1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πειλᾶτον. 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι, καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. 3 ὁ δὲ Πειλᾶτος ἠρώτησεν αὐτὸν λέγων Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη Σὺ λέγεις. 4 ὁ δὲ Πειλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν, διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 6 Πειλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, 7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. 9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πειλάτῳ. 12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πειλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς. 13 Πειλᾶτος δὲ συνκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπεν πρὸς αὐτούς Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ. 15 ἀλλ’ οὐδὲ Ἡρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· 16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 17 Not in this translation 18 ἀνέκραγον δὲ πανπληθεὶ λέγοντες Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ. 20 πάλιν δὲ ὁ Πειλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες Σταύρου σταύρου αὐτόν. 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. 24 καὶ Πειλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· 25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν. 26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι, καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν Πέσατε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς Καλύψατε ἡμᾶς· 31 ὅτι εἰ ἐν ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; 32 Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι. 33 Καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. 34 ὁ δὲ Ἰησοῦς ἔλεγεν Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς τοῦ Θεοῦ ὁ ἐκλεκτός. 36 ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ 37 καὶ λέγοντες Εἰ σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ ΟΥΤΟΣ. 39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν Οὐχὶ σὺ εἶ ὁ Χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 καὶ ἔλεγεν Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου. 43 καὶ εἶπεν αὐτῷ Ἀμήν σοι λέγω, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ. 44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης 45 τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. 47 ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν Θεὸν λέγων Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συνπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος, 51 —οὗτος οὐκ ἦν συνκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν,— ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ Θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πειλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος. 54 καὶ ἡμέρα ἦν Παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. 55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,
Luke · Nestle Greek New Testament (1904)
Luke 23 Nestle Greek New Testament (1904)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Joseph of Arimathea
A rich man and member of the council from the Judean town of Arimathea, a disciple of Jesus (secretly, for fear of the Jews), who asked Pilate for the body and laid it in a new…
Cited in the guide: Matthew 27:57; Mark 15:43; Luke 23:50
Simon of Cyrene
A man from Cyrene coming in from the country whom the soldiers forced to carry the cross of Jesus; Mark calls him the father of Alexander and Rufus.
Cited in the guide: Matthew 27:32; Mark 15:21; Luke 23:26
Cross references (53)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Matthew 27:1–2; Mark 15:1–5; Matthew 27:11–14; Luke 22:66; John 18:28–38
- 2 Acts 17:6–7; Luke 23:14; John 19:12; Mark 14:61–62; Luke 22:69–70
- 3 John 1:49; 1 Timothy 6:13; Luke 1:32–33; Mark 15:2; Luke 22:70
- 4 John 18:38; 1 Peter 1:19; 1 Peter 2:22; Hebrews 7:26; Mark 15:14
- 5 John 1:43; John 2:11; Mark 1:14; Matthew 4:23; John 19:15
- 6 Acts 5:37; Luke 13:1
- 7 Luke 3:1; Luke 13:31; Matthew 14:1
- 8 Luke 9:7–9; Mark 6:14; Matthew 14:1; 2 Kings 5:11; Acts 8:19
- 9 Matthew 27:14; 1 Peter 2:23; Luke 13:32; Isaiah 53:7; Psalm 39:9
- 10 Luke 23:14–15; Luke 11:53; Luke 23:5; Luke 23:2; Acts 24:5
- 11 Mark 15:16–20; Matthew 27:27–30; Isaiah 53:3; Psalm 69:19–20; John 19:5
- 12 Acts 4:27; Revelation 17:13–14; Matthew 16:1; Psalm 83:4–6
- 13 John 18:38; Matthew 27:21–23; Mark 15:14; John 19:4
- 14 Daniel 6:4; Hebrews 7:26; Luke 23:4–5; Acts 13:28; Matthew 27:19
- 16 Matthew 27:26; Luke 23:22; Mark 15:15; Isaiah 53:5; Acts 5:40–41
- 18 Acts 21:36; Acts 3:14; Acts 22:22; John 18:39–40; Mark 15:6–15
- 19 Acts 3:14; Luke 23:5; Luke 23:2
- 20 Mark 15:15; Matthew 14:8–9; John 19:12; Matthew 27:19
- 21 Matthew 27:22–25; Luke 23:23; Mark 15:13; John 19:15
- 22 Luke 23:14; Luke 23:20; 1 Peter 3:18; Luke 23:16; 1 Peter 1:19
- 23 Zechariah 11:8; Psalm 57:4; Psalm 22:12–13; Luke 23:5
- 24 Matthew 27:26; Proverbs 17:15; Exodus 23:2; Mark 15:15; John 19:1
- 25 Acts 3:14; Mark 15:15; Mark 15:6–7; Matthew 27:26; Luke 23:5
- 26 Matthew 27:32–44; Mark 15:21–32; Luke 9:23; Acts 2:10; Luke 14:27
- 27 Luke 8:52; Luke 8:2; Mark 15:40; Luke 23:55; Matthew 27:55
- 28 Song of Songs 8:4; Song of Songs 2:7; Song of Songs 1:5; Song of Songs 3:10; Song of Songs 5:8
- 29 Matthew 24:19; Luke 21:23–24; Mark 13:17–19; Hosea 9:12–16; Hosea 13:16
- 30 Revelation 6:16; Hosea 10:8; Isaiah 2:19; Revelation 9:6
- 31 1 Peter 4:17–18; Proverbs 11:31; John 15:6; Ezekiel 20:47–48; Ezekiel 15:2–7
- 32 Mark 15:27; Isaiah 53:12; Matthew 27:38; John 19:18; Hebrews 12:2
- 33 Mark 15:22–23; John 19:17–18; Zechariah 12:10; Matthew 27:33–34; Deuteronomy 21:23
- 34 Matthew 5:44; Acts 7:60; 1 Peter 3:9; 1 Peter 2:20–23; Luke 6:27–28
- 35 Psalm 22:17; Isaiah 42:1; 1 Peter 2:4; Mark 15:29–32; Matthew 12:18
- 36 Psalm 69:21; Matthew 27:48; Matthew 27:34; Mark 15:36; Mark 15:19–20
- 38 Matthew 27:37; Mark 15:26; John 19:19–22; Luke 23:3; Mark 15:32
- 39 Matthew 27:44; Mark 15:32; Luke 23:35; Luke 23:37; Luke 17:34–35
- 40 Luke 12:5; Revelation 15:4; Ephesians 5:11; Psalm 36:1; Jeremiah 5:3
- 41 Leviticus 26:40–41; Ezra 9:13; Matthew 27:4; 1 Peter 1:19; Matthew 27:24
- 42 Romans 10:9–14; Acts 16:31; 1 John 5:11–13; 1 Corinthians 6:10–11; Luke 12:8
- 43 Revelation 2:7; Psalm 50:15; 1 Timothy 1:15–16; Luke 19:10; Psalm 32:5
- 44 Matthew 27:45; Mark 15:33–34; Amos 8:9; Acts 2:20; John 19:14
- 45 Hebrews 10:19–22; Matthew 27:51; Hebrews 9:3–8; Mark 15:38; Ephesians 2:14–18
- 46 Psalm 31:5; Acts 7:59; John 19:30; 1 Peter 2:23; Mark 15:34–41
- 47 Matthew 27:54; Mark 15:39; Luke 23:41; Matthew 9:8
- 48 Luke 18:13; Acts 2:37; Jeremiah 31:19
- 49 Luke 8:2; Psalm 38:11; Luke 23:55; Matthew 27:55–56; Mark 15:40–41
- 50 John 19:38–42; Acts 11:24; Acts 10:22; Acts 10:2; Mark 15:42–47
- 51 Luke 2:25; Luke 2:38; Isaiah 8:12; Genesis 37:21–22; Genesis 42:21–22
- 52 John 19:38–42
- 53 Matthew 27:59–60; Mark 15:46; Isaiah 53:9
- 54 Matthew 27:62; John 19:31; Mark 15:42; John 19:14; John 19:42
- 55 Luke 23:49; Luke 8:2; Matthew 27:61; Mark 15:47
- 56 Luke 24:1; Mark 16:1; Deuteronomy 5:14; Exodus 20:8–10; Jeremiah 17:24–25
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
And from this fact, that He exclaimed upon the cross, "Father, forgive them, for they know not what they do," the long-suffering, patience, compassion, and goodness of Christ are exhibited, since He both suffered, and did Himself exculpate those who had maltreated Him.
… be mindful of mercy." What is this but that He puts Himself for the Jews, of whose nation He was, who were troubled with great anger and crucified Christ, when He, mindful of mercy, said, "Father, forgive them, for they know not what they do? "God shall come from Teman, and the Holy One from the shady and close mountain." …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… judge others, when one is chargeable with the same things." And why marvel at His establishing this law, when even the very thief knew it upon the cross, saying to the other thief, "Dost not thou fear God, seeing we are in the same condemnation;" expressing the same sentiments with Christ?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
There is yet another witness of the sinlessness of Jesus,--the robber, the first man admitted into Paradise; who rebuked his fellow, and said, "We receive the due reward of our deeds; but this man hath done nothing amiss; for we were present, both thou and I, at His judgment."
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
And on this account our Lord also on the cross says, "Father, forgive them; for they know not what they do:" for, not yet having become partakers of the grace of the Holy Spirit, they had not yet entered the fellowship of the holy brotherhood.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)