Skip to the text

Philippians · Patriarchal Text (Antoniades 1904/1912)

Philippians 4 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ωστε, αδελφοι μου αγαπητοι και επιποθητοι, χαρα και στεφανος μου, ουτως στηκετε εν κυριω, αγαπητοι.
1 Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.
2 ευοδιαν παρακαλω και συντυχην παρακαλω το αυτο φρονειν εν κυριω·
2 Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ·
3 ναι ερωτω και σε, συζυγε γνησιε, συλλαμβανου αυταις, αιτινες εν τω ευαγγελιω συνηθλησαν μοι μετα και κλημεντος και των λοιπων συνεργων μου, ων τα ονοματα εν βιβλω ζωης.
3 ναὶ ἐρωτῶ καὶ σέ, Σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
4 χαιρετε εν κυριω παντοτε· παλιν ερω, χαιρετε.
4 Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
5 το επιεικες υμων γνωσθητω πασιν ανθρωποις. ο κυριος εγγυς.
5 τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγύς.
6 μηδεν μεριμνατε, αλλ εν παντι τη προσευχη και τη δεησει μετα ευχαριστιας τα αιτηματα υμων γνωριζεσθω προς τον θεον.
6 μηδὲν μεριμνᾶτε, ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
7 και η ειρηνη του θεου η υπερεχουσα παντα νουν φρουρησει τας καρδιας υμων και τα νοηματα υμων εν χριστω ιησου.
7 καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
8 το λοιπον, αδελφοι, οσα εστιν αληθη, οσα σεμνα, οσα δικαια, οσα αγνα, οσα προσφιλη, οσα ευφημα, ει τις αρετη και ει τις επαινος, ταυτα λογιζεσθε·
8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·
9 α και εμαθετε και παρελαβετε και ηκουσατε και ειδετε εν εμοι, ταυτα πρασσετε· και ο θεος της ειρηνης εσται μεθ υμων.
9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ ὑμῶν.
10 εχαρην δε εν κυριω μεγαλως οτι ηδη ποτε ανεθαλετε το υπερ εμου φρονειν· εφ ω και εφρονειτε, ηκαιρεισθε δε.
10 Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ᾽ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ.
11 ουχ οτι καθ υστερησιν λεγω· εγω γαρ εμαθον εν οις ειμι αυταρκης ειναι.
11 οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι.
12 οιδα και ταπεινουσθαι, οιδα και περισσευειν· εν παντι και εν πασιν μεμυημαι και χορταζεσθαι και πειναν, και περισσευειν και υστερεισθαι·
12 οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·
13 παντα ισχυω εν τω ενδυναμουντι με χριστω.
13 πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.
14 πλην καλως εποιησατε συγκοινωνησαντες μου τη θλιψει.
14 πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.
15 οιδατε δε και υμεις, φιλιππησιοι, οτι εν αρχη του ευαγγελιου, οτε εξηλθον απο μακεδονιας, ουδεμια μοι εκκλησια εκοινωνησεν εις λογον δοσεως και ληψεως ει μη υμεις μονοι,
15 οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως εἰ μὴ ὑμεῖς μόνοι,
16 οτι και εν θεσσαλονικη και απαξ και δις εις την χρειαν μοι επεμψατε.
16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.
17 ουχ οτι επιζητω το δομα, αλλ επιζητω τον καρπον τον πλεοναζοντα εις λογον υμων.
17 οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ᾽ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.
18 απεχω δε παντα και περισσευω· πεπληρωμαι δεξαμενος παρα επαφροδιτου τα παρ υμων, οσμην ευωδιας, θυσιαν δεκτην, ευαρεστον τω θεω.
18 ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ Θεῷ.
19 ο δε θεος μου πληρωσει πασαν χρειαν υμων κατα τον πλουτον αυτου εν δοξη εν χριστω ιησου.
19 ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.
20 τω δε θεω και πατρι ημων η δοξα εις τους αιωνας των αιωνων· αμην.
20 Τῷ δὲ Θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
21 ασπασασθε παντα αγιον εν χριστω ιησου. ασπαζονται υμας οι συν εμοι αδελφοι.
21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
22 ασπαζονται υμας παντες οι αγιοι, μαλιστα δε οι εκ της καισαρος οικιας.
22 ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.
23 η χαρις του κυριου ιησου χριστου μετα παντων υμων· αμην.
23 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Clement

    Coworker of Paul at Philippi

    Named by Paul as a coworker whose name is in the book of life.

    Cited in the guide: Philippians 4:3

  • Epaphroditus

    Messenger from Philippi

    Paul's brother, coworker, and fellow soldier whom the Philippians sent with a gift; he nearly died of illness.

    Cited in the guide: Philippians 2:25; Philippians 4:18

  • Euodia

    Woman at Philippi

    A woman at Philippi who had labored with Paul in the gospel; Paul urges her to be of one mind with Syntyche.

    Cited in the guide: Philippians 4:2

  • Syntyche

    Woman at Philippi

    A woman at Philippi who had labored with Paul in the gospel; Paul urges her to be of one mind with Euodia.

    Cited in the guide: Philippians 4:2

Cross references (23)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Philippians 1:27; 1 Corinthians 16:13; Psalm 27:14; Philippians 2:16; 1 Corinthians 15:58
  2. 2 Hebrews 12:14; 1 Corinthians 1:10; Mark 9:50; 1 Peter 3:8–11; Philippians 2:2–3
  3. 3 Revelation 3:5; Luke 10:20; Revelation 13:8; Philippians 1:27; Revelation 21:27
  4. 4 1 Thessalonians 5:16–18; Romans 12:12; James 1:2–4; Philippians 3:1; Matthew 5:12
  5. 5 James 5:8–9; Matthew 6:25; Titus 3:2; Hebrews 10:37; 1 Peter 4:7
  6. 6 Proverbs 3:5–6; 1 Peter 5:7; Matthew 6:25–33; Psalm 55:22; 1 Thessalonians 5:17–18
  7. 7 John 14:27; Isaiah 26:3; 2 Thessalonians 3:16; Colossians 3:15; Psalm 29:11
  8. 8 James 3:17; Titus 2:7; Romans 12:9–21; 2 Corinthians 8:21; Galatians 5:22
  9. 9 James 1:22; 1 Thessalonians 4:1–8; Philippians 3:17; 2 Peter 1:10; John 13:17
  10. 10 2 Corinthians 11:9; Galatians 6:6; 2 Corinthians 7:6–7; Galatians 6:10; Philippians 1:3
  11. 11 1 Timothy 6:6–9; Hebrews 13:5–6; Matthew 6:31–34; Philippians 3:8; 2 Corinthians 9:8
  12. 12 Matthew 11:29; 2 Corinthians 12:7–10; 2 Corinthians 11:27; 2 Corinthians 11:9; 2 Corinthians 6:4–10
  13. 13 Isaiah 41:10; 2 Corinthians 12:9–10; Ephesians 6:10; Colossians 1:11; Isaiah 40:29–31
  14. 14 Hebrews 13:16; Philippians 1:7; Hebrews 10:34; Galatians 6:6; 1 Kings 8:18
  15. 15 Philippians 1:5; 2 Corinthians 11:8–12; 2 Corinthians 12:11–15; Acts 16:40–17:5
  16. 16 1 Thessalonians 2:9; Acts 17:1; 1 Thessalonians 2:18
  17. 17 Titus 3:14; Hebrews 6:10; 2 Corinthians 9:9–13; John 15:8; Titus 1:7
  18. 18 Hebrews 13:16; Philippians 4:12; 2 Corinthians 9:12; Ephesians 5:2; Philippians 2:25–26
  19. 19 2 Corinthians 9:8–11; Psalm 84:11; 1 Peter 5:10; 1 Timothy 6:17; Psalm 23:1–5
  20. 20 Romans 11:36; Psalm 115:1; Revelation 14:7; Revelation 7:12; Revelation 1:6
  21. 21 Galatians 1:2; Ephesians 1:1; Colossians 4:10–14; Romans 16:21–22; Philippians 1:1
  22. 22 Philippians 1:13; 2 Corinthians 13:13; Romans 16:16; 1 Peter 5:13; Hebrews 13:24
  23. 23 Romans 16:20; 2 Corinthians 13:14

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 4:4 John Chrysostom, Homilies on Philippians (Homily XIV)

    "Blessed are they that mourn," and "woe unto them that laugh" (Matt. v. 4; Luke vi. 25.), saith Christ. How then saith Paul, "Rejoice in the Lord alway"? "Woe to them that laugh," said Christ, the laughter of this world which ariseth from the things which are present.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Quotes verse 4:17 Irenaeus of Lyons, Against Heresies (Book IV, Preface)

    … the Levites shall have no part in the whole tribe of Levi, nor substance with Israel; their substance is the offerings (fructifications) of the Lord: these shall they eat." Wherefore also Paul says, "I do not seek after a gift, but I seek after fruit." To His disciples He said, who had a priesthood of the Lord, to whom it …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 4:11–14 Augustine of Hippo, Confessions (Book X, Chapters XXIX–XXXI)

    I can do all things through Christ which strengtheneth me." Lo!

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 4:4 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXVII)

    Heardest thou not what Paul saith, "Rejoice in the Lord?" He said not, "in the devil." When then wilt thou be able to hear Paul?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 4:13 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XXI)

    … the adversary, so likewise ye, after Holy Baptism and the Mystical Chrism, having put on the whole armour of the Holy Ghost, are to stand against the power of the adversary, and vanquish it, saying, I can do all things through Christ which strengtheneth me.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)