Skip to the text

Romans · Patriarchal Text (Antoniades 1904/1912)

Romans 5 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1◆ δικαιωθεντες ουν εκ πιστεως ειρηνην εχομεν προς τον θεον δια του κυριου ημων ιησου χριστου,
1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
2 δι ου και την προσαγωγην εσχηκαμεν τη πιστει εις την χαριν ταυτην εν η εστηκαμεν, και καυχωμεθα επ ελπιδι της δοξης του θεου.
2 δι᾽ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.
3 ου μονον δε, αλλα και καυχωμεθα εν ταις θλιψεσιν, ειδοτες οτι η θλιψις υπομονην κατεργαζεται,
3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,
4 η δε υπομονη δοκιμην, η δε δοκιμη ελπιδα,
4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα,
5 η δε ελπις ου καταισχυνει, οτι η αγαπη του θεου εκκεχυται εν ταις καρδιαις ημων δια πνευματος αγιου του δοθεντος ημιν.
5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν.
6 ετι γαρ χριστος οντων ημων ασθενων κατα καιρον υπερ ασεβων απεθανεν.
6 ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε.
7 μολις γαρ υπερ δικαιου τις αποθανειται· υπερ γαρ του αγαθου ταχα τις και τολμα αποθανειν.
7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν.
8 συνιστησιν δε την εαυτου αγαπην εις ημας ο θεος, οτι ετι αμαρτωλων οντων ημων χριστος υπερ ημων απεθανεν.
8 συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε.
9 πολλω ουν μαλλον δικαιωθεντες νυν εν τω αιματι αυτου σωθησομεθα δι αυτου απο της οργης.
9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾽ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
10 ει γαρ εχθροι οντες κατηλλαγημεν τω θεω δια του θανατου του υιου αυτου, πολλω μαλλον καταλλαγεντες σωθησομεθα εν τη ζωη αυτου·
10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·
11 ου μονον δε, αλλα και καυχωμενοι εν τω θεω δια του κυριου ημων ιησου χριστου, δι ου νυν την καταλλαγην ελαβομεν.
11 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
12 δια τουτο ωσπερ δι ενος ανθρωπου η αμαρτια εις τον κοσμον εισηλθεν και δια της αμαρτιας ο θανατος, και ουτως εις παντας ανθρωπους ο θανατος διηλθεν, εφ ω παντες ημαρτον·—
12 Διὰ τοῦτο ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ᾽ ᾧ πάντες ἥμαρτον· —
13 αχρι γαρ νομου αμαρτια ην εν κοσμω, αμαρτια δε ουκ ελλογειται μη οντος νομου·
13 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου·
14 αλλ εβασιλευσεν ο θανατος απο αδαμ μεχρι μωυσεως και επι τους μη αμαρτησαντας επι τω ομοιωματι της παραβασεως αδαμ, ος εστιν τυπος του μελλοντος.
14 ἀλλ᾽ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος.
15 αλλ ουχ ως το παραπτωμα, ουτως και το χαρισμα. ει γαρ τω του ενος παραπτωματι οι πολλοι απεθανον, πολλω μαλλον η χαρις του θεου και η δωρεα εν χαριτι [τη] του ενος ανθρωπου ιησου χριστου εις τους πολλους επερισσευσεν.
15 Ἀλλ᾽ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι [τῇ] τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε.
16 και ουχ ως δι ενος αμαρτησαντος το δωρημα· το μεν γαρ κριμα εξ ενος εις κατακριμα, το δε χαρισμα εκ πολλων παραπτωματων εις δικαιωμα.
16 καὶ οὐχ ὡς δι᾽ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.
17 ει γαρ τω του ενος παραπτωματι ο θανατος εβασιλευσεν δια του ενος, πολλω μαλλον οι την περισσειαν της χαριτος και της δωρεας της δικαιοσυνης λαμβανοντες εν ζωη βασιλευσουσιν δια του ενος ιησου χριστου.
17 εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.
18 αρα ουν ως δι ενος παραπτωματος εις παντας ανθρωπους εις κατακριμα, ουτως και δι ενος δικαιωματος εις παντας ανθρωπους εις δικαιωσιν ζωης.
18 Ἄρα οὖν ὡς δι᾽ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι᾽ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.
19 ωσπερ γαρ δια της παρακοης του ενος ανθρωπου αμαρτωλοι κατεσταθησαν οι πολλοι, ουτως και δια της υπακοης του ενος δικαιοι κατασταθησονται οι πολλοι.
19 ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.
20 νομος δε παρεισηλθεν ινα πλεοναση το παραπτωμα. ου δε επλεονασεν η αμαρτια, υπερεπερισσευσεν η χαρις,
20 νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα. οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,
21 ινα ωσπερ εβασιλευσεν η αμαρτια εν τω θανατω, ουτως και η χαρις βασιλευση δια δικαιοσυνης εις ζωην αιωνιον δια ιησου χριστου του κυριου ημων.
21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτω καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Isaiah 32:17; John 16:33; Romans 15:13; Colossians 1:20; Acts 13:38–39
  2. 2 Ephesians 2:18; Ephesians 3:12; Romans 12:12; 1 Corinthians 15:1; 1 Peter 3:18
  3. 3 James 1:2–3; James 1:12; 1 Peter 3:14; 2 Corinthians 12:9–10; 2 Corinthians 4:17
  4. 4 1 Peter 5:10; James 1:12; 2 Corinthians 4:8–12; 2 Timothy 4:16–18; 1 Peter 1:6–7
  5. 5 Galatians 4:6; Ephesians 3:16–19; Philippians 1:20; 2 Timothy 1:12; 2 Corinthians 1:22
  6. 6 Ephesians 2:1–5; Romans 5:8; Colossians 2:13; Titus 3:3–5; Romans 5:10
  7. 7 John 15:13; 1 John 3:16; Romans 16:4; Acts 11:24; Psalm 112:5
  8. 8 John 15:13; John 3:16; Romans 5:6; 1 Peter 3:18; 1 John 4:9–10
  9. 9 1 Thessalonians 1:10; Romans 8:1; Ephesians 2:13; Romans 3:24–26; John 5:24
  10. 10 2 Corinthians 5:18–19; 2 Corinthians 4:10–11; Romans 8:32; Colossians 1:20–21; Hebrews 7:25
  11. 11 2 Corinthians 5:18–19; Romans 5:10; Isaiah 61:10; Habakkuk 3:17–18; Philippians 4:4
  12. 12 1 Corinthians 15:21–22; Romans 5:19; Romans 6:23; Romans 3:23; James 1:15
  13. 13 Romans 4:15; 1 Corinthians 15:56; 1 John 3:4; Genesis 4:7–11; Genesis 38:10
  14. 14 1 Corinthians 15:45; Hebrews 9:27; Romans 5:17; Genesis 7:22; Romans 8:22
  15. 15 Romans 5:12; Ephesians 2:8; Romans 6:23; 1 John 5:11; 2 Corinthians 9:15
  16. 16 Acts 13:38–39; Isaiah 44:22; Isaiah 1:18; Isaiah 43:25; 1 Corinthians 11:32
  17. 17 1 Corinthians 15:21–22; 1 Corinthians 15:49; Romans 5:12; John 10:10; 2 Timothy 2:12
  18. 18 1 Corinthians 15:22; Romans 5:12; Romans 5:15; Acts 13:39; Romans 5:19
  19. 19 Romans 5:18; 2 Corinthians 5:21; Philippians 2:8; Romans 5:12; Ephesians 1:6
  20. 20 Romans 6:1; Titus 3:3–7; Psalm 25:11; Romans 6:14; Galatians 3:19–25
  21. 21 Titus 2:11; Romans 6:14; Romans 5:14; John 1:16–17; Romans 8:10

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

Why does my Bible say something different?

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 5:12 John Chrysostom, Homilies on Romans (Homily X)

    As the best physicians always take great pains to discover the source of diseases, and go to the very fountain of the mischief, so doth the blessed Paul also.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 5:17 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVI)

    Concurring with these statements, Paul, speaking to the Romans, declares: "Much more they who receive abundance of grace and righteousness for [eternal] life, shall reign by one, Christ Jesus." It follows from this, that he knew nothing of that Christ who flew away from Jesus; nor did he of the Saviour above, whom they hold to be impassible.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 5:5 Augustine of Hippo, Confessions (Book IV, Chapters IV–VII)

    … not then my friend, nor, indeed, afterwards, as true friendship is; for true it is not but in such as Thou bindest together, cleaving unto Thee by that love which is shed abroad in our hearts by the Holy Ghost, which is given unto us. But yet it was too sweet, being ripened by the fervour of similar studies.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 5:10 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXIX)

    "For if when we were enemies, we were reconciled to God, much more, being reconciled, shall we be saved." "But this way," it will be said, "is strait and narrow." Well, but the former, through which thou hast come, is not strait and narrow only, but even impassable, and full of savage wild beasts.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 5:17 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    Moreover one man's sin, even Adam's, had power to bring death to the world; but if by the trespass of the one death reigned over the world, how shall not life much rather reign by the righteousness of the One?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)