1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· 2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. 3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν. 4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά. 5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς, 6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά. 8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα. 9 ὁ ἔχων ὦτα ἀκουέτω. 10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 11 ὁ δὲ ἀποκριθεὶς εἶπεν ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν. 14 καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. 15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν. 17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. 18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος. 19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. 20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν· 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. 22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23 ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα. 24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; 28 ὁ δὲ ἔφη αὐτοῖς Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι αὐτῷ λέγουσιν Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά; 29 ὁ δέ φησιν Οὔ, μή ποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· 30 ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου. 31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῖν ἐν τοῖς κλάδοις αὐτοῦ. 33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. 34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς· 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς. 36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου· 38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, 39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. 41 ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκουέτω. 44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. 45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν. 47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 51 Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ Ναί. 52 ὁ δὲ εἶπεν αὐτοῖς Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. 53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. 54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; 56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
Matthew · Nestle Greek New Testament (1904)
Matthew 13 Nestle Greek New Testament (1904)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
James
The Gospels name him first among Jesus' brothers (Matthew 13:55; Mark 6:3), and Paul calls him 'James, the Lord's brother' (Galatians 1:19); he led the church in Jerusalem and is…
Cited in the guide: Matthew 13:55; Acts 15; James 1:1
Joses
Named in the Gospels among Jesus' brothers: Joses in Mark 6:3, Joseph in Matthew 13:55. The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of…
Cited in the guide: Matthew 13:55; Mark 6:3
Jude
Named in the Gospels among Jesus' brothers as Judas (Matthew 13:55; Mark 6:3), and honored as the author of the epistle of Jude, who calls himself 'a brother of James' (Jude 1).…
Cited in the guide: Matthew 13:55; Jude 1:1
Simon
Named in the Gospels among Jesus' brothers (Matthew 13:55; Mark 6:3). The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of Joseph from an…
Cited in the guide: Matthew 13:55; Mark 6:3
Cross references (56)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 8:4–10; Matthew 13:1–15; Mark 4:1–12; Matthew 13:36
- 2 Luke 5:3; Matthew 15:30; Luke 8:4–8; Genesis 49:10; Matthew 4:25
- 3 Mark 4:2–9; Mark 4:13; Psalm 78:2; Mark 4:33; Matthew 13:34–35
- 4 Matthew 13:18–19
- 5 Ezekiel 36:26; Ezekiel 11:19; Zechariah 7:12; Amos 6:12; Matthew 13:20
- 6 James 1:11–12; Matthew 13:21; Luke 8:13; Isaiah 49:10; Colossians 1:23
- 7 Mark 4:18–19; Jeremiah 4:3–4; Genesis 3:18; Matthew 13:22
- 8 John 15:8; Luke 8:15; Matthew 13:23; Genesis 26:12; Galatians 5:22–23
- 9 Revelation 2:7; Revelation 2:11; Matthew 11:15; Revelation 2:17; Revelation 3:13
- 10 Mark 4:33–34; Mark 4:10
- 11 1 Corinthians 2:9–10; 1 Corinthians 2:14; Matthew 19:11; James 1:5; 1 John 2:27
- 12 Matthew 25:29; Mark 4:24–25; Luke 8:18; Luke 19:24–26; John 15:2–5
- 13 Ezekiel 12:2; Jeremiah 5:21; Isaiah 42:18–20; 2 Corinthians 4:3–4; Deuteronomy 29:3–4
- 14 Isaiah 6:9–10; Ezekiel 12:2; 2 Corinthians 3:14; Luke 8:10; Acts 28:25–27
- 15 Isaiah 6:10; Zechariah 7:11; Mark 4:12; John 8:43–44; 2 Timothy 2:25–26
- 16 Luke 10:23–24; Ephesians 1:17–18; Matthew 16:17; John 20:29; Acts 26:18
- 17 John 8:56; Hebrews 11:13; 1 Peter 1:10–12; Luke 10:24; Hebrews 11:39–40
- 18 Matthew 13:11–12; Luke 8:11–15; Mark 4:13–20
- 19 Luke 8:11–15; Hebrews 2:1; Matthew 13:38; 1 John 5:18; Matthew 4:23
- 20 Ezekiel 33:31–32; Psalm 106:12–13; John 5:35; 2 Chronicles 24:2; Psalm 78:34–37
- 21 Matthew 11:6; 2 Peter 1:8–9; Ephesians 3:17; Hosea 6:4; Job 19:28
- 22 1 Timothy 6:17; Luke 8:14; 1 Timothy 6:9–10; Mark 4:18–19; Luke 12:15
- 23 Philippians 1:11; Matthew 12:33; John 15:16; Galatians 5:22–23; Psalm 92:13–15
- 24 Matthew 25:1; Matthew 13:47; Matthew 20:1; Matthew 22:2; Matthew 13:37
- 25 1 Peter 5:8; Acts 20:30–31; 2 Peter 2:1; Matthew 13:39; Hebrews 12:15
- 26 Mark 4:26–29
- 27 Romans 16:17; 2 Corinthians 6:1; 2 Corinthians 5:18–20; 1 Corinthians 12:28–29; 2 Corinthians 6:4
- 28 1 Corinthians 5:3–7; 1 Thessalonians 5:14; Luke 9:49–54; Jude 22–23; 2 Corinthians 2:6–11
- 30 Matthew 3:12; 1 Timothy 5:24; 1 Corinthians 4:5; John 15:6; Malachi 3:18–4:1
- 31 Luke 13:18–19; Matthew 17:20; Mark 4:30–32; Luke 17:6; Matthew 13:24
- 32 Ezekiel 31:6; Daniel 4:12; Ezekiel 17:23–24; Acts 21:20; Zechariah 8:20–23
- 33 Galatians 5:9; 1 Corinthians 5:6–7; Luke 13:21; Philippians 2:13–15; Genesis 18:6
- 34 Mark 4:33–34; John 16:25; Matthew 13:13
- 35 Psalm 78:2; Ephesians 3:9; 1 Peter 1:20–21; Romans 16:25–26; 1 Corinthians 2:7
- 36 Matthew 13:11; John 16:17–20; Matthew 13:1; Mark 8:9; Mark 6:45
- 37 1 Corinthians 3:5–7; Acts 1:8; Matthew 13:27; Matthew 13:24; Luke 10:16
- 38 John 8:44; Acts 13:10; Philippians 3:18–19; 1 John 3:8–10; 1 Peter 1:23
- 39 Matthew 13:49; Revelation 14:15–19; Matthew 25:31; Joel 3:13; Revelation 19:20
- 40 Matthew 13:39
- 41 Matthew 24:31; Revelation 21:27; Matthew 18:7; 2 Peter 2:1–2; Matthew 13:49
- 42 Matthew 13:50; Revelation 20:10; Revelation 20:14–15; Matthew 8:12; Luke 16:23–24
- 43 Daniel 12:3; Luke 12:32; Matthew 25:34; 1 Corinthians 15:41–54; Matthew 11:15
- 44 Proverbs 2:2–5; Colossians 2:3; Philippians 3:7–9; Matthew 6:21; Luke 14:33
- 45 Proverbs 8:10–11; Matthew 16:26; Proverbs 3:13–18; Job 28:18; Matthew 13:24
- 46 Luke 18:28–30; Ephesians 3:8; Proverbs 2:4; Acts 20:24; Colossians 2:3
- 47 John 15:6; 2 Timothy 3:2–5; Matthew 22:9–10; 2 Timothy 4:3–4; 1 John 4:1–6
- 48 Matthew 13:30; Matthew 3:12; Matthew 13:40–43
- 49 Revelation 20:12–15; Matthew 13:39; Matthew 24:31; 2 Thessalonians 1:7–10; Matthew 22:12–14
- 50 Revelation 14:10–11; Luke 13:27–28; Matthew 13:42; Matthew 8:12; Revelation 16:10–11
- 51 Mark 4:34; Matthew 13:19; Matthew 13:11; Matthew 15:17; Matthew 24:15
- 52 1 John 2:7–8; Titus 1:9; 2 Timothy 3:16–17; 2 Corinthians 3:4–6; Titus 2:6–7
- 53 Matthew 7:28; Mark 4:33–35
- 54 John 7:15–16; Matthew 7:28; Mark 6:1–6; Matthew 2:23; Luke 4:16–30
- 55 Mark 6:3; John 6:42; Luke 3:23; Mark 15:47–16:1; Luke 4:22
- 57 John 4:44; Luke 4:24; Matthew 11:6; Isaiah 53:3; John 6:61
- 58 Mark 6:5–6; Romans 11:20; Hebrews 3:12–19; Luke 4:25–29
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Both yesterday and to-day ye have heard the parables of the sower, in the words of our Lord Jesus Christ. Do ye who were present yesterday, recollect to-day.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
We have good cause to admire the disciples, how, longing as they do to learn, they know when they ought to ask. For they do it not before all: and this Matthew shows by saying, "And they came." And, as to this assertion not being conjecture, Mark hath expressed it more distinctly, by saying, that "they came to Him privately." …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
And every tree that bringeth not forth good fruit, is hewn down and cast into the fire." And as to those who are not living pursuant to these His teachings, and are Christians only in name, we demand that all such be punished by you.
… no such thing as good and evil, but certain things were deemed righteous, and certain others unrighteous, in human opinion only, He never would have expressed Himself thus in His teaching: "The righteous shall shine forth as the sun in the kingdom of their Father;" but He shall send the unrighteous, and those who do not the works of righteousness, …
For Thou hast said unto man, "Behold, the fear of the Lord, that is wisdom;" and desire not to seem wise, because, "Professing themselves to be wise, they became fools." But I had now found the goodly pearl, which, selling all that I had, I ought to have bought; and I hesitated.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)