Skip to the text

Galatians · Patriarchal Text (Antoniades 1904/1912)

Galatians 4 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 λεγω δε, εφ οσον χρονον ο κληρονομος νηπιος εστιν, ουδεν διαφερει δουλου, κυριος παντων ων,
1 Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν,
2 αλλα υπο επιτροπους εστιν και οικονομους αχρι της προθεσμιας του πατρος.
2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
3 ουτως και ημεις, οτε ημεν νηπιοι, υπο τα στοιχεια του κοσμου ημεν δεδουλωμενοι·
3 οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι·
4 οτε δε ηλθεν το πληρωμα του χρονου, εξαπεστειλεν ο θεος τον υιον αυτου, γενομενον εκ γυναικος, γενομενον υπο νομον,
4 ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
5 ινα τους υπο νομον εξαγοραση, ινα την υιοθεσιαν απολαβωμεν.
5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
6 οτι δε εστε υιοι, εξαπεστειλεν ο θεος το πνευμα του υιου αυτου εις τας καρδιας υμων, κραζον· αββα ο πατηρ.
6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ.
7 ωστε ουκετι ει δουλος, αλλ υιος· ει δε υιος, και κληρονομος θεου δια χριστου.
7 ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾽ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.
8 αλλα τοτε μεν ουκ ειδοτες θεον εδουλευσατε τοις μη φυσει ουσιν θεοις·
8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς·
9 νυν δε γνοντες θεον, μαλλον δε γνωσθεντες υπο θεου, πως επιστρεφετε παλιν επι τα ασθενη και πτωχα στοιχεια, οις παλιν ανωθεν δουλευειν θελετε;
9 νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;
10 ημερας παρατηρεισθε και μηνας και καιρους και ενιαυτους!
10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς!
11 φοβουμαι υμας μηπως εικη κεκοπιακα εις υμας.
11 φοβοῦμαι ὑμᾶς μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.
12 γινεσθε ως εγω, οτι καγω ως υμεις, αδελφοι, δεομαι υμων. ουδεν με ηδικησατε.
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε.
13 οιδατε δε οτι δι ασθενειαν της σαρκος ευηγγελισαμην υμιν το προτερον,
13 οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
14 και τον πειρασμον μου τον εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε, αλλ ως αγγελον θεου εδεξασθε με, ως χριστον ιησουν.
14 καὶ τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
15 τις ουν ην ο μακαρισμος υμων; μαρτυρω γαρ υμιν οτι ει δυνατον τους οφθαλμους υμων εξορυξαντες αν εδωκατε μοι.
15 τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι.
16 ωστε εχθρος υμων γεγονα αληθευων υμιν;
16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
17 ζηλουσιν υμας ου καλως, αλλα εκκλεισαι υμας θελουσιν, ινα αυτους ζηλουτε.
17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
18 καλον δε το ζηλουσθαι εν καλω παντοτε και μη μονον εν τω παρειναι με προς υμας.
18 καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.
19 τεκνια μου, ους παλιν ωδινω, αχρι ου μορφωθη χριστος εν υμιν!
19 τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν!
20 ηθελον δε παρειναι προς υμας αρτι και αλλαξαι την φωνην μου, οτι απορουμαι εν υμιν.
20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
21 λεγετε μοι οι υπο νομον θελοντες ειναι· τον νομον ουκ ακουετε;
21 Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι· τὸν νόμον οὐκ ἀκούετε;
22 γεγραπται γαρ οτι αβρααμ δυο υιους εσχεν, ενα εκ της παιδισκης και ενα εκ της ελευθερας.
22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
23 αλλ ο μεν εκ της παιδισκης κατα σαρκα γεγεννηται, ο δε εκ της ελευθερας δια της επαγγελιας.
23 ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.
24 ατινα εστιν αλληγορουμενα. αυται γαρ εισιν δυο διαθηκαι, μια μεν απο ορους σινα, εις δουλειαν γεννωσα, ητις εστιν αγαρ·
24 ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ·
25 το γαρ αγαρ σινα ορος εστιν εν τη αραβια, συστοιχει δε τη νυν ιερουσαλημ, δουλευει δε μετα των τεκνων αυτης·
25 τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς·
26 η δε ανω ιερουσαλημ ελευθερα εστιν, ητις εστιν μητηρ παντων ημων.
26 ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.
27 γεγραπται γαρ· ευφρανθητι στειρα η ου τικτουσα, ρηξον και βοησον η ουκ ωδινουσα· οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα.
27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
28 ημεις δε, αδελφοι, κατα ισαακ επαγγελιας τεκνα εσμεν.
28 ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν.
29 αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθεις εδιωκεν τον κατα πνευμα, ουτως και νυν.
29 ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.
30 αλλα τι λεγει η γραφη; εκβαλε την παιδισκην και τον υιον αυτης· ου μη γαρ κληρονομησει ο υιος της παιδισκης μετα του υιου της ελευθερας.
30 ἀλλὰ τί λέγει ἡ γραφή; ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ μὴ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
31 αρα, αδελφοι, ουκ εσμεν παιδισκης τεκνα, αλλα της ελευθερας.
31 Ἄρα, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.
Cross references (30)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Galatians 4:23; Galatians 4:29; Genesis 24:2–3
  2. 3 Colossians 2:20; Colossians 2:8; Galatians 4:9; Galatians 2:4; Galatians 4:31–5:1
  3. 4 Isaiah 7:14; Mark 1:15; Romans 1:3; John 1:14; Matthew 1:23
  4. 5 Hebrews 9:15; Ephesians 1:5; 1 Peter 1:18–20; Ephesians 1:7; Galatians 3:13
  5. 6 Romans 8:15–17; Romans 5:5; Romans 8:9; 2 Corinthians 3:17; Ephesians 2:18
  6. 7 Galatians 3:29–4:2; Romans 8:16–17; Galatians 3:26; 1 Corinthians 3:21–23; Galatians 4:5–6
  7. 8 1 Corinthians 8:4; 1 Thessalonians 1:9; 1 Thessalonians 4:5; Ephesians 2:11–12; 1 Corinthians 10:19–20
  8. 9 1 Corinthians 8:3; Galatians 3:3; Romans 8:3; 1 John 5:20; 2 Peter 2:20
  9. 10 Colossians 2:16–17; Romans 14:5; Leviticus 23:1–44; Numbers 28:1–29; Leviticus 25:13
  10. 11 1 Thessalonians 3:5; Philippians 2:16; 2 John 8; Galatians 2:2; Galatians 4:20
  11. 12 2 Corinthians 2:5; 1 Kings 22:4; 1 Corinthians 9:20–23; Genesis 34:15; Galatians 6:14
  12. 13 1 Corinthians 2:3; 2 Corinthians 12:7–10; 2 Corinthians 11:30; 2 Corinthians 10:10; Galatians 1:6
  13. 14 Matthew 10:40; 1 Thessalonians 2:13; Hebrews 13:2; 2 Samuel 19:27; 2 Corinthians 5:20
  14. 15 Romans 5:2; Colossians 4:13; 1 John 3:16–18; Romans 9:3; 1 Thessalonians 5:13
  15. 16 Amos 5:10; Proverbs 9:8; John 8:45; Galatians 5:7; Psalm 141:5
  16. 17 2 Corinthians 11:13–15; Romans 16:18; 2 Peter 2:3; Matthew 23:15; 1 Corinthians 4:8
  17. 18 Philippians 2:12; Revelation 3:19; Philippians 1:27; Psalm 119:139; 1 Corinthians 15:58
  18. 19 Ephesians 4:13; Romans 13:14; Romans 8:29; Ephesians 4:24; Colossians 4:12
  19. 20 1 Thessalonians 2:17–18; 1 Corinthians 4:19–21; 1 Thessalonians 3:9
  20. 21 Galatians 3:10; Romans 3:19; Matthew 22:29–32; Galatians 3:23–24; Galatians 4:9
  21. 22 Genesis 16:15; Genesis 21:10; Genesis 21:1–2; Genesis 16:2–4
  22. 23 Hebrews 11:11; Romans 9:7–8; Genesis 21:1–2; Genesis 18:10–14; Galatians 4:28–29
  23. 24 Genesis 21:9–13; Hosea 11:10; 1 Corinthians 10:11; Hebrews 10:15–18; Hebrews 12:24
  24. 25 Matthew 23:37; Galatians 1:17; Psalm 68:17; Psalm 68:8; Deuteronomy 33:2
  25. 26 Hebrews 12:22; Revelation 21:2; Philippians 3:20; Micah 4:1–2; Revelation 3:12
  26. 27 Isaiah 54:1–5; Psalm 113:9; Ruth 4:14–16; 1 Samuel 2:5; 1 Timothy 5:5
  27. 28 Galatians 4:23; Romans 9:8–9; Romans 4:13–18; Galatians 3:29; Acts 3:25
  28. 29 Genesis 21:9; Romans 8:13; Galatians 5:11; 1 Thessalonians 2:14–15; Galatians 4:23
  29. 30 Genesis 21:10–12; John 8:35; Romans 8:15–17; Galatians 3:22; Romans 4:3
  30. 31 Galatians 5:13; Galatians 5:1; John 8:36; John 1:12–13; 1 John 3:1–2

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 4:27 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters X–XI)

    … in what sense [God] says, "That is a people who was not a people; and she is beloved who was not beloved;" and in what sense He says that "more are the children of her that was desolate, than of her who possessed a husband." For in reference to these points, and others of a like nature, the apostle exclaims: …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 4:19 Augustine of Hippo, Confessions (Book IX, Chapters IX–X)

    For she had "been the wife of one man," had requited her parents, had guided her house piously, was "well-reported of for good works," had "brought up children," as often travailing in birth of them as she saw them swerving from Thee.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Quotes verse 4:4 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily IV)

    For that He did come forth of the Virgin's flesh, He hath declared by speaking of "that which was conceived in her;" and Paul, by saying, "made of a woman;" whereby he stops the mouths of them that say, Christ came among us as through some conduit.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 4:4 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    For God sent forth His Son, says Paul, not made of a man and a woman, but made of a woman only, that is of a virgin.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 4:7 Basil of Caesarea, On the Holy Spirit (Chapter V)

    … (di' ou) ye were called unto the fellowship of his Son," and "Paul an apostle of Jesus Christ by (dia) the will of God;" and again, "Wherefore thou art no more a servant, but a son; and if a son, then an heir through God." And "like as Christ was raised up from the dead by (dia) the glory of …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)