1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ⸀ἑαυτῶν ἐξῆλθον εἰς ⸀ὑπάντησιν τοῦ νυμφίου. 2 πέντε δὲ ⸂ἐξ αὐτῶν ἦσαν ⸂μωραὶ καὶ πέντε φρόνιμοι. 3 ⸂αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθʼ ἑαυτῶν ἔλαιον· 4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ⸀ἀγγείοις μετὰ τῶν λαμπάδων ⸀ἑαυτῶν 5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. 6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ ⸀νυμφίος ἐξέρχεσθε εἰς ἀπάντησιν ⸀αὐτοῦ 7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ⸀ἑαυτῶν 8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. 9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε ⸂οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ⸀πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετʼ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν· 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ⸀ὥραν 14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως 16 ⸀πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ⸀ἐκέρδησεν ἄλλα ⸀πέντε 17 ⸀ὡσαύτως ὁ τὰ δύο ⸀ἐκέρδησεν ἄλλα δύο· 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ⸀γῆν καὶ ⸀ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ ⸂πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει ⸂λόγον μετʼ αὐτῶν 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ⸀ἐκέρδησα 21 ⸀ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν ⸀δὲ καὶ ὁ τὰ δύο ⸀τάλαντα εἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ⸀ἐκέρδησα 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; 27 ἔδει ⸂σε οὖν βαλεῖν ⸂τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπʼ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ⸂τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ. 30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες ⸀οἱ ἄγγελοι μετʼ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32 καὶ ⸀συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπʼ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ⸀ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπʼ ἐμοῦ ⸀οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ⸀ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Matthew · SBL Greek New Testament
Matthew 25 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Cross references (43)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 12:35–36; Matthew 24:42–51; Revelation 19:7; Philippians 2:15–16; John 3:29
- 2 Jeremiah 24:2; 1 Corinthians 10:1–5; Matthew 13:47–48; Matthew 13:19–23; 1 John 2:19
- 3 2 Timothy 3:5; Revelation 3:15–16; Isaiah 48:1–2; Isaiah 58:2; Revelation 3:1
- 4 Romans 8:9; 1 John 2:20; 1 John 2:27; John 3:34; Psalm 45:7
- 5 Habakkuk 2:3; 1 Thessalonians 5:6–8; 2 Peter 3:4–9; Matthew 24:48; Luke 20:9
- 6 2 Peter 3:10; John 5:28–29; Matthew 24:31; Matthew 25:1; Matthew 24:44
- 7 Luke 12:35; 2 Peter 3:14; Revelation 3:19–20; Revelation 2:4–5; Revelation 3:2
- 8 Proverbs 13:9; Luke 12:35; Hebrews 4:1; Matthew 13:20–21; Revelation 3:9
- 9 Psalm 49:7–9; Revelation 3:17–18; Isaiah 55:6–7; Isaiah 55:1–3; Ezekiel 14:20
- 10 Luke 13:25; Matthew 24:44; 1 Peter 1:13; Luke 12:36–37; Genesis 7:16
- 11 Matthew 7:21–23; Hebrews 12:16–17
- 12 1 Corinthians 8:3; 2 Timothy 2:19; John 10:27; Luke 13:26–30; Psalm 5:5
- 13 Matthew 24:42–44; Revelation 16:15; 1 Thessalonians 5:6; Luke 21:36; 1 Corinthians 16:13
- 14 Mark 13:34; 1 Peter 4:9–11; Romans 12:6–8; Luke 19:12–27; Matthew 25:14–30
- 15 Matthew 18:24; Luke 19:13–14; Luke 12:48
- 16 Philemon 6–7; 3 John 5–8; 1 Timothy 6:17–18; 2 Timothy 2:6; Acts 13:36
- 17 Proverbs 3:9–10; Ephesians 5:16; Ecclesiastes 11:1–6; Colossians 4:17; 1 Peter 4:10
- 18 2 Peter 1:8; Proverbs 26:13–16; Malachi 1:10; Hebrews 6:12; Haggai 1:2–4
- 19 1 Corinthians 3:12–15; 2 Corinthians 5:10; Romans 14:7–12; Matthew 18:23–24; Luke 16:1–2
- 20 Acts 20:24; 1 Corinthians 15:10; 2 Timothy 4:1–8; Luke 19:16–17; Colossians 1:29
- 21 Matthew 25:23; Luke 16:10; John 12:26; 2 Timothy 2:12; Revelation 3:21
- 22 2 Corinthians 8:12; Romans 12:6–8; 2 Corinthians 8:7–8; Luke 19:18–19; 2 Corinthians 8:1–3
- 23 Matthew 25:21; Mark 14:8–9; Mark 12:41–44
- 24 Luke 19:20–22; Luke 15:29; Malachi 3:14–15; Ezekiel 18:25–29; Jeremiah 2:31
- 25 2 Timothy 1:6–7; Romans 8:15; Proverbs 26:13; Revelation 21:8; Isaiah 57:11
- 26 Matthew 18:32; Job 15:5–6
- 27 Luke 19:22–23; Jude 15; Deuteronomy 23:19–20; Romans 3:19
- 28 Luke 19:24; Luke 10:42
- 29 Luke 8:18; Matthew 13:12; Mark 4:25; Luke 19:25–26; John 15:2
- 30 Matthew 8:12; Matthew 13:50; Revelation 3:15–16; Matthew 22:13; Hebrews 6:7–8
- 31 Revelation 1:7; 2 Thessalonians 1:7–8; Matthew 19:28; Jude 14; Mark 8:38
- 32 Malachi 3:18; Matthew 13:49; 2 Corinthians 5:10; Psalm 98:9; Ezekiel 34:17–22
- 33 Psalm 100:3; Psalm 45:9; John 10:26–28; John 21:15–17; Psalm 110:1
- 34 1 Peter 1:19–20; James 2:5; Revelation 21:7; Revelation 13:8; 1 Peter 1:3–5
- 35 1 John 3:16–19; James 2:15–16; Deuteronomy 15:7–11; Ezekiel 18:7; Ezekiel 18:16
- 36 James 1:27; James 5:14–15; Hebrews 13:3; 2 Timothy 1:16–18; James 2:14–16
- 37 Matthew 6:3; 1 Peter 5:5–6; 1 Chronicles 29:14; Isaiah 64:6; 1 Corinthians 15:10
- 40 Proverbs 19:17; Proverbs 14:31; Matthew 10:42; Mark 9:41; 1 Peter 1:22
- 41 2 Peter 2:4; Jude 6–7; Matthew 13:42; 2 Thessalonians 1:9; Matthew 7:23
- 42 James 2:15–24; 1 Corinthians 16:22; 2 Thessalonians 1:8; John 5:23; Matthew 12:30
- 44 Luke 10:29; Matthew 7:22; Matthew 25:24–27; Malachi 3:13; Malachi 1:6
- 45 Proverbs 21:13; Proverbs 17:5; Matthew 25:40; Proverbs 14:31; Acts 9:5
- 46 Daniel 12:2; John 5:29; John 3:36; Revelation 21:8; Revelation 20:15
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Ye who were present yesterday remember my promise; which with the Lord's assistance is to be made good to-day, not to you only, but to the many others also who have come together. It is no easy question, who the ten virgins are, of whom five are wise, and five foolish.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
"Then shall the kingdom of Heaven," He saith, "be likened unto ten virgins, which took their lamps, and went forth to meet the bridegroom. But five of them were wise, and the other five foolish, which took not," He saith, "oil." "Then, while the bridegroom tarried, they all slumbered and slept.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
And besides; "the eternal fire which the Father has prepared for the devil and his angels," -- they ought to show of which of those Æons that are above it is the image; for it, too, is reckoned part of the creation.
For the truth in the gospel promises to the saints and the faithful that they will be equal to the angels of God; and it is also promised them that they will "go away into life eternal." But if we are certain that we shall never lapse from eternal felicity, while they are not certain, then we shall not be …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For it will be no longer, "Dust thou art, and unto dust shalt thou return," and thou "tillest the ground," and those former words, that will be said to us; but what is far more grievous than these, the "outer darkness," the bonds that may not be burst, the venomous worm, the "gnashing of teeth;" and this with great reason.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)