans 15:25–27
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences