Revelation · Patriarchal Text (Antoniades 1904/1912)
Revelation 18 Patriarchal Text (Antoniades 1904/1912)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- The digital source has no accents or capitals (as Robinson distributes it); 1912 base text, movable nu regularised.
- Double square brackets [[ ]] are marks in the digital source; at 1 John 5:7–8 they enclose the words the 1904 edition prints in smaller type.
- Credit: Maurice A. Robinson & Jussi Ala-Konni (byztxt).
1 μετα ταυτα ειδον αλλον αγγελον καταβαινοντα εκ του ουρανου, εχοντα εξουσιαν μεγαλην, και η γη εφωτισθη εκ της δοξης αυτου,
1 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ,
2 και εκραξεν εν ισχυρα φωνη λεγων· επεσεν, επεσεν βαβυλων η μεγαλη, και εγενετο κατοικητηριον δαιμονιων και φυλακη παντος πνευματος ακαθαρτου και φυλακη παντος ορνεου ακαθαρτου και μεμισημενου·
2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου·
3 οτι εκ του οινου του θυμου της πορνειας αυτης πεπωκαν παντα τα εθνη, και οι βασιλεις της γης μετ αυτης επορνευσαν, και οι εμποροι της γης εκ της δυναμεως του στρηνους αυτης επλουτησαν.
3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4 και ηκουσα αλλην φωνην εκ του ουρανου λεγουσαν· εξελθε εξ αυτης ο λαος μου, ινα μη συγκοινωνησητε ταις αμαρτιαις αυτης, και ινα εκ των πληγων αυτης μη λαβητε·
4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἵνα ἐκ τῶν πληγῶν αὐτῆς μὴ λάβητε·
5 οτι εκολληθησαν αυτης αι αμαρτιαι αχρι του ουρανου, και εμνημονευσεν ο θεος τα αδικηματα αυτης.
5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
6 αποδοτε αυτη ως και αυτη απεδωκεν, και διπλωσατε [αυτη] διπλα κατα τα εργα αυτης· εν τω ποτηριω ω εκερασεν, κερασατε αυτη διπλουν.
6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε, καὶ διπλώσατε [αὐτῇ] διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν.
7 οσα εδοξασεν εαυτην και εστρηνιασεν, τοσουτον δοτε αυτη βασανισμον και πενθος. οτι εν τη καρδια αυτης λεγει, οτι καθημαι [καθως] βασιλισσα και χηρα ουκ ειμι και πενθος ου μη ιδω,
7 ὅσα ἐδόξασεν ἑαυτὴν καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, ὅτι κάθημαι [καθὼς] βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω,
8 δια τουτο εν μια ημερα ηξουσιν αι πληγαι αυτης, θανατος και πενθος και λιμος, και εν πυρι κατακαυθησεται· οτι ισχυρος κυριος ο θεος ο κρινας αυτην.
8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίνας αὐτήν.
9 και κλαυσουσιν αυτην και κοψονται επ αυτη οι βασιλεις της γης οι μετ αυτης πορνευσαντες και στρηνιασαντες, οταν βλεπωσιν τον καπνον της πυρωσεως αυτης,
9 καὶ κλαύσουσιν αὐτὴν καὶ κόψονται ἐπ᾽ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10 απο μακροθεν εστηκοτες δια τον φοβον του βασανισμου αυτης, λεγοντες· ουαι ουαι, η πολις η μεγαλη βαβυλων, η πολις η ισχυρα, οτι μια ωρα ηλθεν η κρισις σου.
10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11 και οι εμποροι της γης κλαυσουσιν και πενθησουσιν επ αυτη, οτι τον γομον αυτων ουδεις αγοραζει ουκετι,
11 καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ᾽ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,
12 γομον χρυσου και αργυρου και λιθου τιμιου και μαργαριτου, και βυσσινου και πορφυρας και σηρικου και κοκκινου, και παν ξυλον θυινον και παν σκευος ελεφαντινον και παν σκευος εκ ξυλου τιμιωτατου και χαλκου και σιδηρου και μαρμαρου,
12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου, καὶ βυσσίνου καὶ πορφύρας καὶ σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
13 και κιναμωμον και αμωμον και θυμιαματα, και μυρον και λιβανον και οινον και ελαιον και σεμιδαλιν και σιτον και κτηνη και προβατα, και ιππων και ρεδων και σωματων, και ψυχας ανθρωπων.
13 καὶ κινάμωμον καὶ ἄμωμον καὶ θυμιάματα, καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14 και η οπωρα της επιθυμιας της ψυχης σου απωλετο απο σου, και παντα τα λιπαρα και τα λαμπρα απηλθεν απο σου, και ουκετι ου μη αυτα ευρησεις.
14 καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπώλετο ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσεις.
15 οι εμποροι τουτων, οι πλουτησαντες απ αυτης, απο μακροθεν στησονται δια τον φοβον του βασανισμου αυτης κλαιοντες και πενθουντες,
15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες,
16 λεγοντες· ουαι ουαι, η πολις η μεγαλη, η περιβεβλημενη βυσσινον και πορφυρουν και κοκκινον και κεχρυσωμενη εν χρυσιω και λιθω τιμιω και μαργαριταις,
16 λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
17 οτι μια ωρα ηρημωθη ο τοσουτος πλουτος. και πας κυβερνητης και πας ο επι τοπον πλεων, και ναυται και οσοι την θαλασσαν εργαζονται, απο μακροθεν εστησαν,
17 καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν,
18 και εκραζον βλεποντες τον καπνον της πυρωσεως αυτης, λεγοντες· τις ομοια τη πολει τη μεγαλη;
18 καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19 και εβαλον χουν επι τας κεφαλας αυτων και εκραζον κλαιοντες και πενθουντες, λεγοντες· ουαι ουαι, η πολις η μεγαλη, εν η επλουτησαν παντες οι εχοντες τα πλοια εν τη θαλασση εκ της τιμιοτητος αυτης· οτι μια ωρα ηρημωθη.
19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς· ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20 ευφραινου επ αυτη, ουρανε, και οι αγιοι και οι αποστολοι και οι προφηται, οτι εκρινεν ο θεος το κριμα υμων εξ αυτης.
20 Εὐφραίνου ἐπ᾽ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρῖμα ὑμῶν ἐξ αὐτῆς.
21 και ηρεν εις αγγελος ισχυρος λιθον ως μυλον μεγαν και εβαλεν εις την θαλασσαν λεγων· ουτως ορμηματι βληθησεται βαβυλων η μεγαλη πολις, και ου μη ευρεθη ετι.
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 και φωνη κιθαρωδων και μουσικων και αυλητων και σαλπιστων ου μη ακουσθη εν σοι ετι, και πας τεχνιτης πασης τεχνης ου μη ευρεθη εν σοι ετι, και φωνη μυλου ου μη ακουσθη εν σοι ετι,
22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23 και φως λυχνου ου μη φανη εν σοι ετι, και φωνη νυμφιου και νυμφης ου μη ακουσθη εν σοι ετι· οτι οι εμποροι σου ησαν οι μεγιστανες της γης, οτι εν τη φαρμακεια σου επλανηθησαν παντα τα εθνη,
23 καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
24 και εν αυτη αιματα προφητων και αγιων ευρεθη και παντων των εσφαγμενων επι της γης.
24 καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
Cross references (24)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Ezekiel 43:2; Luke 17:24; Revelation 17:1; Isaiah 60:1–3; Revelation 10:1
- 2 Jeremiah 51:8; Revelation 14:8; Jeremiah 51:37; Jeremiah 50:39–40; Jeremiah 51:60–64
- 3 Revelation 14:8; Revelation 17:2; Revelation 18:9; Revelation 18:23; Jeremiah 51:7
- 4 2 Corinthians 6:17; Isaiah 52:11; Jeremiah 51:6; Jeremiah 51:45; Jeremiah 50:8
- 5 Genesis 18:20–21; Ezra 9:6; Revelation 16:19; Jeremiah 51:9; Jonah 1:2
- 6 Jeremiah 50:29; Psalm 137:8; Jeremiah 51:24; Jeremiah 50:15; Revelation 14:10
- 7 Isaiah 47:7–9; Zephaniah 2:15; Lamentations 1:1; Ezekiel 28:2–10; 2 Thessalonians 2:4–8
- 8 Jeremiah 50:34; Jeremiah 50:31; Revelation 17:16; Revelation 18:9–10; 1 Corinthians 10:22
- 9 Revelation 18:3; Revelation 19:3; Revelation 18:18; Revelation 17:2; Ezekiel 26:16–17
- 10 Revelation 18:19; Revelation 18:8; Revelation 18:15–17; Revelation 14:8; Amos 5:16
- 11 Revelation 18:3; Revelation 18:23; Ezekiel 27:27–36; Ezekiel 26:17–21; Revelation 13:16–17
- 12 Revelation 17:4; 1 Kings 10:11–12; Ezekiel 27:5–25; Proverbs 8:10–11; 2 Chronicles 2:8
- 13 Ezekiel 27:13; Amos 2:6; Nehemiah 5:8; 2 Peter 2:3; Isaiah 50:1
- 14 1 Corinthians 10:6; James 4:2; Luke 12:20; Psalm 106:14; 1 John 2:16–17
- 15 Revelation 18:3; Acts 19:24–27; Ezekiel 27:31; Revelation 18:10–11; Zechariah 11:5
- 16 Revelation 17:4; Revelation 18:10–11; Luke 16:19–31; Revelation 18:19
- 17 Ezekiel 27:27–36; Revelation 17:16; Isaiah 23:14; Jeremiah 51:8; Jonah 1:6
- 18 Revelation 13:4; Revelation 18:9–10; Jeremiah 51:37; Ezekiel 27:30–32; Isaiah 23:8–9
- 19 Revelation 18:10; Joshua 7:6; Ezekiel 27:30; Revelation 18:3; Job 2:12
- 20 Revelation 6:10; Revelation 12:12; Revelation 19:1–3; Luke 18:7–8; Isaiah 26:21
- 21 Jeremiah 51:63–64; Ezekiel 26:21; Revelation 5:2; Revelation 12:8; Job 20:8
- 22 Ezekiel 26:13; Jeremiah 25:10; Jeremiah 16:9; Jeremiah 7:34; Isaiah 24:8–9
- 23 Revelation 18:3; Nahum 3:4; Isaiah 23:8; Jeremiah 7:34; Revelation 22:15
- 24 Revelation 17:6; Revelation 16:6; Jeremiah 51:49; Acts 7:52; Revelation 19:2
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences