BES Bible in Simple Spanish (2026) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 Cuando se decidió que navegaríamos a Italia, entregaron a Pablo y a otros presos a un centurión llamado Julio, de la compañía Augusta. 1 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς.
2 Subimos a un barco de Adramitio que iba a navegar hacia los puertos de Asia, y zarpamos. Con nosotros estaba Aristarco, macedonio de Tesalónica. 2 ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως,
3 Al día siguiente llegamos a Sidón. Julio trató a Pablo con bondad y le permitió ir a sus amigos para recibir atención. 3 τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς [τοὺς] φίλους πορευθέντα ἐπιμελείας τυχεῖν.
4 Desde allí zarpamos y navegamos al abrigo de Chipre, porque los vientos eran contrarios. 4 κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους,
5 Después de cruzar el mar frente a Cilicia y Panfilia, llegamos a Mira de Licia. 5 τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας.
6 Allí el centurión encontró un barco de Alejandría que navegaba a Italia, y nos embarcó en él. 6 Κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.
7 Navegamos lentamente durante muchos días, y con dificultad llegamos frente a Gnido. Como el viento no nos dejaba avanzar, navegamos al abrigo de Creta, frente a Salmón. 7 ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην,
8 Costeando con dificultad, llegamos a un lugar llamado Buenos Puertos, cerca de la ciudad de Lasea. 8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία.
9 Había pasado mucho tiempo, y la navegación ya era peligrosa, porque aun el Ayuno ya había pasado. Entonces Pablo les aconsejaba, 9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος
10 diciendo: Señores, veo que este viaje será con daño y mucha pérdida, no solo de la carga y del barco, sino también de nuestras vidas. 10 λέγων αὐτοῖς· ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φόρτου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.
11 Pero el centurión prestó más atención al piloto y al dueño del barco que a lo que Pablo decía. 11 ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις.
12 Como el puerto no era cómodo para pasar el invierno, la mayoría decidió salir de allí, por si podían llegar a Fenice, un puerto de Creta que mira al suroeste y al noroeste, y pasar allí el invierno. 12 ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι κἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
13 Cuando comenzó a soplar suavemente el viento del sur, pensaron que podían lograr su propósito. Entonces levaron anclas y navegaron costeando Creta. 13 Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
14 Pero poco después se levantó contra el barco un viento huracanado llamado Euroclidón. 14 μετ᾽ οὐ πολὺ δὲ ἔβαλε κατ᾽ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος Εὐροκλύδων.
15 Como el barco fue arrastrado y no podía hacer frente al viento, nos dejamos llevar. 15 συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα.
16 Pasando al abrigo de una pequeña isla llamada Clauda, con dificultad pudimos asegurar el bote salvavidas. 16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης,
17 Después de subirlo a bordo, reforzaron el barco con cables. Y por temor a encallar en los bancos de arena de la Sirte, bajaron el ancla flotante y se dejaron llevar. 17 ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος οὕτως ἐφέροντο.
18 Al día siguiente, como éramos sacudidos con violencia por la tormenta, comenzaron a arrojar la carga. 18 σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο,
19 Al tercer día, con nuestras propias manos arrojaron los aparejos del barco. 19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρρίψαμεν.
20 Durante muchos días no aparecieron ni el sol ni las estrellas, y una gran tormenta nos golpeaba. Entonces perdimos toda esperanza de salvarnos. 20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς.
21 Después de mucho tiempo sin comer, Pablo se puso de pie en medio de ellos y dijo: Señores, debieron haberme escuchado y no salir de Creta; así se habrían evitado este daño y esta pérdida. 21 Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
22 Pero ahora los animo a tener buen ánimo, porque no se perderá la vida de ninguno de ustedes, sino solo el barco. 22 καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου.
23 Porque esta noche estuvo junto a mí un ángel del Dios a quien pertenezco y a quien sirvo. 23 παρέστη γάρ μοι τῇ νυκτὶ ταύτῃ ἄγγελος τοῦ Θεοῦ οὗ εἰμι, ᾧ καὶ λατρεύω,
24 Me dijo: No temas, Pablo. Debes presentarte ante César; y mira, Dios te ha concedido la vida de todos los que navegan contigo. 24 λέγων· μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδοὺ κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.
25 Por tanto, tengan ánimo, señores, porque creo a Dios que será tal como se me dijo. 25 διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι.
26 Pero es necesario que seamos arrojados a alguna isla. 26 εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
27 Cuando llegó la noche catorce, mientras éramos llevados de un lado a otro por el mar Adriático, cerca de la medianoche los marineros sospecharon que se acercaban a tierra. 27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.
28 Echaron la sonda y hallaron veinte brazas. Un poco más adelante volvieron a echarla y hallaron quince brazas. 28 καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε·
29 Temiendo que chocáramos contra las rocas, echaron cuatro anclas desde la popa y deseaban que amaneciera. 29 φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι.
30 Pero los marineros intentaban huir del barco. Bajaron el bote al mar, con el pretexto de echar anclas desde la proa. 30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴρας μελλόντων ἀγκύρας ἐκτείνειν,
31 Entonces Pablo dijo al centurión y a los soldados: Si estos no se quedan en el barco, ustedes no podrán salvarse. 31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε.
32 Entonces los soldados cortaron las cuerdas del bote y lo dejaron caer. 32 τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33 Cuando comenzaba a amanecer, Pablo animaba a todos a comer, diciendo: Hoy es el día catorce que ustedes esperan y siguen sin comer, sin tomar nada. 33 Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβόμενοι.
34 Por eso les ruego que coman algo, pues esto es necesario para su salud. Porque ni un cabello de la cabeza de ninguno de ustedes se perderá. 34 διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκ τῆς κεφαλῆς πεσεῖται.
35 Después de decir esto, tomó pan, dio gracias a Dios delante de todos, lo partió y comenzó a comer. 35 εἰπὼν δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν.
36 Entonces todos se animaron y también comieron. 36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς·
37 Éramos en total doscientas setenta y seis personas en el barco. 37 ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδομήκοντα ἕξ.
38 Cuando comieron suficiente, aligeraron el barco, echando el trigo al mar. 38 κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
39 Cuando se hizo de día, no reconocían la tierra, pero vieron una bahía con playa. Decidieron intentar encallar allí el barco, si podían. 39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δύναιντο, ἐξῶσαι τὸ πλοῖον.
40 Cortaron las anclas y las dejaron en el mar. También soltaron las amarras de los timones, izaron la vela de proa al viento y se dirigieron hacia la playa. 40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.
41 Pero al llegar a un lugar donde se juntaban dos corrientes, el barco encalló. La proa quedó clavada y no se movía, mientras la popa se rompía por la fuerza de las olas. 41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων.
42 Entonces los soldados decidieron matar a los presos, para que ninguno escapara nadando. 42 τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγοι.
43 Pero el centurión, queriendo salvar a Pablo, les impidió hacerlo. Ordenó que los que sabían nadar se echaran primero al mar y llegaran a tierra. 43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾶν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι,
44 Los demás salieron, unos en tablas y otros en partes del barco. Así todos llegaron salvos a tierra. 44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.