PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και εισελθων διηρχετο την ιεριχω· 1 He entered and was passing through Jericho.
1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἱεριχώ·
2 και ιδου ανηρ ονοματι καλουμενος ζακχαιος, και αυτος ην αρχιτελωνης, και ουτος ην πλουσιος, 2 There was a man named Zacchaeus. He was a chief tax collector, and he was rich.
2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος,
3 και εζητει ιδειν τον ιησουν τις εστιν, και ουκ ηδυνατο απο του οχλου, οτι τη ηλικια μικρος ην. 3 He was trying to see who Jesus was, and couldn’t because of the crowd, because he was short.
3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
4 και προδραμων εμπροσθεν ανεβη επι συκομορεαν, ινα ιδη αυτον, οτι εκεινης ημελλεν διερχεσθαι. 4 He ran on ahead and climbed up into a sycamore tree to see him, for he was going to pass that way.
4 καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι.
5 και ως ηλθεν επι τον τοπον, αναβλεψας ο ιησους ειδεν αυτον και ειπεν προς αυτον· ζακχαιε, σπευσας καταβηθι· σημερον γαρ εν τω οικω σου δει με μειναι. 5 When Jesus came to the place, he looked up and saw him, and said to him, “Zacchaeus, hurry and come down, for today I must stay at your house.”
5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
6 και σπευσας κατεβη, και υπεδεξατο αυτον χαιρων. 6 He hurried, came down, and received him joyfully.
6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
7 και ιδοντες παντες διεγογγυζον λεγοντες οτι παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι. 7 When they saw it, they all murmured, saying, “He has gone in to lodge with a man who is a sinner.”
7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι.
8 σταθεις δε ζακχαιος ειπεν προς τον κυριον· ιδου τα ημιση των υπαρχοντων μου, κυριε, διδωμι τοις πτωχοις, και ει τινος τι εσυκοφαντησα, αποδιδωμι τετραπλουν. 8 Zacchaeus stood and said to the Lord, “Behold, Lord, half of my goods I give to the poor. If I have wrongfully exacted anything of anyone, I restore four times as much.”
8 σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.
9 ειπεν δε προς αυτον ο ιησους οτι σημερον σωτηρια τω οικω τουτω εγενετο, καθοτι και αυτος υιος αβρααμ εστιν. 9 Jesus said to him, “Today, salvation has come to this house, because he also is a son of Abraham.
9 εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν.
10 ηλθεν γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος. 10 For the Son of Man came to seek and to save that which was lost.”
10 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11 ακουοντων δε αυτων ταυτα προσθεις ειπεν παραβολην, δια το εγγυς αυτον ειναι ιερουσαλημ και δοκειν αυτους οτι παραχρημα μελλει η βασιλεια του θεου αναφαινεσθαι· 11 As they heard these things, he went on and told a parable, because he was near Jerusalem, and they supposed that God’s Kingdom would be revealed immediately.
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι·
12 ειπεν ουν· ανθρωπος τις ευγενης επορευθη εις χωραν μακραν λαβειν εαυτω βασιλειαν και υποστρεψαι. 12 He said therefore, “A certain nobleman went into a far country to receive for himself a kingdom and to return.
12 εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
13 καλεσας δε δεκα δουλους εαυτου εδωκεν αυτοις δεκα μνας και ειπεν προς αυτους· πραγματευσασθε εν ω ερχομαι. 13 He called ten servants of his and gave them ten mina coins, and told them, ‘Conduct business until I come.’
13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπε πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι.
14 οι δε πολιται αυτου εμισουν αυτον, και απεστειλαν πρεσβειαν οπισω αυτου λεγοντες· ου θελομεν τουτον βασιλευσαι εφ ημας. 14 But his citizens hated him, and sent an envoy after him, saying, ‘We don’t want this man to reign over us.’
14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς.
15 και εγενετο εν τω επανελθειν αυτον λαβοντα την βασιλειαν, και ειπεν φωνηθηναι αυτω τους δουλους τουτους οις εδωκεν το αργυριον, ινα επιγνω τις τι διεπραγματευσατο. 15 “When he had come back again, having received the kingdom, he commanded these servants, to whom he had given the money, to be called to him, that he might know what they had gained by conducting business.
15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκε τὸ ἀργύριον, ἵνα ἐπιγνῷ τίς τί διεπραγματεύσατο.
16 παρεγενετο δε ο πρωτος λεγων· κυριε, η μνα σου προσειργασατο δεκα μνας. 16 The first came before him, saying, ‘Lord, your mina has made ten more minas.’
16 παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς.
17 και ειπεν αυτω· ευ, αγαθε δουλε! οτι εν ελαχιστω πιστος εγενου, ισθι εξουσιαν εχων επανω δεκα πολεων. 17 “He said to him, ‘Well done, you good servant! Because you were found faithful with very little, you shall have authority over ten cities.’
17 καὶ εἶπεν αὐτῷ· εὖ, ἀγαθὲ δοῦλε! ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
18 και ηλθεν ο δευτερος λεγων· κυριε, η μνα σου εποιησεν πεντε μνας. 18 “The second came, saying, ‘Your mina, Lord, has made five minas.’
18 καὶ ἦλθεν ὁ δεύτερος λέγων· κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς.
19 ειπεν δε και τουτω· και συ γινου επανω πεντε πολεων. 19 “So he said to him, ‘And you are to be over five cities.’
19 εἶπε δὲ καὶ τούτῳ· καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων.
20 και ετερος ηλθεν λεγων· κυριε, ιδου η μνα σου, ην ειχον αποκειμενην εν σουδαριω. 20 Another came, saying, ‘Lord, behold, your mina, which I kept laid away in a handkerchief,
20 καὶ ἕτερος ἦλθε λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ.
21 εφοβουμην γαρ σε, οτι ανθρωπος αυστηρος ει· αιρεις ο ουκ εθηκας, και θεριζεις ο ουκ εσπειρας, και συναγεις οθεν ου διεσκορπισας. 21 for I feared you, because you are an exacting man. You take up that which you didn’t lay down, and reap that which you didn’t sow.’
21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας, καὶ συνάγεις ὅθεν οὐ διεσκόρπισας.
22 λεγει αυτω· εκ του στοματος σου κρινω σε, πονηρε δουλε. ηδεις οτι ανθρωπος αυστηρος ειμι εγω, αιρων ο ουκ εθηκα, και θεριζων ο ουκ εσπειρα, και συναγων οθεν ου διεσκορπισα· 22 “He said to him, ‘Out of your own mouth I will judge you, you wicked servant! You knew that I am an exacting man, taking up that which I didn’t lay down and reaping that which I didn’t sow.
22 λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἄνθρωπος αὐστηρός εἰμι ἐγώ, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισα·
23 και διατι ουκ εδωκας το αργυριον μου επι την τραπεζαν, και εγω ελθων συν τοκω αν επραξα αυτο; 23 Then why didn’t you deposit my money in the bank, and at my coming, I might have earned interest on it?’
23 καὶ διατί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτό;
24 και τοις παρεστωσιν ειπεν· αρατε απ αυτου την μναν και δοτε τω τας δεκα μνας εχοντι. 24 He said to those who stood by, ‘Take the mina away from him and give it to him who has the ten minas.’
24 καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
25 [και ειπον αυτω· κυριε, εχει δεκα μνας.] 25 “They said to him, ‘Lord, he has ten minas!’
25 [καὶ εἶπον αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς.]
26 λεγω γαρ υμιν οτι παντι τω εχοντι δοθησεται, απο δε του μη εχοντος και ο εχει αρθησεται απ αυτου. 26 ‘For I tell you that to everyone who has, will more be given; but from him who doesn’t have, even that which he has will be taken away from him.
26 λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
27 πλην τους εχθρους μου εκεινους, τους μη θελησαντας με βασιλευσαι επ αυτους, αγαγετε ωδε και κατασφαξατε αυτους εμπροσθεν μου. 27 But bring those enemies of mine who didn’t want me to reign over them here, and kill them before me.’”
27 πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτούς, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.
28 και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εις ιεροσολυμα. 28 Having said these things, he went on ahead, going up to Jerusalem.
28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29 και εγενετο ως ηγγισεν εις βηθσφαγη και βηθανιαν προς το ορος το καλουμενον ελαιων, απεστειλεν δυο των μαθητων αυτου 29 When he came near to Bethsphage and Bethany, at the mountain that is called Olivet, he sent two of his disciples,
29 καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ
30 ειπων· υπαγετε εις την κατεναντι κωμην, εν η εισπορευομενοι ευρησετε πωλον δεδεμενον, εφ ον ουδεις πωποτε ανθρωπων εκαθισεν· λυσαντες αυτον αγαγετε. 30 saying, “Go your way into the village on the other side, in which, as you enter, you will find a colt tied, which no man has ever sat upon. Untie it and bring it.
30 εἰπών· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε.
31 και εαν τις υμας ερωτα, διατι λυετε; ουτως ερειτε αυτω, οτι ο κυριος αυτου χρειαν εχει. 31 If anyone asks you, ‘Why are you untying it?’ say to him: ‘The Lord needs it.’”
31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διατί λύετε; οὕτως ἐρεῖτε αὐτῷ, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.
32 απελθοντες δε οι απεσταλμενοι ευρον καθως ειπεν αυτοις, εστωτα τον πωλον· 32 Those who were sent went away and found things just as he had told them.
32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς, ἑστῶτα τὸν πῶλον·
33 λυοντων δε αυτων τον πωλον ειπον οι κυριοι αυτου προς αυτους· τι λυετε τον πωλον; 33 As they were untying the colt, its owners said to them, “Why are you untying the colt?”
33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον;
34 οι δε ειπον οτι ο κυριος αυτου χρειαν εχει. 34 They said, “The Lord needs it.”
34 οἱ δὲ εἶπον ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.
35 και ηγαγον αυτον προς τον ιησουν, και επιρριψαντες εαυτων τα ιματια επι τον πωλον επεβιβασαν τον ιησουν. 35 Then they brought it to Jesus. They threw their cloaks on the colt and sat Jesus on them.
35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.
36 πορευομενου δε αυτου υπεστρωννυον τα ιματια αυτων εν τη οδω. 36 As he went, they spread their cloaks on the road.
36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
37 εγγιζοντος δε αυτου ηδη προς τη καταβασει του ορους των ελαιων ηρξατο απαν το πληθος των μαθητων χαιροντες αινειν τον θεον φωνη μεγαλη περι πασων ων ειδον δυναμεων 37 As he was now getting near, at the descent of the Mount of Olives, the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works which they had seen,
37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
38 λεγοντες· ευλογημενος ο ερχομενος βασιλευς εν ονοματι κυριου· ειρηνη εν ουρανω και δοξα εν υψιστοις. 38 saying, “Blessed is the King who comes in the name of the Lord! Peace in heaven, and glory in the highest!”
38 λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις.
39 και τινες των φαρισαιων απο του οχλου ειπον προς αυτον· διδασκαλε, επιτιμησον τοις μαθηταις σου. 39 Some of the Pharisees from the multitude said to him, “Teacher, rebuke your disciples!”
39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
40 και αποκριθεις ειπεν αυτοις· λεγω υμιν οτι εαν ουτοι σιωπησωσιν, οι λιθοι κεκραξονται. 40 He answered them, “I tell you that if these were silent, the stones would cry out.”
40 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.
41 και ως ηγγισεν, ιδων την πολιν εκλαυσεν επ αυτη, 41 When he came near, he saw the city and wept over it,
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτῇ,
42 λεγων οτι ει εγνως και συ, και γε εν τη ημερα σου ταυτη, τα προς ειρηνην σου! νυν δε εκρυβη απο οφθαλμων σου· 42 saying, “If you, even you, had known today the things which belong to your peace! But now, they are hidden from your eyes.
42 λέγων ὅτι εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου! νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου·
43 οτι ηξουσιν ημεραι επι σε και περιβαλουσιν οι εχθροι σου χαρακα σοι και περικυκλωσουσιν σε και συνεξουσιν σε παντοθεν, 43 For the days will come on you when your enemies will throw up a barricade against you, surround you, hem you in on every side,
43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε πάντοθεν,
44 και εδαφιουσιν σε και τα τεκνα σου εν σοι, και ουκ αφησουσιν εν σοι λιθον επι λιθω, ανθ ων ουκ εγνως τον καιρον της επισκοπης σου. 44 and will dash you and your children within you to the ground. They will not leave in you one stone on another, because you didn’t know the time of your visitation.”
44 καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45 και εισελθων εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας εν αυτω και αγοραζοντας 45 He entered into the temple and began to drive out those who bought and sold in it,
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας
46 λεγων αυτοις· γεγραπται οτι ο οικος μου οικος προσευχης εστιν· υμεις δε αυτον εποιησατε σπηλαιον ληστων. 46 saying to them, “It is written, ‘My house is a house of prayer,’ but you have made it a ‘den of robbers’!”
46 λέγων αὐτοῖς· γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47 και ην διδασκων το καθ ημεραν εν τω ιερω· οι δε αρχιερεις και οι γραμματεις εζητουν αυτον απολεσαι και οι πρωτοι του λαου, 47 He was teaching daily in the temple, but the chief priests, the scribes, and the leading men among the people sought to destroy him.
47 Καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
48 και ουχ ευρισκον το τι ποιησουσιν· ο λαος γαρ απας εξεκρεματο αυτου ακουων. 48 They couldn’t find what they might do, for all the people hung on to every word that he said.
48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.