Skip to the text

Luke · Byzantine Textform (Robinson-Pierpont 2018)

Luke 20 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εγενετο εν μια των ημερων εκεινων διδασκοντοσ αυτου τον λαον εν τω ιερω και ευαγγελιζομενου επεστησαν οι ιερεισ και οι γραμματεισ συν τοισ πρεσβυτεροισ
1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
2 και ειπον προσ αυτον λεγοντεσ ειπε ημιν εν ποια εξουσια ταυτα ποιεισ η τισ εστιν ο δουσ σοι την εξουσιαν ταυτην
2 καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
3 αποκριθεισ δε ειπεν προσ αυτουσ ερωτησω υμασ καγω ενα λογον και ειπατε μοι
3 ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι·
4 το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων
4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
5 οι δε συνελογισαντο προσ εαυτουσ λεγοντεσ οτι εαν ειπωμεν εξ ουρανου ερει δια τι ουκ επιστευσατε αυτω
5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
6 εαν δε ειπωμεν εξ ανθρωπων πασ ο λαοσ καταλιθασει ημασ πεπεισμενοσ γαρ εστιν ιωαννην προφητην ειναι
6 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
7 και απεκριθησαν μη ειδεναι ποθεν
7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
8 και ο ιησουσ ειπεν αυτοισ ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω
8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
9 ηρξατο δε προσ τον λαον λεγειν την παραβολην ταυτην ανθρωποσ εφυτευσεν αμπελωνα και εξεδοτο αυτον γεωργοισ και απεδημησεν χρονουσ ικανουσ
9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς.
10 και εν καιρω απεστειλεν προσ τουσ γεωργουσ δουλον ινα απο του καρπου του αμπελωνοσ δωσιν αυτω οι δε γεωργοι δειραντεσ αυτον εξαπεστειλαν κενον
10 καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.
11 και προσεθετο πεμψαι ετερον δουλον οι δε κακεινον δειραντεσ και ατιμασαντεσ εξαπεστειλαν κενον
11 καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
12 και προσεθετο πεμψαι τριτον οι δε και τουτον τραυματισαντεσ εξεβαλον
12 καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
13 ειπεν δε ο κυριοσ του αμπελωνοσ τι ποιησω πεμψω τον υιον μου τον αγαπητον ισωσ τουτον ιδοντεσ εντραπησονται
13 εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.
14 ιδοντεσ δε αυτον οι γεωργοι διελογιζοντο προσ εαυτουσ λεγοντεσ ουτοσ εστιν ο κληρονομοσ δευτε αποκτεινωμεν αυτον ινα ημων γενηται η κληρονομια
14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
15 και εκβαλοντεσ αυτον εξω του αμπελωνοσ απεκτειναν τι ουν ποιησει αυτοισ ο κυριοσ του αμπελωνοσ
15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
16 ελευσεται και απολεσει τουσ γεωργουσ τουτουσ και δωσει τον αμπελωνα αλλοισ ακουσαντεσ δε ειπον μη γενοιτο
16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο.
17 ο δε εμβλεψασ αυτοισ ειπεν τι ουν εστιν το γεγραμμενον τουτο λιθον ον απεδοκιμασαν οι οικοδομουντεσ ουτοσ εγενηθη εισ κεφαλην γωνιασ
17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
18 πασ ο πεσων επ εκεινον τον λιθον συνθλασθησεται εφ ον δ αν πεση λικμησει αυτον
18 πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
19 και εζητησαν οι αρχιερεισ και οι γραμματεισ επιβαλειν επ αυτον τασ χειρασ εν αυτη τη ωρα και εφοβηθησαν εγνωσαν γαρ οτι προσ αυτουσ την παραβολην ταυτην ειπεν
19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε.
20 και παρατηρησαντεσ απεστειλαν εγκαθετουσ υποκρινομενουσ εαυτουσ δικαιουσ ειναι ινα επιλαβωνται αυτου λογου εισ το παραδουναι αυτον τη αρχη και τη εξουσια του ηγεμονοσ
20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
21 και επηρωτησαν αυτον λεγοντεσ διδασκαλε οιδαμεν οτι ορθωσ λεγεισ και διδασκεισ και ου λαμβανεισ προσωπον αλλ επ αληθειασ την οδον του θεου διδασκεισ
21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις·
22 εξεστιν ημιν καισαρι φορον δουναι η ου
22 ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ;
23 κατανοησασ δε αυτων την πανουργιαν ειπεν προσ αυτουσ τι με πειραζετε
23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· τί με πειράζετε;
24 επιδειξατε μοι δηναριον τινοσ εχει εικονα και επιγραφην αποκριθεντεσ δε ειπον καισαροσ
24 δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπον· Καίσαρος.
25 ο δε ειπεν αυτοισ αποδοτε τοινυν τα καισαροσ καισαρι και τα του θεου τω θεω
25 ὁ δὲ εἶπεν αὐτοῖς· ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
26 και ουκ ισχυσαν επιλαβεσθαι αυτου ρηματοσ εναντιον του λαου και θαυμασαντεσ επι τη αποκρισει αυτου εσιγησαν
26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
27 προσελθοντεσ δε τινεσ των σαδδουκαιων οι αντιλεγοντεσ αναστασιν μη ειναι επηρωτησαν αυτον
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν
28 λεγοντεσ διδασκαλε μωσησ εγραψεν ημιν εαν τινοσ αδελφοσ αποθανη εχων γυναικα και ουτοσ ατεκνοσ αποθανη ινα λαβη ο αδελφοσ αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου
28 λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
29 επτα ουν αδελφοι ησαν και ο πρωτοσ λαβων γυναικα απεθανεν ατεκνοσ
29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
30 και ελαβεν ο δευτεροσ την γυναικα και ουτοσ απεθανεν ατεκνοσ
30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·
31 και ο τριτοσ ελαβεν αυτην ωσαυτωσ ωσαυτωσ δε και οι επτα ου κατελιπον τεκνα και απεθανον
31 καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον·
32 υστερον δε παντων απεθανεν και η γυνη
32 ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.
33 εν τη ουν αναστασει τινοσ αυτων γινεται γυνη οι γαρ επτα εσχον αυτην γυναικα
33 ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
34 και αποκριθεισ ειπεν αυτοισ ο ιησουσ οι υιοι του αιωνοσ τουτου γαμουσιν και εκγαμισκονται
34 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται·
35 οι δε καταξιωθεντεσ του αιωνοσ εκεινου τυχειν και τησ αναστασεωσ τησ εκ νεκρων ουτε γαμουσιν ουτε εκγαμιζονται
35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
36 ουτε γαρ αποθανειν ετι δυνανται ισαγγελοι γαρ εισιν και υιοι εισιν του θεου τησ αναστασεωσ υιοι οντεσ
36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
37 οτι δε εγειρονται οι νεκροι και μωσησ εμηνυσεν επι τησ βατου ωσ λεγει κυριον τον θεον αβρααμ και τον θεον ισαακ και τον θεον ιακωβ
37 ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.
38 θεοσ δε ουκ εστιν νεκρων αλλα ζωντων παντεσ γαρ αυτω ζωσιν
38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
39 αποκριθεντεσ δε τινεσ των γραμματεων ειπον διδασκαλε καλωσ ειπασ
39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε, καλῶς εἶπας.
40 ουκετι δε ετολμων επερωταν αυτον ουδεν
40 οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
41 ειπεν δε προσ αυτουσ πωσ λεγουσιν τον χριστον υιον δαυιδ ειναι
41 Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυῒδ εἶναι;
42 και αυτοσ δαυιδ λεγει εν βιβλω ψαλμων ειπεν ο κυριοσ τω κυριω μου καθου εκ δεξιων μου
42 καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου
43 εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου
43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
44 δαυιδ ουν κυριον αυτον καλει και πωσ υιοσ αυτου εστιν
44 Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;
45 ακουοντοσ δε παντοσ του λαου ειπεν τοισ μαθηταισ αυτου
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπε τοῖς μαθηταῖς αὐτοῦ·
46 προσεχετε απο των γραμματεων των θελοντων περιπατειν εν στολαισ και φιλουντων ασπασμουσ εν ταισ αγοραισ και πρωτοκαθεδριασ εν ταισ συναγωγαισ και πρωτοκλισιασ εν τοισ δειπνοισ
46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
47 οι κατεσθιουσιν τασ οικιασ των χηρων και προφασει μακρα προσευχονται ουτοι ληψονται περισσοτερον κριμα
47 οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα.
Cross references (44)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 21:23–27; Luke 8:1; Acts 6:12; Luke 19:47–48; Acts 4:1
  2. 2 John 2:18; Acts 7:27; Matthew 21:23–27; Mark 11:28–33; Exodus 2:14
  3. 3 Colossians 4:6; Luke 22:68; Matthew 15:2–3
  4. 4 Matthew 11:7–19; Daniel 4:25–26; Luke 15:18; Matthew 17:11–12; John 1:19–28
  5. 5 Acts 13:25; John 1:34; John 5:33–35; John 1:30; John 3:36
  6. 6 Matthew 21:26; Matthew 11:9; Luke 1:76; Mark 12:12; John 10:41
  7. 7 Isaiah 41:28; Isaiah 42:19–20; John 3:19–20; Jeremiah 8:7–9; 2 Peter 3:3
  8. 8 Matthew 16:4; Matthew 21:27; Mark 11:33; Proverbs 26:4–5; Job 5:12–13
  9. 9 Matthew 21:33–46; Mark 12:1–12; Jeremiah 2:21; Isaiah 5:1–7; Psalm 80:8–14
  10. 10 Nehemiah 9:26; 2 Chronicles 36:15–16; Nehemiah 9:30; 2 Kings 17:13; Matthew 21:34–36
  11. 11 Acts 7:52; 1 Thessalonians 2:2; Matthew 23:30–37; Hebrews 11:36–37; Hosea 10:1
  12. 13 Matthew 3:17; John 3:16–17; John 1:34; 1 John 4:9–15; John 3:35–36
  13. 14 Hebrews 1:2; Romans 8:17; Psalm 2:1–6; Matthew 27:21–25; Matthew 2:2–16
  14. 15 Hebrews 13:12; Mark 12:6–9; Matthew 21:37–40
  15. 16 Luke 19:27; Acts 13:46; Matthew 21:41; Psalm 2:8–9; Matthew 22:7
  16. 17 Psalm 118:22; Isaiah 28:16; Acts 4:11; Matthew 21:42; 1 Peter 2:7–8
  17. 18 Isaiah 8:14–15; Daniel 2:44–45; Daniel 2:34–35; Zechariah 12:3; Matthew 21:44
  18. 19 Luke 19:47–48; Matthew 26:3–4; Luke 20:14; Matthew 21:45–46; Mark 12:12
  19. 20 Luke 11:54; Matthew 22:15–22; Psalm 81:15; Jeremiah 11:19; Luke 20:26
  20. 21 1 Thessalonians 2:4–5; Matthew 22:16; Matthew 26:49–50; 2 Corinthians 2:17; Psalm 55:21
  21. 22 Nehemiah 9:37; Matthew 22:17–21; Ezra 4:19–22; Acts 5:37; Deuteronomy 17:15
  22. 23 Luke 5:22; 1 Corinthians 3:19; Matthew 22:18; 1 Corinthians 10:9; Luke 11:16–17
  23. 24 Matthew 18:28; Luke 23:2; Acts 11:28; Luke 2:1; Philippians 4:22
  24. 25 Romans 13:6–7; 1 Peter 2:13–17; Mark 12:17; Acts 5:29; Matthew 17:27
  25. 26 Luke 20:20; Matthew 22:22; Matthew 22:12; Luke 20:39–40; Luke 13:17
  26. 27 Acts 4:1–2; 1 Corinthians 15:12; Mark 12:18–27; Matthew 22:23–33; Acts 23:6–8
  27. 28 Deuteronomy 25:5–10; Genesis 38:8; Genesis 38:11; Genesis 38:26; Ruth 1:11–12
  28. 29 Jeremiah 22:30; Leviticus 20:20
  29. 32 Ecclesiastes 9:5; Ecclesiastes 1:4; Judges 2:10; Hebrews 9:27
  30. 33 Matthew 22:24–28; Mark 12:19–23
  31. 34 Luke 16:8; Hebrews 13:4; Luke 17:27; 1 Corinthians 7:2–16; Ephesians 5:31
  32. 35 2 Thessalonians 1:5; Daniel 12:2–3; John 5:29; Matthew 12:32; Acts 24:15
  33. 36 Philippians 3:21; Revelation 21:4; Matthew 22:30; 1 Corinthians 15:42; Revelation 20:6
  34. 37 Exodus 3:2–6; Mark 12:26–27; Acts 7:30–32; Genesis 17:7; Genesis 32:9
  35. 38 John 11:25–26; Colossians 3:3–4; Romans 6:10–11; John 14:19; Romans 14:7–9
  36. 39 Mark 12:28–34; Matthew 22:34–40; Acts 23:9
  37. 40 Matthew 22:46; Mark 12:34; Proverbs 26:5
  38. 41 Mark 12:35–37; Jeremiah 23:5–6; Matthew 1:1; Isaiah 11:1–2; Matthew 22:41–45
  39. 42 Psalm 110:1; Acts 2:34–35; Hebrews 1:13; Mark 12:36–37; Matthew 22:43–45
  40. 43 Luke 19:27; Psalm 110:1; Revelation 19:14–21; Psalm 110:5–6; Psalm 2:1–9
  41. 44 Revelation 22:16; Luke 2:11; Matthew 1:23; Romans 9:5; Galatians 4:4
  42. 45 1 Timothy 5:20; Matthew 15:10; Matthew 23:1–2; Matthew 23:5–7; Mark 12:38–39
  43. 46 Mark 12:38–39; Luke 11:43; Luke 14:7; Luke 12:1; Matthew 16:6
  44. 47 Mark 12:40; James 3:1; Luke 12:1; Titus 1:16; Luke 12:47–48

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 20:34 Augustine of Hippo, The City of God (Book XIV, Chapters 20–22)

    … complete this most blessed city would have been as great though no one had sinned, as it is now that the grace of God gathers its citizens out of the multitude of sinners, so long as the children of this world generate and are generated. And therefore that marriage, worthy of the happiness of Paradise, should have had desirable fruit …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  2. Quotes verse 20:17 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXVIII)

    The stone which the builders rejected, the same is become the head of the corner; and every one that falleth upon it shall be broken." But Matthew, that they themselves delivered the sentence.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 20:35 Augustine of Hippo, The City of God (Book XV, Chapters 17–19)

    But Enos means man in so restricted a sense, that Hebrew linguists tell us it cannot be applied to woman: it is the equivalent of the "child of the resurrection," when they neither marry nor are given in marriage. For there shall be no generation in that place to which regeneration shall have brought us.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Quotes verse 20:36 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXX)

    "For in the resurrection," saith He, "they neither marry, nor are given in marriage, but are as angels of God in Heaven." But Luke saith, "As Sons of God." If then they marry not, the question is vain.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 20:2–8 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter I — 6-14)

    And the Lord says to them, Neither tell I you by what authority I do these things." And they were confounded by means of John; and in them were the words fulfilled, "I have ordained a lamp for mine anointed.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)