Skip to the text

1 Corinthians · Patriarchal Text (Antoniades 1904/1912)

1 Corinthians 7 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 περι δε ων εγραψατε μοι, καλον ανθρωπω γυναικος μη απτεσθαι·
1 Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·
2 δια δε τας πορνειας εκαστος την εαυτου γυναικα εχετω, και εκαστη τον ιδιον ανδρα εχετω.
2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
3 τη γυναικι ο ανηρ την οφειλομενην ευνοιαν αποδιδοτω, ομοιως δε και η γυνη τω ανδρι.
3 τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
4 η γυνη του ιδιου σωματος ουκ εξουσιαζει, αλλ ο ανηρ· ομοιως δε και ο ανηρ του ιδιου σωματος ουκ εξουσιαζει, αλλ η γυνη.
4 ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ἡ γυνή.
5 μη αποστερειτε αλληλους, ει μη τι αν εκ συμφωνου προς καιρον, ινα σχολαζητε τη νηστεια και τη προσευχη και παλιν επι το αυτο συνερχησθε, ινα μη πειραζη υμας ο σατανας δια την ακρασιαν υμων.
5 μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
6 τουτο δε λεγω κατα συγγνωμην, ου κατ επιταγην.
6 τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾽ ἐπιταγήν.
7 θελω γαρ παντας ανθρωπους ειναι ως και εμαυτον· αλλ εκαστος ιδιον χαρισμα εχει εκ θεου, ος μεν ουτως, ος δε ουτως.
7 θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾽ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.
8 λεγω δε τοις αγαμοις και ταις χηραις, καλον αυτοις εστιν εαν μεινωσιν ως καγω.
8 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.
9 ει δε ουκ εγκρατευονται, γαμησατωσαν· κρεισσον γαρ εστιν γαμησαι η πυρουσθαι.
9 εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι.
10 τοις δε γεγαμηκοσιν παραγγελλω, ουκ εγω, αλλ ο κυριος, γυναικα απο ανδρος μη χωρισθηναι·
10 τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ᾽ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι·
11 εαν δε και χωρισθη, μενετω αγαμος η τω ανδρι καταλλαγητω· και ανδρα γυναικα μη αφιεναι.
11 ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12 τοις δε λοιποις εγω λεγω, ουχ ο κυριος· ει τις αδελφος γυναικα εχει απιστον, και αυτη συνευδοκει οικειν μετ αυτου, μη αφιετω αυτην·
12 τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν·
13 και γυνη ει τις εχει ανδρα απιστον, και αυτος συνευδοκει οικειν μετ αυτης, μη αφιετω αυτον.
13 καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.
14 ηγιασται γαρ ο ανηρ ο απιστος εν τη γυναικι, και ηγιασται η γυνη η απιστος εν τω ανδρι· επει αρα τα τεκνα υμων ακαθαρτα εστιν, νυν δε αγια εστιν.
14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν.
15 ει δε ο απιστος χωριζεται, χωριζεσθω. ου δεδουλωται ο αδελφος η η αδελφη εν τοις τοιουτοις. εν δε ειρηνη κεκληκεν ημας ο θεος.
15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός.
16 τι γαρ οιδας, γυναι, ει τον ανδρα σωσεις; η τι οιδας, ανερ, ει την γυναικα σωσεις;
16 τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17 ει μη εκαστω ως εμερισεν ο θεος, εκαστον ως κεκληκεν ο κυριος, ουτως περιπατειτω. και ουτως εν ταις εκκλησιαις πασαις διατασσομαι.
17 εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω. καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
18 περιτετμημενος τις εκληθη; μη επισπασθω. εν ακροβυστια τις εκληθη; μη περιτεμνεσθω.
18 περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω.
19 η περιτομη ουδεν εστιν, και η ακροβυστια ουδεν εστιν, αλλα τηρησις εντολων θεου.
19 ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.
20 εκαστος εν τη κλησει η εκληθη, εν ταυτη μενετω.
20 ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
21 δουλος εκληθης; μη σοι μελετω· αλλ ει και δυνασαι ελευθερος γενεσθαι, μαλλον χρησαι.
21 δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.
22 ο γαρ εν κυριω κληθεις δουλος απελευθερος κυριου εστιν· ομοιως και ο ελευθερος κληθεις δουλος εστιν χριστου.
22 ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστι Χριστοῦ.
23 τιμης ηγορασθητε· μη γινεσθε δουλοι ανθρωπων.
23 τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
24 εκαστος εν ω εκληθη, αδελφοι, εν τουτω μενετω παρα τω θεω.
24 ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ τῷ Θεῷ.
25 περι δε των παρθενων επιταγην κυριου ουκ εχω, γνωμην δε διδωμι ως ηλεημενος υπο κυριου πιστος ειναι.
25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.
26 νομιζω ουν τουτο καλον υπαρχειν δια την ενεστωσαν αναγκην, οτι καλον ανθρωπω το ουτως ειναι.
26 νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
27 δεδεσαι γυναικι; μη ζητει λυσιν· λελυσαι απο γυναικος; μη ζητει γυναικα·
27 δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα·
28 εαν δε και γημης, ουχ ημαρτες· και εαν γημη η παρθενος, ουχ ημαρτεν· θλιψιν δε τη σαρκι εξουσιν οι τοιουτοι· εγω δε υμων φειδομαι.
28 ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.
29 τουτο δε φημι, αδελφοι, ο καιρος συνεσταλμενος το λοιπον εστιν, ινα και οι εχοντες γυναικας ως μη εχοντες ωσιν,
29 τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι,
30 και οι κλαιοντες ως μη κλαιοντες, και οι χαιροντες ως μη χαιροντες, και οι αγοραζοντες ως μη κατεχοντες,
30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες,
31 και οι χρωμενοι τω κοσμω τουτω ως μη καταχρωμενοι· παραγει γαρ το σχημα του κοσμου τουτου.
31 καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
32 θελω δε υμας αμεριμνους ειναι. ο αγαμος μεριμνα τα του κυριου, πως αρεσει τω κυριω·
32 θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ·
33 ο δε γαμησας μεριμνα τα του κοσμου, πως αρεσει τη γυναικι.
33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί.
34 μεμερισται [και] η γυνη και η παρθενος. η αγαμος μεριμνα τα του κυριου, ινα η αγια και σωματι και πνευματι· η δε γαμησασα μεριμνα τα του κοσμου, πως αρεσει τω ανδρι.
34 μεμέρισται [καὶ] ἡ γυνὴ καὶ ἡ παρθένος. ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.
35 τουτο δε προς το υμων αυτων συμφερον λεγω, ουχ ινα βροχον υμιν επιβαλω, αλλα προς το ευσχημον και ευπαρεδρον τω κυριω απερισπαστως.
35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως.
36 ει δε τις ασχημονειν επι την παρθενον αυτου νομιζει, εαν η υπερακμος, και ουτως οφειλει γινεσθαι, ο θελει ποιειτω· ουχ αμαρτανει· γαμειτωσαν.
36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
37 ος δε εστηκεν εδραιος εν τη καρδια, μη εχων αναγκην, εξουσιαν δε εχει περι του ιδιου θεληματος, και τουτο κεκρικεν εν τη καρδια αυτου, του τηρειν την εαυτου παρθενον, καλως ποιει.
37 ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ, τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ.
38 ωστε και ο εκγαμιζων καλως ποιει, ο δε μη εκγαμιζων κρεισσον ποιει.
38 ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ.
39 γυνη δεδεται νομω εφ οσον χρονον ζη ο ανηρ αυτης· εαν δε κοιμηθη ο ανηρ αυτης, ελευθερα εστιν ω θελει γαμηθηναι, μονον εν κυριω.
39 Γυνὴ δέδεται νόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.
40 μακαριωτερα δε εστιν εαν ουτως μεινη, κατα την εμην γνωμην· δοκω δε καγω πνευμα θεου εχειν.
40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.
Cross references (38)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Corinthians 7:8; Matthew 19:10–11; 1 Corinthians 7:26–27; 1 Corinthians 7:37–38; Genesis 20:6
  2. 2 Ephesians 5:28; Ephesians 5:33; 1 Corinthians 7:9; Proverbs 18:22; Proverbs 5:18–19
  3. 3 1 Peter 3:7; Exodus 21:10
  4. 4 Matthew 19:9; Hosea 3:3; Mark 10:11–12
  5. 5 Exodus 19:15; Joel 2:16; Zechariah 12:12–14; 1 Samuel 21:4–5; Matthew 19:11
  6. 6 2 Corinthians 8:8; 1 Corinthians 7:25; 1 Corinthians 7:12; 2 Corinthians 11:17
  7. 7 Matthew 19:11–12; 1 Corinthians 7:8; Romans 12:6; 1 Corinthians 9:5; 1 Corinthians 12:4
  8. 8 1 Corinthians 7:32; 1 Corinthians 7:34–35; 1 Corinthians 7:7; 1 Corinthians 7:26–27; 1 Corinthians 7:1
  9. 9 1 Corinthians 7:2; 1 Timothy 5:14; 1 Timothy 5:11; 1 Corinthians 7:28; 1 Corinthians 7:36
  10. 10 Matthew 5:32; Luke 16:18; Malachi 2:14–16; Matthew 19:3–9; Mark 10:11–12
  11. 11 Jeremiah 3:1; 1 Corinthians 7:10; Deuteronomy 22:19; Isaiah 50:1; Judges 19:2–3
  12. 12 1 Corinthians 7:6; 2 Corinthians 11:17; 1 Corinthians 7:25; Ezra 10:2–3; Ezra 10:11–19
  13. 14 Malachi 2:15–16; 1 Timothy 4:5; Isaiah 52:1; Titus 1:15; Romans 11:16
  14. 15 Romans 14:19; James 3:17–18; 2 Corinthians 13:11; 1 Corinthians 14:33; Matthew 12:50
  15. 16 1 Peter 3:1–2; Romans 11:14; 1 Corinthians 9:22; James 5:19–20; Luke 15:10
  16. 17 1 Corinthians 4:17; 1 Corinthians 7:24; Romans 12:3–8; 1 Corinthians 7:20–21; 2 Corinthians 11:28
  17. 18 Acts 15:5; Acts 15:19; Galatians 5:1–3; Colossians 3:11; Acts 15:28
  18. 19 Galatians 5:6; Galatians 6:15; 1 John 2:3–4; Romans 2:25–29; 1 John 3:22–24
  19. 20 1 Corinthians 7:17; 1 Thessalonians 4:11; Proverbs 27:8; 2 Thessalonians 3:12; 1 Corinthians 7:21–24
  20. 21 1 Peter 2:18–24; Colossians 3:11; 1 Corinthians 12:13; Luke 12:29; Luke 10:40–41
  21. 22 1 Peter 2:16; Philemon 16; Colossians 3:22–24; Galatians 5:13; Romans 6:18–22
  22. 23 1 Corinthians 6:20; 1 Peter 1:18–19; Titus 2:14; Leviticus 25:42; Revelation 5:9
  23. 24 1 Corinthians 7:20; Colossians 3:23–24; 1 Corinthians 7:17; Genesis 17:1; 1 Corinthians 10:31
  24. 25 1 Corinthians 7:6; 1 Corinthians 4:2; 1 Corinthians 7:40; 2 Corinthians 8:8–10; 1 Corinthians 7:12
  25. 26 1 Corinthians 7:1; 1 Corinthians 7:8; Luke 23:28–29; 1 Peter 4:17; 1 Corinthians 7:28
  26. 27 1 Corinthians 7:12–14; 1 Corinthians 7:20
  27. 28 Hebrews 13:4; 1 Corinthians 7:32–36; 1 Corinthians 7:26; 2 Corinthians 1:23
  28. 29 1 John 2:17; Romans 13:11–12; 1 Corinthians 7:31; James 4:13–16; Hebrews 13:13–14
  29. 30 Ecclesiastes 3:4; John 16:22; Luke 6:21; Psalm 126:5–6; Revelation 7:17
  30. 31 1 John 2:17; 1 Peter 4:7; Luke 21:34; James 4:14; 1 Peter 1:24
  31. 32 Matthew 6:25–34; 1 Timothy 5:5; Philippians 4:6; Psalm 55:22; Matthew 13:22
  32. 33 1 Peter 3:7; Colossians 3:19; 1 Timothy 5:8; Ephesians 5:25–33; Luke 12:22
  33. 34 Luke 10:40–42; 1 Corinthians 6:20; Luke 2:36–37; Romans 12:1–2; Philippians 1:20
  34. 35 1 Corinthians 7:33–34; 1 Corinthians 7:36; Luke 8:14; Philippians 4:8; 1 Corinthians 7:2
  35. 36 1 Corinthians 7:9; 1 Corinthians 7:37
  36. 38 Hebrews 13:4; 1 Corinthians 7:1–2; 1 Corinthians 7:37; 1 Corinthians 7:32–34; 1 Corinthians 7:8
  37. 39 Romans 7:2–3; 2 Corinthians 6:14–16; 1 Corinthians 7:10; 1 Corinthians 7:15; Malachi 2:11
  38. 40 1 Corinthians 7:8; 1 Corinthians 7:1; 1 Corinthians 7:25–26; 1 Corinthians 7:6; 2 Corinthians 12:11

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 7:1 John Chrysostom, Homilies on First Corinthians (Homily XIX)

    Having corrected the three heaviest things laid to their charge, one, the distraction of the Church, another, about the fornicator, a third, about the covetous person, he thenceforth uses a milder sort of speech. And he interposes some exhortation and advice about marriage and virginity, giving the hearers some respite from more unpleasant subjects.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 7:31 Irenaeus of Lyons, Against Heresies (Book IV, Preface)

    And they are also unacquainted with [the meaning of] the passing away of the heaven and earth; but Paul was not ignorant of it when he declared, "For the figure of this world passeth away." In the next place, David explains their question, for he says that when the fashion of this world passes away, not only shall God remain, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 7:28 Augustine of Hippo, Confessions (Book II)

    For Thy omnipotency is not far from us even when we are far from Thee, else in truth ought I more vigilantly to have given heed to the voice from the clouds: "Nevertheless, such shall have trouble in the flesh, but I spare you;" and, "It is good for a man not to touch a woman;" and, "He that is …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 7:31 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily VII)

    … to the monks also, except marriage; yea rather, even with respect to this, Paul commands us to put ourselves altogether on a level with them; saying, "For the fashion of this world passeth away:" that "they that have wives be as though they had none." "Wherefore" (so he speaks) "I do not bid you take possession of the summits of …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 7:40 Basil of Caesarea, On the Holy Spirit (Chapters XXV–XXVI)

    … should testify of himself "the Spirit of God is in me, and I offer glory after being made wise through the grace that flows from Him." For to a Paul it is becoming to say "I think also that I have the Spirit of God," and again, "that good thing which was committed to thee keep by the Holy Ghost …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)