1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 καὶ ὁ ⸀Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ⸀ὧδε λίθος ἐπὶ ⸀λίθον ὃς οὐ μὴ καταλυθῇ. 3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ⸀ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· 4 Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ⸂ταῦτα συντελεῖσθαι πάντα. 5 ὁ δὲ Ἰησοῦς ⸂ἤρξατο λέγειν αὐτοῖς · Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 6 ⸀πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. 7 ὅταν δὲ ⸀ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· ⸀δεῖ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος. 8 ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ⸀ἔσονται σεισμοὶ κατὰ τόπους, ⸁ἔσονται ⸀λιμοί ⸀ἀρχὴ ὠδίνων ταῦτα. 9 βλέπετε δὲ ὑμεῖς ἑαυτούς· ⸀παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 10 καὶ εἰς πάντα τὰ ἔθνη ⸂πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 ⸂καὶ ὅταν ⸀ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί ⸀λαλήσητε ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 12 ⸂καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· 13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ⸀ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 15 ⸀ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω μηδὲ εἰσελθάτω ⸂τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ, 16 καὶ ὁ εἰς τὸν ⸀ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 προσεύχεσθε δὲ ἵνα μὴ ⸀γένηται χειμῶνος· 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως ⸀ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 καὶ εἰ μὴ ⸂ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. 21 ⸀καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ⸀Ἴδε ὧδε ὁ ⸀χριστός ⸁Ἴδε ἐκεῖ, μὴ πιστεύετε· 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸν τοὺς ἐκλεκτούς· 23 ὑμεῖς δὲ βλέπετε· ⸀προείρηκα ὑμῖν πάντα. 24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· 27 καὶ τότε ἀποστελεῖ τοὺς ⸀ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ⸀ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. 28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ⸂ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτως καὶ ὑμεῖς, ὅταν ⸂ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ⸂ταῦτα πάντα γένηται. 31 ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται οἱ δὲ λόγοι μου οὐ ⸀μὴ ⸁παρελεύσονται 32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33 βλέπετε ⸀ἀγρυπνεῖτε οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ⸀ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢ ὀψὲ ἢ ⸀μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· 37 ⸀ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.
Mark · SBL Greek New Testament
Mark 13 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Cross references (35)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Matthew 24:1–51; Ezekiel 11:22–23; Malachi 3:1–2; Ezekiel 8:6; Ezekiel 10:19
- 2 Luke 21:6; Matthew 24:2; Micah 3:12; Jeremiah 26:18; 1 Kings 9:7–8
- 3 Matthew 21:1; Mark 4:34; Mark 9:2; Mark 10:35; Mark 1:16–19
- 4 Acts 1:6–7; Matthew 24:3; John 21:21–22; Daniel 12:6; Daniel 12:8
- 5 Ephesians 5:6; Colossians 2:8; Jeremiah 29:8; 1 John 4:1; 2 Thessalonians 2:3
- 6 Mark 13:22; 1 John 4:1; John 5:43; Acts 5:36–39; Jeremiah 14:14
- 7 Luke 21:9–11; John 14:27; Matthew 24:6–7; Psalm 112:7; Psalm 27:3
- 8 Psalm 48:6; Matthew 24:8; Isaiah 37:3; Haggai 2:22; 1 Thessalonians 5:3
- 9 Matthew 10:17–18; John 16:2; 1 Corinthians 4:9–13; Mark 13:5; Philippians 1:29
- 10 Matthew 24:14; Colossians 1:23; Romans 10:18; Revelation 14:6; Colossians 1:6
- 11 Luke 21:14–15; Luke 12:11–12; Matthew 10:19–21; Acts 6:10; 1 Corinthians 2:13
- 12 Matthew 10:21; Luke 12:52–53; Luke 21:16; Micah 7:4–6; Matthew 24:10
- 13 John 15:18–19; Matthew 10:22; Luke 6:22; Matthew 24:13; Galatians 6:9
- 14 Daniel 9:27; Daniel 12:11; Daniel 11:31; Matthew 24:15–28; Luke 21:20–24
- 15 Hebrews 11:7; Luke 17:31–33; Philippians 3:7–8; Matthew 24:16–18; Proverbs 6:4–5
- 17 Luke 23:29; Lamentations 4:10; Hosea 13:16; Luke 21:23; Matthew 24:19–21
- 19 Daniel 12:1; Joel 2:2; Matthew 24:21; Daniel 9:26; Daniel 9:12
- 20 Matthew 24:22; Isaiah 65:8–9; Zechariah 13:8–9; Romans 11:28–32; Isaiah 1:9
- 21 Luke 21:8; Matthew 24:23–25; Matthew 24:5; Deuteronomy 13:1–3; Luke 17:23–24
- 22 Matthew 24:24; 2 Thessalonians 2:8–14; Mark 13:6; 1 John 2:26; Matthew 7:15
- 23 2 Peter 3:17; John 14:29; Luke 21:8; Isaiah 44:7–8; Mark 13:5
- 24 Isaiah 13:10; Acts 2:19–20; Revelation 6:12–14; Matthew 24:29–31; 2 Peter 3:10
- 25 Isaiah 34:4; Revelation 6:13
- 26 Revelation 1:7; Mark 14:62; Matthew 24:30; Matthew 16:27; Matthew 25:31
- 27 Zechariah 2:6; Matthew 24:31; Deuteronomy 30:4; Revelation 7:1–3; 2 Thessalonians 2:1
- 28 Luke 21:29–31; Matthew 24:32–33
- 29 James 5:9; 1 Peter 4:17–18; Hebrews 10:25–37; Ezekiel 12:25–28; Ezekiel 7:10–12
- 30 Matthew 24:34; Luke 21:32; Mark 9:1; Matthew 23:36; Matthew 16:28
- 31 Isaiah 40:8; Isaiah 51:6; Matthew 24:35; Luke 21:33; Matthew 5:18
- 32 Matthew 24:36–42; Acts 1:7; Matthew 25:13; Revelation 3:3; 1 Thessalonians 5:1–2
- 33 Romans 13:11–12; Luke 12:40; Ephesians 6:18; Revelation 16:15; Matthew 25:13
- 34 John 10:3; Matthew 25:14–30; Luke 12:36–40; Matthew 24:45–47; 1 Corinthians 15:58
- 35 Matthew 24:42; Mark 13:33; Matthew 24:44; Mark 14:30; Mark 6:48
- 36 1 Thessalonians 5:6–7; Matthew 24:48–51; Luke 21:34; Romans 13:11–14; Mark 14:40
- 37 Luke 12:41–46; Mark 13:33; Mark 13:35
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The advice, Brethren, which ye have just heard Scripture give, when it tells us to watch for the last day, every one should think of as concerning his own last day; lest haply when ye judge or think the last day of the world to be far distant, ye slumber with respect to your own last day.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
… of God; while even the Lord, the very Son of God, allowed that the Father alone knows the very day and hour of judgment, when He plainly declares, "But of that day and that hour knoweth no man, neither the Son, but the Father only." If, then, the Son was not ashamed to ascribe the knowledge of that day to …
Ye have heard what Jesus said concerning the last day of this world, "That neither the Angels of heaven, nor the Son knew it, but the Father." Where indeed there is a great difficulty, lest understanding this in a carnal way, we think that the Father knoweth anything which the Son knoweth not.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
"But of that day and hour knoweth no man, no, not the angels of Heaven, neither the Son, but the Father." By saying, not the angels, He stopped their mouths, that they should not seek to learn what these angels know not; and by saying, "neither the Son," forbids them not only to learn, but even to inquire.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Their tenth objection is the ignorance, and the statement that Of the last day and hour knoweth no man, not even the Son Himself, but the Father. And yet how can Wisdom be ignorant of anything--that is, Wisdom Who made the worlds, Who perfects them, Who remodels them, Who is the Limit of all things that were made, Who knoweth …
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)