1 Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2 καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ; καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι; 3 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 4 καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 5 καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν. 6 καὶ ἐθαύμασεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων. 7 Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, 8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν, 9 ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας. 10 καὶ ἔλεγεν αὐτοῖς Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. 12 Καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν, 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον. 14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγον ὅτι Ἰωάνης ὁ Βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. 15 ἄλλοι δὲ ἔλεγον ὅτι Ἡλείας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ ὁ Ἡρῴδης ἔλεγεν Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάνην, οὗτος ἠγέρθη. 17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάνην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· 18 ἔλεγεν γὰρ ὁ Ἰωάνης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάνην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης, ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. ὁ δὲ βασιλεὺς εἶπεν τῷ κορασίῳ Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· 23 καὶ ὤμοσεν αὐτῇ Ὅτι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 24 καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς Τί αἰτήσωμαι; ἡ δὲ εἶπεν Τὴν κεφαλὴν Ἰωάνου τοῦ Βαπτίζοντος. 25 καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάνου τοῦ Βαπτιστοῦ. 26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν. 27 καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. 28 καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθαν καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. 30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 καὶ λέγει αὐτοῖς Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32 καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν. 33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς. 34 Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους, καὶ δώσομεν αὐτοῖς φαγεῖν; 38 ὁ δὲ λέγει αὐτοῖς Πόσους ἔχετε ἄρτους; ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν Πέντε, καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλιθῆναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα. 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· 43 καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. 44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες. 45 Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον. 46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. 47 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49 οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν, καὶ ἀνέκραξαν· 50 πάντες γὰρ αὐτὸν εἶδαν καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ἐλάλησεν μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο· 52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ’ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη. 53 Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν. 54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν 55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐστίν. 56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς, ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.
Mark · Nestle Greek New Testament (1904)
Mark 6 Nestle Greek New Testament (1904)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Herod Antipas
Herod, tetrarch of Galilee, who had John the Baptist arrested over Herodias, his brother's wife whom he had married, and had him beheaded, and before whom Jesus appeared.
Cited in the guide: Matthew 14:1; Matthew 14:3; Mark 6:17
Herodias
Previously the wife of Herod's brother Philip, whom Herod married, and for whom John the Baptist rebuked him; she bore a grudge against John and sought his death.
Cited in the guide: Matthew 14:3; Mark 6:17; Mark 6:19
Joses
Named in the Gospels among Jesus' brothers: Joses in Mark 6:3, Joseph in Matthew 13:55. The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of…
Cited in the guide: Matthew 13:55; Mark 6:3
Simon
Named in the Gospels among Jesus' brothers (Matthew 13:55; Mark 6:3). The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of Joseph from an…
Cited in the guide: Matthew 13:55; Mark 6:3
Cross references (54)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 4:16–30; Matthew 13:54–58; Matthew 2:23
- 2 John 7:15; John 6:42; Mark 1:21–22; Acts 4:13–14; Matthew 4:23
- 3 Matthew 12:46; Matthew 13:55–57; John 6:42; Jude 1; Matthew 11:6
- 4 John 4:44; Luke 4:24; Matthew 13:57; Jeremiah 12:6; Jeremiah 11:21
- 5 Matthew 13:58; Mark 9:23; Mark 5:23; Hebrews 4:2; Isaiah 59:1–2
- 6 Matthew 9:35; Matthew 8:10; Luke 13:22; Acts 10:38; Isaiah 59:16
- 7 Ecclesiastes 4:9–10; Matthew 10:1–5; Luke 10:17–20; Luke 9:1–6; Luke 10:1
- 8 Luke 9:3; Matthew 10:9–10; Luke 10:4; Luke 22:35
- 9 Acts 12:8; Ephesians 6:15
- 10 Luke 9:4; Luke 10:7–8; Matthew 10:11–13; Acts 17:5–7; Acts 16:15
- 11 Matthew 10:14–15; Nehemiah 5:13; Acts 18:6; Luke 10:10–15; Jude 7
- 12 Matthew 4:17; Luke 13:3; Acts 20:21; Acts 2:38; Luke 11:32
- 13 James 5:14–15; Mark 6:7; Luke 10:17
- 14 Luke 9:7–9; Mark 6:14–29; Mark 1:28; Luke 23:7–12; Luke 13:31
- 15 Matthew 16:14; Malachi 4:5; Matthew 21:11; Mark 8:28; Luke 7:16
- 16 Genesis 40:10–11; Luke 9:9; Revelation 11:10–13; Matthew 27:4; Psalm 53:5
- 17 Matthew 11:2; Luke 3:19–20; Luke 3:1; Matthew 4:12; Matthew 14:3–12
- 18 Leviticus 18:16; Leviticus 20:21; Ezekiel 3:18–19; 1 Kings 22:14; Matthew 14:3–4
- 19 Ephesians 4:26–27; Ecclesiastes 7:9; 1 Kings 21:20; Genesis 39:17–20
- 20 Matthew 21:26; Matthew 14:5; 2 Chronicles 24:15–22; John 5:35; Psalm 106:12–13
- 21 Esther 2:18; Genesis 40:20; Hosea 7:5; 1 Peter 4:3; 2 Samuel 13:23–29
- 22 Esther 1:10–12; Matthew 14:6; Daniel 5:2; Isaiah 3:16–26
- 23 Esther 5:3; Esther 7:2; Matthew 4:9; 1 Samuel 28:10; Esther 5:6
- 24 2 Chronicles 22:3–4; Job 31:31; Genesis 27:8–11; Ezekiel 19:2–3; Psalm 27:2
- 25 Proverbs 1:16; Numbers 7:13; Romans 3:15; Numbers 7:19–89
- 26 Matthew 27:24–25; Matthew 14:9; Matthew 27:3–5
- 27 Matthew 14:10–11
- 29 Matthew 14:12; 2 Chronicles 24:16; Acts 8:2; 1 Kings 13:29–30; Matthew 27:57–60
- 30 Luke 9:10; Luke 10:17; Matthew 10:2; Acts 20:18–21; Luke 22:14
- 31 Mark 3:20; Mark 3:7; John 6:1; Mark 1:45; Matthew 14:13
- 32 Mark 6:45; Mark 8:2–9; Mark 4:36; Mark 3:9; Matthew 14:13–21
- 33 John 6:2; Matthew 15:29–31; Mark 6:54–55; James 1:19
- 34 Matthew 9:36; Numbers 27:17; Luke 9:11; 2 Chronicles 18:16; Isaiah 61:1–3
- 35 John 6:5–15; Luke 9:12–17; Matthew 14:15–21
- 36 Matthew 15:23; Mark 3:21; Mark 5:31
- 37 2 Kings 4:42–44; Numbers 11:13; Matthew 14:16; Mark 8:2–3; Luke 9:13
- 38 Mark 8:5; Matthew 15:34; Luke 9:13; Matthew 14:17–18; John 6:9
- 39 1 Corinthians 14:33; Matthew 15:35; 1 Corinthians 14:40; 1 Kings 10:5; Esther 1:5–6
- 40 Luke 9:14–15
- 41 Matthew 14:19; Mark 7:34; Luke 9:16; Luke 24:30; Mark 14:22
- 42 Mark 8:8–9; Luke 9:17; John 6:12; Matthew 15:37–38; Matthew 14:20–21
- 43 Mark 8:19–20
- 45 Matthew 14:22–33; John 6:15–21; Mark 6:32
- 46 Mark 1:35; Matthew 6:6; Luke 6:12; Matthew 14:23; 1 Peter 2:21
- 47 Matthew 14:23; John 6:16–17
- 48 Job 9:8; Luke 12:38; Luke 24:28; Psalm 93:4; Matthew 14:24
- 49 Matthew 14:25–26; Job 9:8; Luke 24:37; Job 4:14–16
- 50 Matthew 14:27; Isaiah 43:2; John 6:19–20; Luke 24:38–41; John 20:19–20
- 51 Mark 4:39; Psalm 93:3–4; Mark 7:37; John 6:21; Mark 1:27
- 52 Mark 8:17–21; Luke 24:25; Isaiah 63:17; Mark 16:14; Matthew 16:9–11
- 53 Matthew 14:34–36; John 6:24–25; Luke 5:1
- 54 Psalm 9:10; Philippians 3:10
- 55 Matthew 4:24; Mark 3:7–11; Mark 2:1–3
- 56 Matthew 9:20; Luke 6:19; Mark 3:10; Numbers 15:38–39; Mark 5:27–28
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Soter is a name of five letters; Pater, too, contains five letters; Agape (love), too, consists of five letters; and our Lord, after blessing the five loaves, fed with them five thousand men.
… said by Mark: "And whithersoever He entered, into villages, or cities, or country, they laid the sick in the streets, and besought Him that they might touch if it were but the border of His garment: and as many as touched Him were made whole." None other man did such things in them.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
For as the former said, "Ye generation of vipers;" so this latter, "How long will ye halt upon both your hips?" And the one said, "Hast thou killed, and inherited?" the other, "It is not lawful for thee to have thy brother Philip's wife." Seest thou the rock?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
"A prophet," saith He, "is not without honor, save in his own country, and in his own house: and He did not," it is said, "many mighty works, because of their unbelief." But Luke saith, "And He did not there many miracles." And yet it was to be expected He should have done them.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… did he seize upon that wretched person just then, that he sware even to give the half of his kingdom: this being Mark's statement, "He sware unto her, Whatsoever thou shalt ask of me, I will give it thee, unto the half of my kingdom." Such was the value he set upon his royal power; so was he once for …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)