1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· 2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων 3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 4 μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. 5 μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. 6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. 7 μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. 8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. 9 μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. 10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. 12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. 13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. 14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. 16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι· 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. 22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ’ ἂν εἴπῃ Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. 23 ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25 ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ· μή ποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ· 26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην. 27 Ἠκούσατε ὅτι ἐρρέθη Οὐ μοιχεύσεις. 28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. 30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ. 31 Ἐρρέθη δέ Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον. 32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται. 33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου. 34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ· 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν. 37 ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. 38 Ἠκούσατε ὅτι ἐρρέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος. 39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο. 42 τῷ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς. 43 Ἠκούσατε ὅτι ἐρρέθη Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. 44 ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς· 45 ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; 47 καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.
Matthew · Nestle Greek New Testament (1904)
Matthew 5 Nestle Greek New Testament (1904)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
Cross references (48)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Mark 3:13; Matthew 15:29; John 6:2–3; Mark 4:1; Mark 3:20
- 2 Acts 8:35; Luke 6:20–26; Acts 10:34; Matthew 13:35; Acts 18:14
- 3 Isaiah 66:2; Proverbs 29:23; Psalm 34:18; Proverbs 16:19; Luke 18:14
- 4 Revelation 21:4; 2 Corinthians 7:9–10; Isaiah 61:2–3; John 16:20–22; Psalm 126:5–6
- 5 Psalm 37:11; Isaiah 29:19; James 3:13; Psalm 149:4; Galatians 5:23
- 6 Psalm 107:9; John 4:14; John 6:27; John 6:48–58; Psalm 145:19
- 7 Ephesians 4:32–5:1; Matthew 6:14–15; 2 Samuel 22:26; Matthew 18:33–35; Psalm 18:25
- 8 Psalm 24:4; Psalm 51:10; Hebrews 10:22; Hebrews 12:14; Ezekiel 36:25–27
- 9 Hebrews 12:14; James 3:16–18; Romans 12:18; Galatians 5:22; Psalm 120:6
- 10 James 1:12; 1 Peter 3:13–14; 2 Corinthians 4:17; Matthew 5:3; James 1:2–5
- 11 1 Peter 4:14; Luke 21:17; Mark 13:13; Matthew 24:9; Luke 6:22
- 12 Luke 6:23; James 1:2; Colossians 3:24; 1 Peter 4:13; Colossians 1:24
- 13 Colossians 4:6; Luke 14:34–35; Mark 9:49–50; Leviticus 2:13; Hebrews 6:4–6
- 14 Philippians 2:15; John 8:12; Ephesians 5:8–14; 1 Thessalonians 5:5; Proverbs 4:18
- 15 Luke 11:33; Mark 4:21; Luke 8:16; Numbers 8:2; Exodus 25:37
- 16 1 Peter 2:12; Titus 2:7; John 15:8; 1 John 1:5–7; Philippians 2:15–16
- 17 Romans 10:4; Luke 16:17; Galatians 4:4–5; Romans 3:31; Romans 8:4
- 18 Luke 16:17; Isaiah 40:8; 1 Peter 1:25; Psalm 119:89–90; Matthew 24:34–35
- 19 Deuteronomy 12:32; James 2:10–11; Matthew 28:20; Romans 13:8–10; Matthew 11:11
- 20 Romans 10:2–3; Philippians 3:9; Romans 9:30–32; Luke 16:14–15; Matthew 23:2–5
- 21 Deuteronomy 5:17; Exodus 20:13; Numbers 35:30–34; Exodus 21:12–14; Numbers 35:16–21
- 22 1 John 3:14–15; 1 John 4:20–21; 1 John 2:9; Ephesians 4:26–27; Ephesians 4:31–32
- 23 Mark 11:25; Leviticus 6:2–6; Matthew 5:24; Matthew 23:19; Matthew 8:4
- 24 James 5:16; Romans 12:17–18; Matthew 18:15–17; Job 42:8; 1 Peter 3:7–8
- 25 Luke 12:58–59; Proverbs 25:8; Luke 14:31–32; Hebrews 3:13; Isaiah 55:6–7
- 26 Matthew 18:34; Luke 12:59; James 2:13; 2 Thessalonians 1:9; Luke 16:26
- 27 Deuteronomy 5:18; Proverbs 6:32; Exodus 20:14; Leviticus 20:10; Deuteronomy 22:22–24
- 28 James 1:14–15; 1 John 2:16; Proverbs 6:25; Exodus 20:17; 2 Samuel 11:2
- 29 Mark 9:43–48; Romans 8:13; Colossians 3:5; Romans 6:6; 1 Peter 4:1–3
- 30 Mark 9:43; Matthew 5:29; 1 Peter 2:8; Romans 14:20–21; Matthew 18:6–7
- 31 Jeremiah 3:1; Deuteronomy 24:1–4; Matthew 19:7; Mark 10:2–9; Matthew 19:3
- 32 Romans 7:3; Luke 16:18; 1 Corinthians 7:10–11; 1 Corinthians 7:4; Matthew 19:8–9
- 33 Deuteronomy 23:21; Leviticus 19:12; Ecclesiastes 5:4–6; Deuteronomy 23:23; Psalm 76:11
- 34 James 5:12; Isaiah 66:1; Deuteronomy 23:21–23; Matthew 23:16–22; Ecclesiastes 9:2
- 35 Psalm 48:2; Malachi 1:14; Revelation 21:10; 2 Chronicles 6:6; Psalm 99:5
- 36 Luke 12:25; Matthew 6:27; Matthew 23:16–21
- 37 James 5:12; Colossians 4:6; Colossians 3:9; 2 Corinthians 1:17–20; John 8:44
- 38 Leviticus 24:19–20; Deuteronomy 19:21; Exodus 21:22–27; Deuteronomy 19:19
- 39 1 Thessalonians 5:15; 1 Peter 3:9; Romans 12:17–19; Proverbs 20:22; Luke 6:29–30
- 40 Luke 6:29; 1 Corinthians 6:7
- 41 Luke 23:26
- 42 Proverbs 19:17; Hebrews 13:16; Luke 6:30–36; 1 Timothy 6:17–19; Psalm 112:5–9
- 43 Leviticus 19:18; Psalm 139:21–22; Galatians 5:13–14; Matthew 19:19; Romans 13:8–10
- 44 Romans 12:14; 1 Peter 3:9; Luke 6:27–28; Romans 12:20–21; Proverbs 25:21–22
- 45 Psalm 145:9; Luke 6:35; Acts 14:17; Job 25:3; Ephesians 5:1
- 46 Luke 6:32–35; 1 Peter 2:20–23; Matthew 11:19; Matthew 9:10–11; Matthew 18:17
- 47 Luke 6:32; Matthew 5:20; 1 Peter 2:20; Luke 10:4–5
- 48 1 Peter 1:15–16; James 1:4; Leviticus 19:2; Ephesians 5:1–2; Luke 6:36
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
It is wont to perplex many persons, Dearly beloved, that our Lord Jesus Christ in His Evangelical Sermon, after He had first said, "Let your light so shine before men, that they may see your good works, and glorify your Father which is in heaven;" said afterwards, "Take heed that ye do not your righteousness before men to be seen …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
See how unambitious He was, and void of boasting: in that He did not lead people about with Him, but whereas, when healing was required, He had Himself gone about everywhere, visiting both towns and country places; now when the multitude is become very great, He sits in one spot: and that not in the midst of any city or …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… be forgiven unto you; be merciful, that ye may obtain mercy; with what measure ye mete, it shall be measured to you again;" and once more, "Blessed are the poor, and those that are persecuted for righteousness' sake, for theirs is the kingdom of God." Chapter III — Expressions of personal unworthiness These things, brethren, I write to you concerning …
… eye offend thee, cut it out; for it is better for thee to enter into the kingdom of heaven with one eye, than, having two eyes, to be cast into everlasting fire." And, "Whosoever shall marry her that is divorced from another husband, committeth adultery." And, "There are some who have been made eunuchs of men, and some who were …
… like manner, they assert that the ten Æons are pointed out by the letter Iota, which begins His name; while, for the same reason, they tell us the Saviour said, "One Iota, or one tittle, shall by no means pass away until all be fulfilled."