Revelation · Patriarchal Text (Antoniades 1904/1912)
Revelation 6 Patriarchal Text (Antoniades 1904/1912)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- The digital source has no accents or capitals (as Robinson distributes it); 1912 base text, movable nu regularised.
- Double square brackets [[ ]] are marks in the digital source; at 1 John 5:7–8 they enclose the words the 1904 edition prints in smaller type.
- Credit: Maurice A. Robinson & Jussi Ala-Konni (byztxt).
1 και ειδον οτι ηνοιξεν το αρνιον μιαν εκ των επτα σφραγιδων· και ηκουσα ενος εκ των τεσσαρων ζωων λεγοντος, ως φωνη βροντης· ερχου.
1 Καὶ εἶδον ὅτι ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων· καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνὴ βροντῆς· ἔρχου.
2 και ειδον, και ιδου ιππος λευκος, και ο καθημενος επ αυτον εχων τοξον· και εδοθη αυτω στεφανος, και εξηλθεν νικων και ινα νικηση.
2 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν καὶ ἵνα νικήσῃ.
3 και οτε ηνοιξεν την σφραγιδα την δευτεραν, ηκουσα του δευτερου ζωου λεγοντος· ερχου.
3 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· ἔρχου.
4 και εξηλθεν αλλος ιππος πυρρος, και τω καθημενω επ αυτον εδοθη αυτω λαβειν την ειρηνην εκ της γης και ινα αλληλους σφαξωσιν, και εδοθη αυτω μαχαιρα μεγαλη.
4 καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ᾽ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξωσι, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5 και οτε ηνοιξεν την σφραγιδα την τριτην, ηκουσα του τριτου ζωου λεγοντος, ερχου. και ειδον, και ιδου ιππος μελας, και ο καθημενος επ αυτον εχων ζυγον εν τη χειρι αυτου·
5 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· ἔρχου. καὶ εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ·
6 και ηκουσα [ως] φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν· χοινιξ σιτου δηναριου, και τρεις χοινικες κριθης δηναριου· και το ελαιον και τον οινον μη αδικησης.
6 καὶ ἤκουσα [ὡς] φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7 και οτε ηνοιξεν την σφραγιδα την τεταρτην, ηκουσα [φωνην] του τεταρτου ζωου λεγοντος· ερχου.
7 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα [φωνὴν] τοῦ τετάρτου ζῴου λέγοντος· ἔρχου.
8 και ειδον, και ιδου ιππος χλωρος, και ο καθημενος επανω αυτου, ονομα αυτω ο θανατος, και ο αδης ηκολουθει μετ αυτου· και εδοθη αυτω εξουσια επι το τεταρτον της γης, αποκτειναι εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων της γης.
8 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ᾽ αὐτοῦ· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
9 και οτε ηνοιξεν την πεμπτην σφραγιδα, ειδον υποκατω του θυσιαστηριου τας ψυχας των εσφαγμενων δια τον λογον του θεου και δια την μαρτυριαν του αρνιου ην ειχον·
9 Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἣν εἶχον·
10 και εκραξαν φωνη μεγαλη λεγοντες· εως ποτε, ο δεσποτης ο αγιος και ο αληθινος, ου κρινεις και εκδικεις το αιμα ημων εκ των κατοικουντων επι της γης;
10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ὁ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
11 και εδοθη αυτοις [εκαστω] στολη λευκη, και ερρεθη αυτοις ινα αναπαυσωνται ετι χρονον [μικρον], εως πληρωσωσιν και οι συνδουλοι αυτων και οι αδελφοι αυτων οι μελλοντες αποκτεννεσθαι ως και αυτοι.
11 καὶ ἐδόθη αὐτοῖς [ἑκάστῳ] στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον [μικρόν], ἕως πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
12 και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην, και σεισμος μεγας εγενετο, και ο ηλιος μελας εγενετο ως σακκος τριχινος, και η σεληνη ολη εγενετο ως αιμα,
12 Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος μέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
13 και οι αστερες του ουρανου επεσαν εις την γην, ως συκη βαλλουσα τους ολυνθους αυτης, υπο ανεμου μεγαλου σειομενη,
13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη,
14 και ο ουρανος απεχωρισθη ως βιβλιον ελισσομενον, και παν ορος και νησος εκ των τοπων αυτων εκινηθησαν·
14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν·
15 και οι βασιλεις της γης και οι μεγιστανες και οι χιλιαρχοι και οι πλουσιοι και οι ισχυροι και πας δουλος και ελευθερος εκρυψαν εαυτους εις τα σπηλαια και εις τας πετρας των ορεων,
15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων,
16 και λεγουσιν τοις ορεσιν και ταις πετραις· πεσατε εφ ημας και κρυψατε ημας απο προσωπου του καθημενου επι του θρονου και απο της οργης του αρνιου,
16 καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις· πέσατε ἐφ᾽ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
17 οτι ηλθεν η ημερα η μεγαλη της οργης αυτου, και τις δυναται σταθηναι;
17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σταθῆναι;
Cross references (17)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Revelation 6:5; Revelation 5:1; Revelation 6:7; Revelation 4:5–7; Revelation 5:5–7
- 2 Zechariah 6:3–8; Zechariah 1:8; Revelation 3:21; Psalm 45:3–5; Revelation 19:11–12
- 3 Revelation 4:7; Revelation 6:1
- 4 Zechariah 6:2; Matthew 10:34; Revelation 13:10; Revelation 17:6; Zechariah 1:8
- 5 Zechariah 6:2; Ezekiel 4:16; Zechariah 6:6; Revelation 6:1; Leviticus 26:26
- 6 Revelation 9:4; Revelation 4:6
- 7 Revelation 4:7; Revelation 6:3; Revelation 6:5; Revelation 6:1
- 8 Hosea 13:14; Jeremiah 15:2–3; Revelation 1:18; Zechariah 6:3; Ezekiel 14:13–21
- 9 Revelation 20:4; John 16:2; Revelation 1:9; Revelation 12:11–17; Revelation 2:13
- 10 Revelation 19:2; Revelation 11:18; Psalm 9:12; Revelation 16:5–7; Romans 12:19
- 11 Revelation 14:13; Revelation 7:9; Revelation 3:4–5; Revelation 7:14; Hebrews 11:40
- 12 Matthew 24:29; Joel 2:10; Acts 2:19–20; Mark 13:24–25; Joel 2:30–31
- 13 Isaiah 34:4; Matthew 24:29; Revelation 9:1; Revelation 8:10–12; Ezekiel 32:7
- 14 Isaiah 34:4; Revelation 16:20; 2 Peter 3:10; Hebrews 1:11–13; Psalm 102:26
- 15 Isaiah 2:19; Isaiah 2:21; Isaiah 24:21–22; Isaiah 2:10; Psalm 2:10–12
- 16 Luke 23:30; Hosea 10:8; Revelation 4:2; Revelation 20:11; 2 Thessalonians 1:7–9
- 17 Malachi 3:2; Psalm 76:7; Joel 2:11; Joel 2:31; Jeremiah 30:7
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences