Skip to the text

Philippians · Byzantine Textform (Robinson-Pierpont 2018)

Philippians 2 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ει τισ ουν παρακλησισ εν χριστω ει τι παραμυθιον αγαπησ ει τισ κοινωνια πνευματοσ ει τισ σπλαγχνα και οικτιρμοι
1 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,
2 πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντεσ συμψυχοι το εν φρονουντεσ
2 πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
3 μηδεν κατα εριθειαν η κενοδοξιαν αλλα τη ταπεινοφροσυνη αλληλουσ ηγουμενοι υπερεχοντασ εαυτων
3 μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.
4 μη τα εαυτων εκαστοσ σκοπειτε αλλα και τα ετερων εκαστοσ
4 μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.
5 τουτο γαρ φρονεισθω εν υμιν ο και εν χριστω ιησου
5 Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
6 οσ εν μορφη θεου υπαρχων ουχ αρπαγμον ηγησατο το ειναι ισα θεω
6 ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,
7 αλλ εαυτον εκενωσεν μορφην δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενοσ
7 ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,
8 και σχηματι ευρεθεισ ωσ ανθρωποσ εταπεινωσεν εαυτον γενομενοσ υπηκοοσ μεχρι θανατου θανατου δε σταυρου
8 καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
9 διο και ο θεοσ αυτον υπερυψωσεν και εχαρισατο αυτω ονομα το υπερ παν ονομα
9 Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
10 ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγειων και καταχθονιων
10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
11 και πασα γλωσσα εξομολογησηται οτι κυριοσ ιησουσ χριστοσ εισ δοξαν θεου πατροσ
11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.
12 ωστε αγαπητοι μου καθωσ παντοτε υπηκουσατε μη ωσ εν τη παρουσια μου μονον αλλα νυν πολλω μαλλον εν τη απουσια μου μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθε
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
13 ο θεοσ γαρ εστιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν υπερ τησ ευδοκιασ
13 ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
14 παντα ποιειτε χωρισ γογγυσμων και διαλογισμων
14 πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
15 ινα γενησθε αμεμπτοι και ακεραιοι τεκνα θεου αμωμητα εν μεσω γενεασ σκολιασ και διεστραμμενησ εν οισ φαινεσθε ωσ φωστηρεσ εν κοσμω
15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,
16 λογον ζωησ επεχοντεσ εισ καυχημα εμοι εισ ημεραν χριστου οτι ουκ εισ κενον εδραμον ουδε εισ κενον εκοπιασα
16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
17 αλλ ει και σπενδομαι επι τη θυσια και λειτουργια τησ πιστεωσ υμων χαιρω και συγχαιρω πασιν υμιν
17 Ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·
18 το δ αυτο και υμεισ χαιρετε και συγχαιρετε μοι
18 τὸ δ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
19 ελπιζω δε εν κυριω ιησου τιμοθεον ταχεωσ πεμψαι υμιν ινα καγω ευψυχω γνουσ τα περι υμων
19 Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν·
20 ουδενα γαρ εχω ισοψυχον οστισ γνησιωσ τα περι υμων μεριμνησει
20 οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·
21 οι παντεσ γαρ τα εαυτων ζητουσιν ου τα χριστου ιησου
21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ.
22 την δε δοκιμην αυτου γινωσκετε οτι ωσ πατρι τεκνον συν εμοι εδουλευσεν εισ το ευαγγελιον
22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
23 τουτον μεν ουν ελπιζω πεμψαι ωσ αν απιδω τα περι εμε εξαυτησ
23 τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·
24 πεποιθα δε εν κυριω οτι και αυτοσ ταχεωσ ελευσομαι
24 πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
25 αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου υμων δε αποστολον και λειτουργον τησ χρειασ μου πεμψαι προσ υμασ
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
26 επειδη επιποθων ην παντασ υμασ και αδημονων διοτι ηκουσατε οτι ησθενησεν
26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησε.
27 και γαρ ησθενησεν παραπλησιον θανατω αλλα ο θεοσ αυτον ηλεησεν ουκ αυτον δε μονον αλλα και εμε ινα μη λυπην επι λυπην σχω
27 καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ᾽ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
28 σπουδαιοτερωσ ουν επεμψα αυτον ινα ιδοντεσ αυτον παλιν χαρητε καγω αλυποτεροσ ω
28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ.
29 προσδεχεσθε ουν αυτον εν κυριω μετα πασησ χαρασ και τουσ τοιουτουσ εντιμουσ εχετε
29 προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,
30 οτι δια το εργον του χριστου μεχρι θανατου ηγγισεν παραβουλευσαμενοσ τη ψυχη ινα αναπληρωση το υμων υστερημα τησ προσ με λειτουργιασ
30 ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Epaphroditus

    Messenger from Philippi

    Paul's brother, coworker, and fellow soldier whom the Philippians sent with a gift; he nearly died of illness.

    Cited in the guide: Philippians 2:25; Philippians 4:18

  • Timothy

    Companion and coworker of Paul

    A disciple from Lystra with a Greek father and a believing Jewish mother, whom Paul circumcised and took with him as a coworker; he received two letters from Paul.

    Cited in the guide: Acts 16:1; 1 Corinthians 4:17; Philippians 2:19

Cross references (30)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Colossians 3:12; 1 John 4:12; 1 John 4:7–8; 2 Corinthians 13:14; Psalm 133:1
  2. 2 Romans 12:16; 1 Peter 3:8–9; 1 Corinthians 1:10; 2 Corinthians 13:11; 3 John 4
  3. 3 Romans 12:10; Galatians 5:26; Ephesians 5:21; Ephesians 4:2; 1 Peter 5:5
  4. 4 1 Corinthians 10:24; Romans 15:1; James 2:8; 1 Corinthians 13:4–5; 1 Corinthians 10:32–33
  5. 5 1 John 2:6; Matthew 11:29; 1 Peter 2:21; 1 Peter 4:1; 1 Corinthians 10:33–11:1
  6. 6 John 5:18; 2 Corinthians 4:4; Hebrews 1:3; John 17:5; Colossians 1:15–16
  7. 7 2 Corinthians 8:9; Matthew 20:28; John 1:14; Romans 8:3; Isaiah 53:2–3
  8. 8 John 10:18; Hebrews 12:2; Romans 5:19; 1 Peter 2:24; 1 Peter 3:18
  9. 9 Revelation 19:16; Matthew 28:18; 1 Peter 3:22; Isaiah 52:13; Hebrews 2:9
  10. 10 Isaiah 45:23–25; Matthew 28:18; Revelation 5:13–14; Hebrews 1:6; Romans 14:10–11
  11. 11 1 John 4:15; Romans 14:11; John 13:13; Romans 14:9; 1 John 4:2
  12. 12 2 Peter 1:5–10; Luke 13:23–24; 1 Corinthians 15:58; Hebrews 4:11; 1 Peter 2:11
  13. 13 Hebrews 13:21; 2 Corinthians 3:5; 2 Timothy 1:9; Romans 9:16; 1 Corinthians 15:10
  14. 14 1 Peter 4:9; 1 Corinthians 10:10; James 5:9; Ephesians 4:31–32; Philippians 2:3
  15. 15 Matthew 5:14–16; 1 Peter 2:12; Matthew 5:45; Isaiah 60:1; 1 John 3:1–3
  16. 16 1 Corinthians 9:26; Galatians 2:2; 1 John 1:1; 1 Thessalonians 3:5; John 6:68
  17. 17 2 Timothy 4:6; Hebrews 13:15–16; Romans 15:16; 2 Corinthians 12:15; Romans 12:1
  18. 18 James 1:2–4; Philippians 4:4; Philippians 3:1; Ephesians 3:13
  19. 19 1 Corinthians 4:17; 1 Thessalonians 3:6–8; 1 Thessalonians 3:2; Philippians 1:1; Philemon 5–7
  20. 20 Philippians 2:2; Philippians 2:22; 1 Corinthians 16:10; 1 Samuel 18:3; John 12:6
  21. 21 1 Corinthians 10:24; 1 Corinthians 10:33; Philippians 2:4; Matthew 16:24; 1 Corinthians 13:5
  22. 22 1 Corinthians 4:17; 1 Timothy 1:2; 2 Corinthians 2:9; 2 Timothy 1:2; 2 Corinthians 8:22
  23. 23 Philippians 2:19; 1 Samuel 22:3
  24. 24 3 John 14; Philemon 22; Philippians 1:25–26; Romans 15:28–29; Philippians 2:19
  25. 25 Philippians 4:18; Philemon 1–2; Philippians 4:3; 1 Corinthians 3:9; Colossians 1:7
  26. 26 Philippians 1:8; Isaiah 61:3; Romans 12:15; Proverbs 12:25; Ephesians 3:13
  27. 27 Psalm 34:19; Philippians 2:30; Acts 9:37; 2 Corinthians 2:7; 1 Corinthians 10:13
  28. 28 John 16:22; 2 Timothy 1:4; Philippians 2:26–27; Acts 20:38; 2 Corinthians 2:3
  29. 29 1 Thessalonians 5:12; 1 Corinthians 16:18; 1 Timothy 5:17; Romans 16:2; Matthew 10:40–41
  30. 30 1 Corinthians 16:17; Philippians 4:10; Acts 20:24; Philippians 4:18; Philippians 2:17

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 2:1 John Chrysostom, Homilies on Philippians (Homily V)

    There is nothing better, there is nothing more affectionate, than a spiritual teacher; such an one surpasses the kindness of any natural father. Do but consider, how this blessed one entreats the Philippians concerning the things which were to their own advantage. What says he, in exhorting them concerning concord, that cause of all good things?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Quotes verse 2:10 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters X–XI)

    … in order that to Christ Jesus, our Lord, and God, and Saviour, and King, according to the will of the invisible Father, "every knee should bow, of things in heaven, and things in earth, and things under the earth, and that every tongue should confess" to Him, and that He should execute just judgment towards all; that He may send …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 2:6–11 Augustine of Hippo, Confessions (Book VII, Chapters VII–IX)

    … name above every name; that at the name of Jesus every knee should bow, of things in heaven, and things in earth, and things under the earth; and that every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father;" those books have not.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 2:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily IV)

    how was He of David's seed? how did he "take the form of a servant?" how "was the Word made flesh?" and how saith Paul to the Romans, "Of whom as concerning the flesh Christ came, who is God over all?" Therefore that He was of us, and of our substance, and of the Virgin's womb, is manifest from these …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 2:11 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VII)

    … heaven and on earth is named: glorifying Him with the Only-begotten: for he that denieth the Father, denieth the Son also: and again, He that confesseth the Son, hath the Father also; knowing that Jesus Christ is Lord to the glory of God the Father.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)