1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς ⸀λαλεῖν Ἀμπελῶνα ⸂ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ ⸂τῶν καρπῶν τοῦ ἀμπελῶνος· 3 ⸀καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνον ⸀ἐκεφαλίωσαν καὶ ⸀ἠτίμασαν 5 ⸀καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες. 6 ἔτι ⸂ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ⸂ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ ⸂πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8 καὶ λαβόντες ⸂ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. 9 ⸀τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. 13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 ⸀καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν ⸂δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; 15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος. 17 ⸂ὁ δὲ Ἰησοῦς εἶπεν ⸀αὐτοῖς ⸂Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ⸀ἐξεθαύμαζον ἐπʼ αὐτῷ. 18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ⸀ἐπηρώτων αὐτὸν λέγοντες· 19 Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ ⸂μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν ⸀γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν ⸂μὴ καταλιπὼν σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως· 22 καὶ ⸂οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατον πάντων ⸂καὶ ἡ γυνὴ ἀπέθανεν. 23 ἐν τῇ ἀναστάσει ⸂ὅταν ἀναστῶσιν τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 24 ⸂ἔφη αὐτοῖς ὁ Ἰησοῦς · Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται ἀλλʼ εἰσὶν ὡς ⸀ἄγγελοι ἐν τοῖς οὐρανοῖς· 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου ⸀πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ⸂ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; 27 οὐκ ἔστιν ⸀θεὸς νεκρῶν ⸀ἀλλὰ ζώντων· ⸀πολὺ πλανᾶσθε. 28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ⸀ἰδὼν ὅτι καλῶς ⸂ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν ⸂ἐντολὴ πρώτη πάντων ; 29 ⸂ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη ⸀ἐστίν Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, 30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος ⸀σου. 31 ⸀δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 ⸀καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπʼ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης ⸀τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ⸀συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ⸀περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ ὁ Ἰησοῦς ἰδὼν ⸀αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς ⸂Δαυίδ ἐστιν ; 36 ⸀αὐτὸς Δαυὶδ εἶπεν ἐν ⸂τῷ πνεύματι τῷ ἁγίῳ· ⸀Εἶπεν ⸀κύριος τῷ κυρίῳ μου· ⸀Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω τῶν ποδῶν σου. 37 ⸀αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν ⸂αὐτοῦ ἐστιν υἱός ; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. 38 Καὶ ⸂ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν · Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα. 41 Καὶ ⸀καθίσας ⸀κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ ⸀εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ⸀ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
Mark · SBL Greek New Testament
Mark 12 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Cross references (39)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Isaiah 5:1–4; Mark 13:34; Song of Songs 8:11–12; Mark 4:2; Psalm 80:8–16
- 2 John 15:1–8; Hebrews 1:1; Micah 7:1; Jeremiah 25:4–5; Jeremiah 44:4
- 3 2 Chronicles 36:16; Jeremiah 26:20–24; Hebrews 11:36–37; Nehemiah 9:26; 1 Thessalonians 2:15
- 5 Matthew 5:12; Mark 9:13; Luke 6:22–23; Jeremiah 7:25–28; Matthew 22:6
- 6 Hebrews 1:1–2; Matthew 3:17; John 1:34; Psalm 2:12; 1 John 5:11–12
- 7 John 11:47–50; Acts 5:28; Matthew 2:3–13; Isaiah 49:7; Psalm 2:2–3
- 8 Luke 20:15; Matthew 21:39; Matthew 21:33; Hebrews 13:11–13
- 9 Romans 10:20–11:12; Matthew 21:43; Luke 19:27; Romans 9:30–33; Jeremiah 17:3
- 10 Psalm 118:22–23; Luke 20:17–18; 1 Peter 2:7–8; Isaiah 28:16; Acts 4:11–12
- 11 Psalm 118:23; Habakkuk 1:5; Acts 2:32–36; Acts 3:12–16; Ephesians 3:8–11
- 12 Mark 11:18; Mark 11:32; John 7:30; John 7:25; John 7:44
- 13 Luke 20:20–26; Mark 3:6; Luke 11:54; Mark 8:15; Psalm 38:12
- 14 Galatians 1:10; 2 Corinthians 2:17; 2 Corinthians 5:11; 2 Corinthians 2:2; 2 Corinthians 5:16
- 15 Revelation 2:23; Ezekiel 17:2; Matthew 22:18; Acts 5:9; Hebrews 4:13
- 16 Luke 20:24–26; Matthew 22:19–22; Revelation 3:12; 2 Timothy 2:19
- 17 Romans 13:7; 2 Corinthians 5:14–15; 1 Corinthians 14:24–25; 1 Peter 2:17; Acts 4:19–20
- 18 Matthew 22:23–33; Acts 4:1–2; 2 Timothy 2:18; Acts 23:6–9; Luke 20:27–40
- 19 Deuteronomy 25:5–10; Ruth 1:11–13; Genesis 38:8; Ruth 4:5
- 20 Matthew 22:25–28; Luke 20:29–33
- 24 2 Timothy 3:15–17; John 20:9; Matthew 22:29; Ephesians 1:19; Isaiah 25:8
- 25 Luke 20:35–36; Matthew 22:30; 1 John 3:2; Hebrews 12:22–23; 1 Corinthians 15:42–54
- 26 Exodus 3:2–6; Luke 20:37; Genesis 17:7–8; Genesis 33:20; Exodus 3:16
- 27 Romans 14:9; Mark 12:24; Romans 4:17; Hebrews 11:13–16; Hebrews 3:10
- 28 Matthew 22:34–40; Luke 10:25–28; Luke 20:39; Matthew 19:18; Matthew 5:19
- 29 Luke 10:27; Deuteronomy 6:4; Galatians 3:20; Romans 3:30; Jude 25
- 30 Deuteronomy 6:5
- 31 Romans 13:8–9; Matthew 22:39; Leviticus 19:18; Luke 10:27; 1 Corinthians 13:4–8
- 32 Deuteronomy 4:39; Isaiah 46:9; Deuteronomy 4:35; Isaiah 45:5–6; Isaiah 45:18
- 33 Micah 6:6–8; Hosea 6:6; Matthew 9:13; 1 Samuel 15:22; Matthew 12:7
- 34 Colossians 4:6; Luke 20:40; Matthew 22:46; Titus 1:9–11; Matthew 12:20
- 35 Luke 20:41–44; Matthew 22:41–45; Matthew 26:55; Luke 19:47; Matthew 9:27
- 36 Psalm 110:1; Matthew 22:43–45; Hebrews 1:13; Hebrews 10:12–13; 1 Corinthians 15:25
- 37 Romans 1:3–4; Luke 21:38; Matthew 11:25; Romans 9:5; James 2:5
- 38 Luke 20:45–47; Matthew 23:1–7; Luke 11:43; Matthew 6:5; Mark 4:2
- 39 James 2:2–3
- 40 Luke 20:47; Matthew 23:33; Matthew 23:13; Matthew 6:7; Ezekiel 22:25
- 41 Luke 21:1–4; 2 Kings 12:9; John 8:20; Matthew 27:6
- 43 2 Corinthians 9:6–8; 2 Corinthians 8:2; Acts 11:29; 2 Corinthians 8:12; Matthew 10:42
- 44 2 Corinthians 8:2–3; 1 John 3:17; Luke 21:2–4; Ezra 2:68–69; Mark 14:8
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… evil." And that we ought to worship God alone, He thus persuaded us: "The greatest commandment is, Thou shalt worship the Lord thy God, and Him only shall thou serve, with all thy heart, and with all thy strength, the Lord God that made thee." And when a certain man came to Him and said, "Good Master," He answered and …
Let us not, then, "be puffed up for one against the other," above that which is written; let us love the Lord our God with all our heart, with all our soul, and with all our mind, and our neighbour as ourself. As to which two precepts of charity, unless we believe that Moses meant whatever in these books he …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
"For when Jesus," he saith, "saw that he answered discreetly, He said unto him, Thou art not far from the kingdom of God." They are not contradicting each other, but indeed fully agreeing.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
And so the Lord in reference to their pride said immediately, "Beware of the Scribes which love the chief seats in the synagogues, and the first rooms at feasts." Not because they hold them, but because they love them.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
"Come, let us kill Him, and the inheritance shall be ours." Fools!
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)