Skip to the text

1 Corinthians · Patriarchal Text (Antoniades 1904/1912)

1 Corinthians 6 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 τολμα τις υμων, πραγμα εχων προς τον ετερον, κρινεσθαι επι των αδικων και ουχι επι των αγιων;
1 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
2 ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρινουσιν; και ει εν υμιν κρινεται ο κοσμος, αναξιοι εστε κριτηριων ελαχιστων;
2 οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;
3 ουκ οιδατε οτι αγγελους κρινουμεν; μητι γε βιωτικα;
3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά;
4 βιωτικα μεν ουν κριτηρια εαν εχητε, τους εξουθενημενους εν τη εκκλησια τουτους καθιζετε.
4 βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε.
5 προς εντροπην υμιν λεγω. ουτως ουκ ενι εν υμιν σοφος ουδε εις ος δυνησεται διακριναι ανα μεσον του αδελφου αυτου,
5 πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ,
6 αλλα αδελφος μετα αδελφου κρινεται, και τουτο επι απιστων;
6 ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;
7 ηδη μεν ουν ολως ηττημα υμιν εστιν οτι κριματα εχετε μεθ εαυτων. διατι ουχι μαλλον αδικεισθε; διατι ουχι μαλλον αποστερεισθε;
7 ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διατί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;
8 αλλα υμεις αδικειτε και αποστερειτε, και ταυτα αδελφους;
8 ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς;
9 η ουκ οιδατε οτι αδικοι βασιλειαν θεου ου κληρονομησουσιν; μη πλανασθε· ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται
9 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται
10 ουτε πλεονεκται ουτε κλεπται ουτε μεθυσοι, ου λοιδοροι, ουχ αρπαγες βασιλειαν θεου ου κληρονομησουσιν.
10 οὔτε πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.
11 και ταυτα τινες ητε· αλλα απελουσασθε, αλλα ηγιασθητε, αλλα εδικαιωθητε εν τω ονοματι του κυριου ιησου και εν τω πνευματι του θεου ημων.
11 καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.
12 παντα μοι εξεστιν, αλλ ου παντα συμφερει· παντα μοι εξεστιν, αλλ ουκ εγω εξουσιασθησομαι υπο τινος.
12 Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
13 τα βρωματα τη κοιλια και η κοιλια τοις βρωμασιν· ο δε θεος και ταυτην και ταυτα καταργησει. το δε σωμα ου τη πορνεια, αλλα τω κυριω, και ο κυριος τω σωματι·
13 τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι·
14 ο δε θεος και τον κυριον ηγειρεν και ημας εξεγερει δια της δυναμεως αυτου.
14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.
15 ουκ οιδατε οτι τα σωματα υμων μελη χριστου εστιν; αρας ουν τα μελη του χριστου ποιησω πορνης μελη; μη γενοιτο.
15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο.
16 [η] ουκ οιδατε οτι ο κολλωμενος τη πορνη εν σωμα εστιν; εσονται γαρ, φησιν, οι δυο εις σαρκα μιαν·
16 [ἢ] οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν·
17 ο δε κολλωμενος τω κυριω εν πνευμα εστιν.
17 ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι.
18 φευγετε την πορνειαν. παν αμαρτημα ο εαν ποιηση ανθρωπος εκτος του σωματος εστιν, ο δε πορνευων εις το ιδιον σωμα αμαρτανει.
18 φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
19 η ουκ οιδατε οτι το σωμα υμων ναος του εν υμιν αγιου πνευματος εστιν, ου εχετε απο θεου, και ουκ εστε εαυτων;
19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν;
20 ηγορασθητε γαρ τιμης· δοξασατε δη τον θεον εν τω σωματι υμων και εν τω πνευματι υμων, ατινα εστιν του θεου.
20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.
Cross references (20)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 18:15–17; Acts 19:38; 1 Corinthians 14:33; 1 Corinthians 6:6–7; 1 Corinthians 16:1
  2. 2 Matthew 19:28; Revelation 20:4; Daniel 7:22; Luke 22:30; Revelation 3:21
  3. 3 Jude 6; Matthew 25:41; 1 Corinthians 6:4; Luke 8:14; 2 Timothy 2:4
  4. 4 1 Corinthians 5:12; Acts 6:2–4
  5. 5 1 Corinthians 4:14; 1 Corinthians 15:34; James 3:13–18; 1 Corinthians 4:10; Proverbs 14:8
  6. 6 Philippians 2:14–15; 1 John 2:9–11; 2 Corinthians 6:14; 1 John 3:11–15; 1 Corinthians 6:1
  7. 7 Romans 12:17–19; Proverbs 20:22; Matthew 5:39–41; 1 Peter 2:19–23; 1 Peter 3:9
  8. 8 1 Thessalonians 4:6; Colossians 3:25; Malachi 3:5; Leviticus 19:13; James 5:4
  9. 9 1 Timothy 1:9–10; Galatians 5:19–21; Ephesians 5:4–5; Leviticus 20:13; Leviticus 18:22
  10. 10 1 Corinthians 5:11; Galatians 5:21; Ephesians 4:28; Ezekiel 22:29; Ezekiel 22:27
  11. 11 1 Corinthians 1:30; Colossians 3:5–7; 1 Corinthians 1:2; Romans 6:17–19; Acts 22:16
  12. 12 1 Corinthians 10:23–33; 1 Corinthians 9:27; Hebrews 12:15–16; Romans 14:14–23; 1 Corinthians 8:7–13
  13. 13 1 Corinthians 6:19; 1 Corinthians 3:16; Romans 6:12; 1 Corinthians 6:15; 1 Thessalonians 4:3–7
  14. 14 2 Corinthians 4:14; Romans 8:11; Ephesians 1:19–20; Philippians 3:21; Acts 2:24
  15. 15 Ephesians 5:30; Romans 12:5; Ephesians 4:15–16; Colossians 2:19; 1 Corinthians 12:27
  16. 16 Genesis 2:24; Ephesians 5:31; Mark 10:8; Matthew 19:5–6; Matthew 21:31–32
  17. 17 John 17:21–23; Galatians 2:20; 1 Corinthians 12:13; Ephesians 4:3–4; John 3:6
  18. 18 1 Peter 2:11; 1 Thessalonians 4:3; Colossians 3:5; Romans 6:12–13; 2 Timothy 2:22
  19. 19 1 Corinthians 3:16; 2 Corinthians 6:16; 1 Peter 2:5; Ephesians 2:21–22; 1 Corinthians 6:15–16
  20. 20 1 Corinthians 7:23; Romans 12:1; 1 Peter 2:9; 1 Peter 1:18; Hebrews 9:12

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 6:12 John Chrysostom, Homilies on First Corinthians (Homily XVII)

    lawful:" but of things which seem to be indifferent. To illustrate my meaning: "It is lawful," he says, "to eat and to drink; but it is not expedient with excess." And so that marvellous and unexpected turn of his, which he is often wont to adopt; (Cf. Rom. xii. 21; 1 Cor. vii.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 6:9 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    For it is well that they should be cut off from the lusts that are in the world, since "every lust warreth against the spirit;" and "neither fornicators, nor effeminate, nor abusers of themselves with mankind, shall inherit the kingdom of God," nor those who do things inconsistent and unbecoming.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 6:9 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapters XXV–XXVI)

    Be not deceived: neither fornicators, nor idolaters, nor adulterers, not effeminate, nor abusers of themselves with mankind, nor thieves, nor covetous, nor drunkards, nor revilers, nor extortioners, shall inherit the kingdom of God." And as it was not to those who are without that he said these things, but to us, lest we should be cast forth from the kingdom …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 6:3 Augustine of Hippo, The City of God (Book XX, Chapters 3–5)

    … of Judas the traitor, the Apostle Paul, though he labored more than them all, should have no throne of judgment; but he unmistakeably considers himself to be included in the number of the judges when he says, "Know ye not that we shall judge angels?" The same rule is to be observed in applying the number twelve to those who …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 6:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily X)

    And Paul too saith, "But ye are washed, but ye are sanctified," not by the baptism of John, but "in the name of our Lord Jesus Christ, and by the Spirit of our God." And elsewhere too he saith, "John verily preached a baptism of repentance," (he saith not "of remission,") "that they should believe on Him that should come …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)