Skip to the text

Acts · Byzantine Textform (Robinson-Pierpont 2018)

Acts 27 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ωσ δε εκριθη του αποπλειν ημασ εισ την ιταλιαν παρεδιδουν τον τε παυλον και τινασ ετερουσ δεσμωτασ εκατονταρχη ονοματι ιουλιω σπειρησ σεβαστησ
1 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς.
2 επιβαντεσ δε πλοιω αδραμυττηνω μελλοντεσ πλειν τουσ κατα την ασιαν τοπουσ ανηχθημεν οντοσ συν ημιν αρισταρχου μακεδονοσ θεσσαλονικεωσ
2 ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως,
3 τη τε ετερα κατηχθημεν εισ σιδωνα φιλανθρωπωσ τε ο ιουλιοσ τω παυλω χρησαμενοσ επετρεψεν προσ τουσ φιλουσ πορευθεντα επιμελειασ τυχειν
3 τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς [τοὺς] φίλους πορευθέντα ἐπιμελείας τυχεῖν.
4 κακειθεν αναχθεντεσ υπεπλευσαμεν την κυπρον δια το τουσ ανεμουσ ειναι εναντιουσ
4 κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους,
5 το τε πελαγοσ το κατα την κιλικιαν και παμφυλιαν διαπλευσαντεσ κατηλθομεν εισ μυρα τησ λυκιασ
5 τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας.
6 κακει ευρων ο εκατονταρχοσ πλοιον αλεξανδρινον πλεον εισ την ιταλιαν ενεβιβασεν ημασ εισ αυτο
6 Κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.
7 εν ικαναισ δε ημεραισ βραδυπλοουντεσ και μολισ γενομενοι κατα την κνιδον μη προσεωντοσ ημασ του ανεμου υπεπλευσαμεν την κρητην κατα σαλμωνην
7 ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην,
8 μολισ τε παραλεγομενοι αυτην ηλθομεν εισ τοπον τινα καλουμενον καλουσ λιμενασ ω εγγυσ ην πολισ λασαια
8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία.
9 ικανου δε χρονου διαγενομενου και οντοσ ηδη επισφαλουσ του πλοοσ δια το και την νηστειαν ηδη παρεληλυθεναι παρηνει ο παυλοσ
9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος
10 λεγων αυτοισ ανδρεσ θεωρω οτι μετα υβρεωσ και πολλησ ζημιασ ου μονον του φορτιου και του πλοιου αλλα και των ψυχων ημων μελλειν εσεσθαι τον πλουν
10 λέγων αὐτοῖς· ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φόρτου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.
11 ο δε εκατονταρχησ τω κυβερνητη και τω ναυκληρω επειθετο μαλλον η τοισ υπο του παυλου λεγομενοισ
11 ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις.
12 ανευθετου δε του λιμενοσ υπαρχοντοσ προσ παραχειμασιαν οι πλειουσ εθεντο βουλην αναχθηναι κακειθεν ει πωσ δυναιντο καταντησαντεσ εισ φοινικα παραχειμασαι λιμενα τησ κρητησ βλεποντα κατα λιβα και κατα χωρον
12 ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι κἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
13 υποπνευσαντοσ δε νοτου δοξαντεσ τησ προθεσεωσ κεκρατηκεναι αραντεσ ασσον παρελεγοντο την κρητην
13 Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
14 μετ ου πολυ δε εβαλεν κατ αυτησ ανεμοσ τυφωνικοσ ο καλουμενοσ ευροκλυδων
14 μετ᾽ οὐ πολὺ δὲ ἔβαλε κατ᾽ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος Εὐροκλύδων.
15 συναρπασθεντοσ δε του πλοιου και μη δυναμενου αντοφθαλμειν τω ανεμω επιδοντεσ εφερομεθα
15 συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα.
16 νησιον δε τι υποδραμοντεσ καλουμενον κλαυδην μολισ ισχυσαμεν περικρατεισ γενεσθαι τησ σκαφησ
16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης,
17 ην αραντεσ βοηθειαισ εχρωντο υποζωννυντεσ το πλοιον φοβουμενοι τε μη εισ την συρτην εκπεσωσιν χαλασαντεσ το σκευοσ ουτωσ εφεροντο
17 ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος οὕτως ἐφέροντο.
18 σφοδρωσ δε χειμαζομενων ημων τη εξησ εκβολην εποιουντο
18 σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο,
19 και τη τριτη αυτοχειρεσ την σκευην του πλοιου ερριψαμεν
19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρρίψαμεν.
20 μητε δε ηλιου μητε αστρων επιφαινοντων επι πλειονασ ημερασ χειμωνοσ τε ουκ ολιγου επικειμενου λοιπον περιηρειτο πασα ελπισ του σωζεσθαι ημασ
20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς.
21 πολλησ δε ασιτιασ υπαρχουσησ τοτε σταθεισ ο παυλοσ εν μεσω αυτων ειπεν εδει μεν ω ανδρεσ πειθαρχησαντασ μοι μη αναγεσθαι απο τησ κρητησ κερδησαι τε την υβριν ταυτην και την ζημιαν
21 Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
22 και τα νυν παραινω υμασ ευθυμειν αποβολη γαρ ψυχησ ουδεμια εσται εξ υμων πλην του πλοιου
22 καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου.
23 παρεστη γαρ μοι ταυτη τη νυκτι αγγελοσ του θεου ου ειμι ω και λατρευω
23 παρέστη γάρ μοι τῇ νυκτὶ ταύτῃ ἄγγελος τοῦ Θεοῦ οὗ εἰμι, ᾧ καὶ λατρεύω,
24 λεγων μη φοβου παυλε καισαρι σε δει παραστηναι και ιδου κεχαρισται σοι ο θεοσ παντασ τουσ πλεοντασ μετα σου
24 λέγων· μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδοὺ κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.
25 διο ευθυμειτε ανδρεσ πιστευω γαρ τω θεω οτι ουτωσ εσται καθ ον τροπον λελαληται μοι
25 διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι.
26 εισ νησον δε τινα δει ημασ εκπεσειν
26 εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
27 ωσ δε τεσσαρεσκαιδεκατη νυξ εγενετο διαφερομενων ημων εν τω αδρια κατα μεσον τησ νυκτοσ υπενοουν οι ναυται προσαγειν τινα αυτοισ χωραν
27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.
28 και βολισαντεσ ευρον οργυιασ εικοσι βραχυ δε διαστησαντεσ και παλιν βολισαντεσ ευρον οργυιασ δεκαπεντε
28 καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε·
29 φοβουμενοι τε μηπωσ εισ τραχεισ τοπουσ εκπεσωμεν εκ πρυμνησ ριψαντεσ αγκυρασ τεσσαρασ ηυχοντο ημεραν γενεσθαι
29 φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι.
30 των δε ναυτων ζητουντων φυγειν εκ του πλοιου και χαλασαντων την σκαφην εισ την θαλασσαν προφασει ωσ εκ πρωρασ μελλοντων αγκυρασ εκτεινειν
30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴρας μελλόντων ἀγκύρας ἐκτείνειν,
31 ειπεν ο παυλοσ τω εκατονταρχη και τοισ στρατιωταισ εαν μη ουτοι μεινωσιν εν τω πλοιω υμεισ σωθηναι ου δυνασθε
31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε.
32 τοτε οι στρατιωται απεκοψαν τα σχοινια τησ σκαφησ και ειασαν αυτην εκπεσειν
32 τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33 αχρι δε ου ημελλεν ημερα γινεσθαι παρεκαλει ο παυλοσ απαντασ μεταλαβειν τροφησ λεγων τεσσαρεσκαιδεκατην σημερον ημεραν προσδοκωντεσ ασιτοι διατελειτε μηδεν προσλαβομενοι
33 Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβόμενοι.
34 διο παρακαλω υμασ προσλαβειν τροφησ τουτο γαρ προσ τησ υμετερασ σωτηριασ υπαρχει ουδενοσ γαρ υμων θριξ εκ τησ κεφαλησ πεσειται
34 διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκ τῆς κεφαλῆς πεσεῖται.
35 ειπων δε ταυτα και λαβων αρτον ευχαριστησεν τω θεω ενωπιον παντων και κλασασ ηρξατο εσθιειν
35 εἰπὼν δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν.
36 ευθυμοι δε γενομενοι παντεσ και αυτοι προσελαβοντο τροφησ
36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς·
37 ημεν δε εν τω πλοιω αι πασαι ψυχαι διακοσιαι εβδομηκοντα εξ
37 ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδομήκοντα ἕξ.
38 κορεσθεντεσ δε τησ τροφησ εκουφιζον το πλοιον εκβαλλομενοι τον σιτον εισ την θαλασσαν
38 κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
39 οτε δε ημερα εγενετο την γην ουκ επεγινωσκον κολπον δε τινα κατενοουν εχοντα αιγιαλον εισ ον εβουλευσαντο ει δυνατον εξωσαι το πλοιον
39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δύναιντο, ἐξῶσαι τὸ πλοῖον.
40 και τασ αγκυρασ περιελοντεσ ειων εισ την θαλασσαν αμα ανεντεσ τασ ζευκτηριασ των πηδαλιων και επαραντεσ τον αρτεμονα τη πνεουση κατειχον εισ τον αιγιαλον
40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.
41 περιπεσοντεσ δε εισ τοπον διθαλασσον επωκειλαν την ναυν και η μεν πρωρα ερεισασα εμεινεν ασαλευτοσ η δε πρυμνα ελυετο υπο τησ βιασ των κυματων
41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων.
42 των δε στρατιωτων βουλη εγενετο ινα τουσ δεσμωτασ αποκτεινωσιν μη τισ εκκολυμβησασ διαφυγη
42 τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγοι.
43 ο δε εκατονταρχοσ βουλομενοσ διασωσαι τον παυλον εκωλυσεν αυτουσ του βουληματοσ εκελευσεν τε τουσ δυναμενουσ κολυμβαν απορριψαντασ πρωτουσ επι την γην εξιεναι
43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾶν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι,
44 και τουσ λοιπουσ ουσ μεν επι σανισιν ουσ δε επι τινων των απο του πλοιου και ουτωσ εγενετο παντασ διασωθηναι επι την γην
44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Aristarchus

    Macedonian companion of Paul

    A Thessalonian who traveled with Paul, was seized in the Ephesus riot, sailed with him to Rome, and is called Paul's fellow prisoner.

    Cited in the guide: Acts 19:29; Acts 20:4; Acts 27:2

  • Julius

    Roman centurion

    The centurion of the Imperial Cohort who took charge of Paul on the voyage to Rome, treated him kindly, and kept soldiers from killing the prisoners.

    Cited in the guide: Acts 27:1; Acts 27:3

Places

  • Caesarea Maritima

    Today: Israel's Mediterranean coast · On Third Journey · On The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Cited in the guide: Acts 10:1; Acts 23:23; Acts 25:11

  • Rome

    Today: Italy · On The Journey to Rome

    The empire's heart. Paul wrote his great letter to the church here before arriving in chains, then ministered under guard while awaiting trial before Caesar.

    Cited in the guide: Acts 28:16; Romans 1:7; Acts 19:21

  • Fair Havens (Crete)

    On The Journey to Rome

  • Malta (shipwreck)

    On The Journey to Rome

Cross references (40)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 25:25; Acts 25:12; Acts 10:1; Acts 18:2; Acts 27:11
  2. 2 Acts 19:29; Colossians 4:10; Philemon 24; Acts 28:10; Acts 2:9
  3. 3 Acts 24:23; Acts 28:16; Acts 27:43; Isaiah 23:12; Genesis 10:15
  4. 4 Acts 4:36; Acts 27:7; Acts 21:16; Acts 11:19–20; Acts 15:39
  5. 5 Acts 6:9; Acts 13:13; Acts 21:39; Acts 15:23; Acts 2:10
  6. 6 Acts 28:11; Acts 18:24; Acts 6:9; Acts 27:1
  7. 7 Acts 27:21; Titus 1:12; Titus 1:5; Acts 27:12–13; Acts 2:11
  8. 9 Leviticus 23:27–29; Numbers 29:7; Leviticus 16:29–31
  9. 10 Amos 3:7; Acts 27:41–44; Daniel 2:30; Acts 27:20–26; Psalm 25:14
  10. 11 Ezekiel 33:4; Ezekiel 3:17–18; Hebrews 11:7; Acts 27:21; Proverbs 27:12
  11. 12 Psalm 107:30; Acts 27:8
  12. 13 Song of Songs 4:16; Job 37:17; Luke 12:55; Psalm 78:26
  13. 14 Mark 4:37; Psalm 107:25–27; Exodus 14:21–27; Matthew 8:24; Ezekiel 27:26
  14. 15 Acts 27:27; James 3:4
  15. 17 Acts 27:29; Acts 27:41; Acts 27:26
  16. 18 Jonah 1:5; Acts 27:38; Hebrews 12:1; Matthew 16:26; Acts 27:19
  17. 19 Job 2:4; Luke 9:24–25; Mark 8:35–37; Jonah 1:5
  18. 20 Matthew 24:29; Matthew 8:24–25; Ezekiel 37:11; Exodus 10:21–23; Ephesians 2:12
  19. 21 Psalm 107:5–6; Genesis 42:22; Acts 27:7; Acts 27:9–10; Acts 27:33–35
  20. 22 Acts 27:25; Acts 27:36; Isaiah 43:1–2; 2 Corinthians 4:8–9; Psalm 112:7
  21. 23 Acts 23:11; Romans 1:9; Acts 5:19; 2 Timothy 4:17; Hebrews 1:14
  22. 24 Acts 23:11; 2 Timothy 4:16–17; Matthew 10:28; Genesis 19:29; James 5:16
  23. 25 Romans 4:20–21; Luke 1:45; 2 Timothy 1:12; Numbers 23:19; 2 Chronicles 20:20
  24. 26 Acts 28:1; Acts 27:17; Acts 27:29
  25. 27 Revelation 18:17; 1 Kings 9:27; Jonah 1:6; Acts 27:30
  26. 29 Acts 27:17; Hebrews 6:19; Acts 27:40–41; Acts 27:26; Acts 27:30
  27. 30 Acts 27:16; Acts 27:32
  28. 31 2 Thessalonians 2:13–14; Jeremiah 29:11–13; Psalm 91:11–12; Acts 27:21–24; Acts 27:42–43
  29. 32 Philippians 3:7–9; Luke 16:8
  30. 34 Matthew 10:30; 1 Kings 1:52; Luke 21:18; Mark 8:2–3; Luke 12:7
  31. 35 Matthew 15:36; 2 Timothy 1:12; 2 Timothy 1:8; 1 Corinthians 10:30–31; 1 Timothy 4:3–4
  32. 36 2 Corinthians 1:4–6; Acts 27:22; Psalm 27:14; Acts 27:25
  33. 37 Acts 2:41; Romans 13:1; 1 Peter 3:20; Acts 7:14
  34. 38 Matthew 6:25; Jonah 1:5; Acts 27:18–19; Matthew 16:26; Job 2:4
  35. 39 Acts 28:1
  36. 40 Isaiah 33:23; Acts 27:29–30
  37. 41 2 Corinthians 11:25–26; Ezekiel 27:26; 1 Kings 22:48; Ezekiel 27:34; 2 Chronicles 20:37
  38. 42 Psalm 74:20; Mark 15:15–20; Proverbs 12:10; Ecclesiastes 9:3; Acts 12:19
  39. 43 Acts 27:3; Proverbs 16:7; Acts 27:11; Acts 23:10; Acts 23:24
  40. 44 Acts 27:22; Psalm 107:28–30; John 6:39–40; Acts 27:24; 2 Corinthians 1:8–10

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences