1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, 2 διʼ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. 3 Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, 4 καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς, 5 καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· 6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ ⸀πλείονες μένουσιν ἕως ἄρτι, τινὲς ⸀δὲ ἐκοιμήθησαν· 7 ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· 8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. 9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ· 10 χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ ⸀ἡ σὺν ἐμοί. 11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε. 12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ⸂ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; 13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· 14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ⸀ἄρα τὸ κήρυγμα ἡμῶν, ⸀κενὴ καὶ ἡ πίστις ⸀ὑμῶν 15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. 16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· 17 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ⸀ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. 19 εἰ ἐν τῇ ζωῇ ταύτῃ ⸂ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. 20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν ⸀κεκοιμημένων 21 ἐπειδὴ γὰρ διʼ ἀνθρώπου ⸀θάνατος καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν· 22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται. 23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· 24 εἶτα τὸ τέλος, ὅταν ⸀παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, 25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι ⸀οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, 27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, ⸀τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα ἵνα ᾖ ὁ θεὸς ⸀πάντα ἐν πᾶσιν. 29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ ⸀αὐτῶν 30 τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; 31 καθʼ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν ⸀καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. 32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. 33 μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. 34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν ⸀λαλῶ 35 Ἀλλὰ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται; 36 ⸀ἄφρων σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· 38 ὁ δὲ θεὸς ⸂δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ⸀ἴδιον σῶμα. 39 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ⸂σὰρξ πτηνῶν, ἄλλη δὲ ⸀ἰχθύων 40 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. 41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. 42 Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· 44 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. ⸀Εἰ ἔστιν σῶμα ψυχικόν, ⸂ἔστιν καὶ πνευματικόν. 45 οὕτως καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. 46 ἀλλʼ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. 47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ⸀ἄνθρωπος ἐξ οὐρανοῦ. 48 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· 49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, ⸀φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. 50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ ⸀δύναται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· ⸀πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα, 52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54 ὅταν δὲ τὸ ⸂φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ⸀ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. 55 ποῦ σου, θάνατε, τὸ ⸂νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον⸃; 56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· 57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.
1 Corinthians · SBL Greek New Testament
1 Corinthians 15 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Cross references (55)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Galatians 1:6–12; 1 Peter 5:12; 2 Corinthians 1:24; 1 Corinthians 1:23–24; 1 Corinthians 15:3–11
- 2 Hebrews 3:6; Hebrews 2:1; Hebrews 3:14; 2 Timothy 1:9; 1 Corinthians 1:18
- 3 1 Peter 2:24; Galatians 1:4; Isaiah 53:1–12; 1 John 2:2; Acts 26:22–23
- 4 Hosea 6:2; Matthew 12:40; Psalm 16:10–11; Isaiah 53:9–12; Acts 13:29–37
- 5 Mark 16:14; Acts 1:2–14; John 20:19–26; 1 Corinthians 1:12; Luke 24:34–49
- 6 Mark 16:7; Matthew 28:10; Acts 13:36; 2 Peter 3:4; Acts 7:60
- 7 Luke 24:50; Acts 1:2–12; Luke 24:33; Luke 24:36; Acts 12:17
- 8 1 Corinthians 9:1; Acts 26:16; Acts 22:18; Acts 18:9; Acts 9:17
- 9 Ephesians 3:7–8; 1 Timothy 1:13–15; 2 Corinthians 12:11; Acts 8:3; Acts 26:9–11
- 10 Philippians 4:13; Philippians 2:13; 2 Corinthians 3:5; Ephesians 3:7–8; Ephesians 2:7–8
- 11 1 Corinthians 2:2; 1 Corinthians 15:3–4
- 12 Acts 26:8; Acts 17:32; 2 Timothy 2:18; Acts 23:8; 1 Corinthians 15:13–19
- 13 John 11:25–26; Romans 8:11; 1 Thessalonians 4:14; Revelation 1:18; 1 Peter 1:3
- 14 1 Corinthians 15:17; 1 Thessalonians 4:14; Acts 17:31; James 2:20; Matthew 15:9
- 15 Acts 2:24; Job 13:7–10; Acts 2:32; 1 Corinthians 15:13; Romans 3:7–8
- 17 Romans 4:25; 1 Peter 1:3; 1 Corinthians 15:14; 1 Peter 1:21; Romans 8:33–34
- 18 1 Thessalonians 4:13–14; 1 Thessalonians 4:16; Revelation 14:13; 1 Corinthians 15:6
- 19 1 Peter 1:21; Revelation 14:13; 2 Timothy 1:12; 1 Corinthians 4:9–13; 2 Timothy 3:12
- 20 1 Corinthians 15:23; Revelation 1:5; Acts 26:23; 1 Peter 1:3; Colossians 1:18
- 21 John 11:25; Romans 5:12–17; Romans 6:23; 1 Corinthians 15:22
- 22 Romans 5:12–21; 1 Corinthians 15:45–49; John 5:21–29; Genesis 2:17; Genesis 3:6
- 23 Galatians 3:29; Isaiah 26:19; 1 Corinthians 15:52; 1 Corinthians 15:20; 1 Thessalonians 4:15–17
- 24 Daniel 7:27; Daniel 7:14; Matthew 28:18; John 13:3; Isaiah 9:7
- 25 Psalm 110:1; Hebrews 10:12–13; Matthew 22:44; Hebrews 1:13; Psalm 2:6–10
- 26 2 Timothy 1:10; 1 Corinthians 15:55; Revelation 21:4; Revelation 20:14; Isaiah 25:8
- 27 Psalm 8:6; Hebrews 2:8; Matthew 28:18; Matthew 11:27; Ephesians 1:22
- 28 Colossians 3:11; 1 Corinthians 3:23; Ephesians 1:23; Philippians 3:21; John 14:28
- 29 Romans 6:3–4; 1 Corinthians 15:16; 1 Corinthians 15:32; Matthew 20:22
- 30 2 Corinthians 11:23–27; 2 Corinthians 6:9; 1 Corinthians 15:31; Galatians 5:11; Romans 8:36–39
- 31 2 Corinthians 4:10–11; Romans 8:36; 1 Corinthians 4:9–13; Philippians 3:3; 1 Thessalonians 3:9
- 32 Isaiah 22:13; Isaiah 56:12; Luke 12:19; 2 Corinthians 1:8–10; 2 Peter 2:12
- 33 Proverbs 13:20; Matthew 24:4; 1 Corinthians 5:6; Proverbs 9:6; Ephesians 5:6
- 34 1 Corinthians 6:5; Hebrews 5:11–12; Romans 13:11; Joel 1:5; Ephesians 5:14
- 35 Ezekiel 37:3; Philippians 3:21; 1 Corinthians 15:38–53; Romans 9:19; John 3:9
- 36 John 12:24; Luke 11:40; Luke 12:20; Ephesians 5:15; Romans 1:22
- 38 1 Corinthians 3:7; Isaiah 61:11; Psalm 104:14; Mark 4:26–29; Genesis 1:11–12
- 39 Genesis 1:20–26
- 41 Deuteronomy 4:19; Psalm 148:3–5; Isaiah 24:23; Job 31:26; Psalm 19:4–6
- 42 Daniel 12:3; Matthew 13:43; Philippians 3:20–21; Romans 8:21; 1 Peter 1:4
- 43 Colossians 3:4; Philippians 3:20–21; 1 Corinthians 6:14; Mark 12:24–25; Matthew 22:29–30
- 44 1 Corinthians 15:50; Luke 24:31; John 20:19; John 20:26
- 45 John 5:21; Genesis 2:7; Romans 8:2; Romans 8:10–11; Romans 5:12–14
- 46 Romans 6:6; Colossians 3:9–10; Ephesians 4:22–24
- 47 John 3:31; Genesis 2:7; Genesis 3:19; 2 Corinthians 5:1; 1 Corinthians 15:45
- 48 Genesis 5:3; Philippians 3:20–21; John 3:6; Romans 5:12–21; Job 14:4
- 49 Romans 8:29; 2 Corinthians 3:18; 2 Corinthians 4:10–11; Genesis 5:3; 1 John 3:2
- 50 John 3:3–6; Matthew 16:17; Ephesians 4:17; 2 Corinthians 5:1; Galatians 5:16
- 51 1 Thessalonians 4:14–17; Philippians 3:21; 1 Corinthians 15:20; Ephesians 1:9; 1 Corinthians 4:1
- 52 1 Thessalonians 4:16–17; Matthew 24:31; John 5:28; John 5:25; Isaiah 27:13
- 53 2 Corinthians 5:2–4; 1 John 3:2; Ephesians 4:24; Romans 2:7; Romans 13:12–14
- 54 Isaiah 25:8; Revelation 21:4; Hebrews 2:14–15; Revelation 20:14; Luke 20:36
- 55 Hosea 13:14; Psalm 89:48; Romans 5:14; Acts 2:27; Psalm 49:8–15
- 56 Romans 4:15; Galatians 3:10–13; Romans 6:23; Romans 7:5–13; John 8:24
- 57 2 Corinthians 2:14; Romans 8:37; 1 John 5:4–5; Proverbs 21:31; Revelation 12:11
- 58 Galatians 6:9; 2 Chronicles 15:7; Hebrews 6:10; Philippians 2:16; 1 Corinthians 3:8
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Having finished the discourse of spiritual gifts, he passes to that which is of all most necessary, the subject of the resurrection. For in this too they were greatly unsound.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)
… her when she lay outside of the Pleroma as a kind of abortion, they affirm Paul to have declared in his Epistle to the Corinthians [in these words], "And last of all, He appeared to me also, as to one born out of due time." Again, the coming of the Saviour with His attendants to Achamoth is declared in like …
… received by the scourge of bodily sickness, and I was descending into hell burdened with all the sins that I had committed, both against Thee, myself, and others, many and grievous, over and above that bond of original sin whereby we all die in Adam. For none of these things hadst Thou forgiven me in Christ, neither had He "abolished" …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
… of Satan; and how thou art disposed when staying in a Church, and how when sitting in a theatre; and thou wilt see that great is the difference between this soul and that, although both be one. Therefore Paul said, "Evil communications corrupt good manners." For this cause we have need continually of those songs, which serve as charms from …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
The Life encountered him, that the mouth of Death might henceforth be stopped, and all we that are saved might say, O death, where is thy sting? O grave, where is thy victory?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)