Skip to the text

Revelation · Patriarchal Text (Antoniades 1904/1912)

Revelation 16 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και ηκουσα μεγαλης φωνης εκ του ναου λεγουσης τοις επτα αγγελοις· υπαγετε και εκχεατε τας επτα φιαλας του θυμου του θεου εις την γην.
1 Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· ὑπάγετε καὶ ἐκχέατε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
2 και απηλθεν ο πρωτος και εξεχεεν την φιαλην αυτου εις την γην· και εγενετο ελκος κακον και πονηρον επι τους ανθρωπους τους εχοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου.
2 Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
3 και ο δευτερος [αγγελος] εξεχεεν την φιαλην αυτου εις την θαλασσαν· και εγενετο αιμα ως νεκρου, και πασα ψυχη ζωσα απεθανεν εν τη θαλασση.
3 Καὶ ὁ δεύτερος [ἄγγελος] ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ.
4 και ο τριτος εξεχεεν την φιαλην αυτου εις τους ποταμους και εις τας πηγας των υδατων· και εγενετο αιμα.
4 Καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
5 και ηκουσα του αγγελου των υδατων λεγοντος· δικαιος ει, ο ων και ο ην, ο οσιος, οτι ταυτα εκρινας·
5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας·
6 οτι αιμα αγιων και προφητων εξεχεαν, και αιμα αυτοις εδωκας πιειν· αξιοι εισιν.
6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοί εἰσι.
7 και ηκουσα του θυσιαστηριου λεγοντος· ναι, κυριε ο θεος ο παντοκρατωρ, αληθιναι και δικαιαι αι κρισεις σου.
7 Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8 και ο τεταρτος εξεχεεν την φιαλην αυτου επι τον ηλιον· και εδοθη αυτω καυματισαι εν πυρι τους ανθρωπους.
8 Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρὶ τοὺς ἀνθρώπους,
9 και εκαυματισθησαν οι ανθρωποι καυμα μεγα, και εβλασφημησαν οι ανθρωποι το ονομα του θεου του εχοντος εξουσιαν επι τας πληγας ταυτας, και ου μετενοησαν δουναι αυτω δοξαν.
9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 και ο πεμπτος εξεχεεν την φιαλην αυτου επι τον θρονον του θηριου· και εγενετο η βασιλεια αυτου εσκοτωμενη, και εμασωντο τας γλωσσας αυτων εκ του πονου,
10 Καὶ ὁ πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
11 και εβλασφημησαν τον θεον του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων, και ου μετενοησαν εκ των εργων αυτων.
11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 και ο εκτος εξεχεεν την φιαλην αυτου επι τον ποταμον τον μεγαν [τον] ευφρατην· και εξηρανθη το υδωρ αυτου, ινα ετοιμασθη η οδος των βασιλεων των απο ανατολης ηλιου.
12 Καὶ ὁ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν [τὸν] Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
13 και ειδον εκ του στοματος του δρακοντος και εκ του στοματος του θηριου και εκ του στοματος του ψευδοπροφητου πνευματα τρια ακαθαρτα, ως βατραχοι·
13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα, ὡς βάτραχοι·
14 εισιν γαρ πνευματα δαιμονιων ποιουντα σημεια, α εκπορευεται επι τους βασιλεις της οικουμενης ολης, συναγαγειν αυτους εις τον πολεμον της ημερας εκεινης της μεγαλης του θεου του παντοκρατορος.
14 εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος.
15 ιδου ερχομαι ως κλεπτης· μακαριος ο γρηγορων και τηρων τα ιματια αυτου, ινα μη γυμνος περιπατη και βλεπωσιν την ασχημοσυνην αυτου.
15 Ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.
16 και συνηγαγεν αυτους εις τον τοπον τον καλουμενον εβραιστι αρμαγεδων.
16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
17 και ο εβδομος εξεχεεν την φιαλην αυτου επι τον αερα· και εξηλθεν φωνη μεγαλη εκ του ναου του ουρανου απο του θρονου λεγουσα· γεγονεν.
17 Καὶ ὁ ἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· γέγονε.
18 και εγενοντο αστραπαι και φωναι και βρονται, και σεισμος εγενετο μεγας, οιος ουκ εγενετο αφ ου οι ανθρωποι εγενοντο επι της γης, τηλικουτος σεισμος ουτως μεγας.
18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.
19 και εγενετο η πολις η μεγαλη εις τρια μερη, και αι πολεις των εθνων επεσαν. και βαβυλων η μεγαλη εμνησθη ενωπιον του θεου δουναι αυτη το ποτηριον του οινου του θυμου της οργης αυτου.
19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
20 και πασα νησος εφυγεν, και ορη ουχ ευρεθησαν.
20 καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν.
21 και χαλαζα μεγαλη ως ταλαντιαια καταβαινει εκ του ουρανου επι τους ανθρωπους· και εβλασφημησαν οι ανθρωποι τον θεον εκ της πληγης της χαλαζης, οτι μεγαλη εστιν η πληγη αυτη σφοδρα.
21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὕτη σφόδρα.
Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Zephaniah 3:8; Jeremiah 10:25; Revelation 15:1; Psalm 79:6; Revelation 16:17
  2. 2 Revelation 8:7; Revelation 16:11; Revelation 13:15–18; Deuteronomy 28:27; Exodus 9:8–11
  3. 3 Exodus 7:17–21; Revelation 8:8–9; Revelation 11:6; Psalm 105:29; Psalm 78:44
  4. 4 Revelation 8:10–11; Exodus 7:17–20; Hosea 13:15; Revelation 14:7; Isaiah 50:2
  5. 5 Revelation 1:8; Revelation 11:17; Revelation 1:4; Psalm 145:17; Revelation 4:8
  6. 6 Isaiah 49:26; Revelation 11:18; Revelation 6:10–11; Luke 11:49–50; Revelation 18:24
  7. 7 Revelation 19:2; Revelation 6:9; Revelation 15:3–4; Revelation 8:3–5; Isaiah 6:6
  8. 8 Acts 2:20; Luke 21:25; Revelation 14:18; Jonah 4:8; Revelation 7:16
  9. 9 Revelation 2:21; Revelation 16:21; Revelation 16:10–11; Revelation 11:13; Luke 13:5
  10. 10 Revelation 9:2; Matthew 8:12; Isaiah 8:21–22; Exodus 10:21–23; Revelation 18:23
  11. 11 Revelation 16:9; Revelation 16:2; Revelation 11:13; Revelation 16:21; Revelation 2:21
  12. 12 Revelation 9:14; Jeremiah 51:36; Isaiah 44:27; Isaiah 41:25; Isaiah 42:15
  13. 13 Revelation 19:20; 2 Thessalonians 2:9–11; Revelation 20:10; 1 John 4:1–3; Revelation 13:11–18
  14. 14 Revelation 17:14; 1 Timothy 4:1; Revelation 20:8; 2 Corinthians 11:13–15; James 3:15
  15. 15 1 Thessalonians 5:2–3; Matthew 24:42–43; Revelation 3:18; 2 Peter 3:10; Revelation 3:3–4
  16. 16 Zechariah 12:11; Judges 5:19; Joel 3:9–14; 2 Kings 23:29–30; Revelation 17:14
  17. 17 John 19:30; Revelation 21:6; Ephesians 6:12; Ephesians 2:2; Revelation 15:5–6
  18. 18 Daniel 12:1; Revelation 4:5; Revelation 11:13; Revelation 11:19; Matthew 24:21
  19. 19 Revelation 18:5; Revelation 17:18; Revelation 18:10; Revelation 18:21; Revelation 18:2
  20. 20 Revelation 6:14; Revelation 20:11; Isaiah 2:14–17; Jeremiah 4:23–25
  21. 21 Revelation 11:19; Revelation 16:9; Joshua 10:11; Revelation 16:11; Revelation 8:7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences