PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 εν εκεινη τη ωρα προσηλθον οι μαθηται τω ιησου λεγοντες· τις αρα μειζων εστιν εν τη βασιλεια των ουρανων; 1 In that hour the disciples came to Jesus, saying, “Who then is greatest in the Kingdom of Heaven?”
1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
2 και προσκαλεσαμενος ο ιησους παιδιον εστησεν αυτο εν μεσω αυτων 2 Jesus called a little child to himself, and set him in the middle of them
2 καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν·
3 και ειπεν· αμην λεγω υμιν, εαν μη στραφητε και γενησθε ως τα παιδια, ου μη εισελθητε εις την βασιλειαν των ουρανων. 3 and said, “Most certainly I tell you, unless you turn and become as little children, you will in no way enter into the Kingdom of Heaven.
3 ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
4 οστις ουν ταπεινωσει εαυτον ως το παιδιον τουτο, ουτος εστιν ο μειζων εν τη βασιλεια των ουρανων. 4 Whoever therefore humbles himself as this little child is the greatest in the Kingdom of Heaven.
4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
5 και ος εαν δεξηται παιδιον τοιουτον εν επι τω ονοματι μου, εμε δεχεται· 5 Whoever receives one such little child in my name receives me,
5 καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται·
6 ος δ αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων εις εμε, συμφερει αυτω ινα κρεμασθη μυλος ονικος εις τον τραχηλον αυτου και καταποντισθη εν τω πελαγει της θαλασσης. 6 but whoever causes one of these little ones who believe in me to stumble, it would be better for him if a huge millstone were hung around his neck and that he were sunk in the depths of the sea.
6 ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
7 ουαι τω κοσμω απο των σκανδαλων· αναγκη γαρ εστιν ελθειν τα σκανδαλα· πλην ουαι τω ανθρωπω εκεινω δι ου το σκανδαλον ερχεται. 7 “Woe to the world because of occasions of stumbling! For it must be that the occasions come, but woe to that person through whom the occasion comes!
7 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται.
8 ει δε η χειρ σου η ο πους σου σκανδαλιζει σε, εκκοψον αυτα και βαλε απο σου· καλον σοι εστιν εισελθειν εις την ζωην χωλον η κυλλον, η δυο χειρας η δυο ποδας εχοντα βληθηναι εις το πυρ το αιωνιον. 8 If your hand or your foot causes you to stumble, cut it off and cast it from you. It is better for you to enter into life maimed or crippled, rather than having two hands or two feet to be cast into the eternal fire.
8 εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.
9 και ει ο οφθαλμος σου σκανδαλιζει σε, εξελε αυτον και βαλε απο σου· καλον σοι εστιν μονοφθαλμον εις την ζωην εισελθειν, η δυο οφθαλμους εχοντα βληθηναι εις την γεενναν του πυρος. 9 If your eye causes you to stumble, pluck it out and cast it from you. It is better for you to enter into life with one eye, rather than having two eyes to be cast into the Gehenna of fire.
9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
10 ορατε μη καταφρονησητε ενος των μικρων τουτων· λεγω γαρ υμιν οτι οι αγγελοι αυτων εν ουρανοις δια παντος βλεπουσιν το προσωπον του πατρος μου του εν ουρανοις. 10 See that you don’t despise one of these little ones, for I tell you that in heaven their angels always see the face of my Father who is in heaven.
10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
11 ηλθεν γαρ ο υιος του ανθρωπου σωσαι το απολωλος. 11 For the Son of Man came to save that which was lost.
11 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.
12 τι υμιν δοκει; εαν γενηται τινι ανθρωπω εκατον προβατα και πλανηθη εν εξ αυτων, ουχι αφεις τα ενενηκοντα εννεα επι τα ορη, πορευθεις ζητει το πλανωμενον; 12 “What do you think? If a man has one hundred sheep, and one of them goes astray, doesn’t he leave the ninety-nine, go to the mountains, and seek that which has gone astray?
12 Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον;
13 και εαν γενηται ευρειν αυτο, αμην λεγω υμιν οτι χαιρει επ αυτω μαλλον η επι τοις ενενηκοντα εννεα τοις μη πεπλανημενοις. 13 If he finds it, most certainly I tell you, he rejoices over it more than over the ninety-nine which have not gone astray.
13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.
14 ουτως ουκ εστιν θελημα εμπροσθεν του πατρος υμων του εν ουρανοις ινα αποληται εις των μικρων τουτων. 14 Even so it is not the will of your Father who is in heaven that one of these little ones should perish.
14 οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.
15 εαν δε αμαρτηση εις σε ο αδελφος σου, υπαγε [και] ελεγξον αυτον μεταξυ σου και αυτου μονου· εαν σου ακουση, εκερδησας τον αδελφον σου· 15 “If your brother sins against you, go, show him his fault between you and him alone. If he listens to you, you have gained back your brother.
15 Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε [καὶ] ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου·
16 εαν δε μη ακουση, παραλαβε μετα σου ετι ενα η δυο, ινα επι στοματος δυο μαρτυρων η τριων σταθη παν ρημα. 16 But if he doesn’t listen, take one or two more with you, that at the mouth of two or three witnesses every word may be established.
16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα.
17 εαν δε παρακουση αυτων, ειπε τη εκκλησια· εαν δε και της εκκλησιας παρακουση, εστω σοι ωσπερ ο εθνικος και ο τελωνης. 17 If he refuses to listen to them, tell it to the assembly. If he refuses to hear the assembly also, let him be to you as a Gentile or a tax collector.
17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
18 αμην λεγω υμιν, οσα εαν δησητε επι της γης, εσται δεδεμενα εν τω ουρανω, και οσα εαν λυσητε επι της γης, εσται λελυμενα εν τω ουρανω. 18 Most certainly I tell you, whatever things you bind on earth will have been bound in heaven, and whatever things you release on earth will have been released in heaven.
18 Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.
19 παλιν αμην λεγω υμιν οτι εαν δυο υμων συμφωνησωσιν επι της γης περι παντος πραγματος ου εαν αιτησωνται, γενησεται αυτοις παρα του πατρος μου του εν ουρανοις. 19 Again, assuredly I tell you, that if two of you will agree on earth concerning anything that they will ask, it will be done for them by my Father who is in heaven.
19 Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
20 ου γαρ εισιν δυο η τρεις συνηγμενοι εις το εμον ονομα, εκει ειμι εν μεσω αυτων. 20 For where two or three are gathered together in my name, there I am in the middle of them.”
20 οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
21 τοτε προσελθων αυτω ο πετρος ειπεν· κυριε, ποσακις αμαρτησει εις εμε ο αδελφος μου και αφησω αυτω; εως επτακις; 21 Then Peter came and said to him, “Lord, how often shall my brother sin against me, and I forgive him? Until seven times?”
21 Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;
22 λεγει αυτω ο ιησους· ου λεγω σοι εως επτακις, αλλ εως εβδομηκοντακις επτα. 22 Jesus said to him, “I don’t tell you until seven times, but, until seventy times seven.
22 λέγει αὐτῷ ὁ Ἰησοῦς· οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.
23 δια τουτο ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει, ος ηθελησεν συναραι λογον μετα των δουλων αυτου. 23 Therefore the Kingdom of Heaven is like a certain king who wanted to settle accounts with his servants.
23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
24 αρξαμενου δε αυτου συναιρειν προσηνεχθη αυτω εις οφειλετης μυριων ταλαντων. 24 When he had begun to settle, one was brought to him who owed him ten thousand talents.
24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.
25 μη εχοντος δε αυτου αποδουναι εκελευσεν αυτον ο κυριος αυτου πραθηναι και την γυναικα αυτου και τα τεκνα και παντα οσα ειχεν, και αποδοθηναι. 25 But because he couldn’t pay, his lord commanded him to be sold, with his wife, his children, and all that he had, and payment to be made.
25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι.
26 πεσων ουν ο δουλος προσεκυνει αυτω λεγων· κυριε, μακροθυμησον επ εμοι και παντα σοι αποδωσω. 26 The servant therefore fell down and knelt before him, saying, ‘Lord, have patience with me, and I will repay you all!’
26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾽ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω.
27 σπλαγχνισθεις δε ο κυριος του δουλου εκεινου απελυσεν αυτον και το δανειον αφηκεν αυτω. 27 The lord of that servant, being moved with compassion, released him and forgave him the debt.
27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.
28 εξελθων δε ο δουλος εκεινος ευρεν ενα των συνδουλων αυτου, ος ωφειλεν αυτω εκατον δηναρια, και κρατησας αυτον επνιγεν λεγων· αποδος μοι ει τι οφειλεις. 28 “But that servant went out and found one of his fellow servants who owed him one hundred denarii, and he grabbed him and took him by the throat, saying, ‘Pay me what you owe!’
28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις.
29 πεσων ουν ο συνδουλος αυτου εις τους ποδας αυτου παρεκαλει αυτον λεγων· μακροθυμησον επ εμοι και αποδωσω σοι. 29 “So his fellow servant fell down at his feet and begged him, saying, ‘Have patience with me, and I will repay you!’
29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾽ ἐμοὶ καὶ ἀποδώσω σοι.
30 ο δε ουκ ηθελεν, αλλα απελθων εβαλεν αυτον εις φυλακην εως ου αποδω το οφειλομενον. 30 He would not, but went and cast him into prison until he should pay back that which was due.
30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
31 ιδοντες δε οι συνδουλοι αυτου τα γενομενα ελυπηθησαν σφοδρα, και ελθοντες διεσαφησαν τω κυριω εαυτων παντα τα γενομενα. 31 So when his fellow servants saw what was done, they were exceedingly sorry, and came and told their lord all that was done.
31 ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
32 τοτε προσκαλεσαμενος αυτον ο κυριος αυτου λεγει αυτω· δουλε πονηρε, πασαν την οφειλην εκεινην αφηκα σοι, επει παρεκαλεσας με· 32 Then his lord called him in and said to him, ‘You wicked servant! I forgave you all that debt because you begged me.
32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με.
33 ουκ εδει και σε ελεησαι τον συνδουλον σου, ως και εγω σε ηλεησα; 33 Shouldn’t you also have had mercy on your fellow servant, even as I had mercy on you?’
33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα;
34 και οργισθεις ο κυριος αυτου παρεδωκεν αυτον τοις βασανισταις εως ου αποδω παν το οφειλομενον αυτω. 34 His lord was angry, and delivered him to the tormentors until he should pay all that was due to him.
34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.
35 ουτως και ο πατηρ μου ο επουρανιος ποιησει υμιν, εαν μη αφητε εκαστος τω αδελφω αυτου απο των καρδιων υμων τα παραπτωματα αυτων. 35 So my heavenly Father will also do to you, if you don’t each forgive your brother from your hearts for his misdeeds.”
35 Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.