1 Esdras (3 Esdras) · Septuaginta griega de Brenton
1 Esdras (3 Esdras) 2 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήματος Κυρίου ἐν στόματι Ἱερεμίου,
1 In the first year of King Cyrus of the Persians, that the word of the Lord by the mouth of Jeremy might be accomplished,
2 ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἅμα διὰ γραπτῶν, λέγων,
2 the Lord stirred up the spirit of King Cyrus of the Persians, and he made a proclamation throughout all his kingdom, and also by writing,
3 τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος, ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ, Κύριος ὁ ὕψιστος.
3 saying, “Cyrus king of the Persians says: The Lord of Israel, the Most High Lord, has made me king of the whole world,
4 Καὶ ἐσήμῃνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ, τῇ ἐν τῇ Ἰουδαίᾳ.
4 and commanded me to build him a house at Jerusalem that is in Judea.
5 Εἴ τις ἐστὶν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἱερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ, οἰκοδομείτω τὸν οἶκον τοῦ Κυρίου τοῦ Ἰσραήλ· οὗ ὁ Κύριος, ὁ κατασκηνώσας ἐν Ἱερουσαλήμ.
5 If therefore there are any of you that are of his people, let the Lord, even his Lord, be with him, and let him go up to Jerusalem that is in Judea, and build the house of the Lord of Israel. He is the Lord who dwells in Jerusalem.
6 Ὅσοι οὖν κατὰ τοὺς τόπους οἰκοῦσι, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ, ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ, ἐν δὀσεσι,
6 Therefore, of those who dwell in various places, let those who are in his own place each help with gold, with silver,
7 μεθʼ ἵππων καὶ κτηνῶν, σὺν τοῖς ἄλλοις τοῖς κατʼ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἐν Ἱερουσαλήμ.
7 with gifts, with horses, and cattle, beside the other things which have been added by vow for the temple of the Lord which is in Jerusalem.
8 Καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ἰούδα καὶ Βενιαμὶν φυλῆς, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ πάντων ὧν ἤγειρε Κύριος τό πνεῦμα, ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ Κυρίῳ τὸν ἐν Ἱερουσαλήμ·
8 Then the chief of the families of Judah and of the tribe of Benjamin stood up, with the priests, the Levites, and all whose spirit the Lord had stirred to go up, to build the house for the Lord which is in Jerusalem.
9 καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν, ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσι, καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν ὁ νοῦς ἠγέρθη.
9 Those who lived around them helped them in all things with silver and gold, with horses and cattle, and with very many gifts that were vowed by a great number whose minds were so moved.
10 Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ ἱερὰ σκεύη τοῦ Κυρίου, ἃ μετήνεγκε Ναβουχοδονόσορ ἐξ Ἱερουσαλὴμ, καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ.
10 King Cyrus also brought out the holy vessels of the Lord, which Nabuchodonosor had carried away from Jerusalem and had stored in his temple of idols.
11 Ἐξενέγκας δὲ αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθρδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι·
11 Now when King Cyrus of the Persians had brought them out, he delivered them to Mithradates his treasurer,
12 Διὰ δὲ τούτου παρεδόθησαν Σαμανασσάρῳ προστάτῃ τῆς Ἰουδαίας.
12 and by him they were delivered to Sanabassar the governor of Judea.
13 Ὁ δὲ τούτων ἀριθμὸς ἦν, σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυΐσκαι ἀργυραῖ εἰκοσιεννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ διοχίλιαι τετρακόσιαι δέκα, καὶ ἄλλα σκεύη χίλια.
13 This was the number of them: one thousand gold cups, one thousand silver cups, twenty-nine silver censers, thirty gold bowls, two thousand four hundred ten silver bowls, and one thousand other vessels.
14 Τὰ δὲ πάντα σκεύη ἐκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξηκονταεννέα.
14 So all the vessels of gold and of silver were brought up, even five thousand four hundred seventy-nine,
15 Ἀνηνέχθη δὲ ὑπὸ Σαμανασσάρον ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ἰερουσαλήμ.
15 and were carried back by Sanabassar, together with the returning exiles, from Babylon to Jerusalem.
16 Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τῶν Περσῶν βασιλέως χρόνοις κατέγραψαν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ, Βήλεμος, καὶ Μιθραδάτης, καὶ Ταβέλλιος, καὶ Ῥάθυμος, καὶ Βεέλτεθμος, καὶ Σαμέλλιος ὁ γραμματεὺς, καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν·
16 In the time of King Artaxerxes of the Persians, Belemus, Mithradates, Tabellius, Rathumus, Beeltethmus, and Samellius the scribe, with their other associates, dwelling in Samaria and other places, wrote to him against those who lived in Judea and Jerusalem the following letter:
17 Βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου, Ῥάθυμος ὁ τὰ προσπίπτοντα, καὶ Σαμέλλιος ὁ γραμματεὺς, καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν, καὶ κριταὶ οἱ ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ.
17 “To King Artaxerxes our Lord, from your servants, Rathumus the recorder, Samellius the scribe, and the rest of their council, and the judges who are in Coelesyria and Phoenicia:
18 Καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ, ὅτι οἱ Ἰουδαῖοι ἀναβάντες παρʼ ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς Ἱερουσαλήμ, τὴν πόλιν τήν ἀποστάτιν καὶ πονηρὰν, οἰκοδομοῦσι τάς τε ἀγορὰς αὐτῆς, καὶ τὰ τείχη θεραπεύουσι, καὶ ναὸν ὑποβάλλονται.
18 Let it now be known to our lord the king, that the Jews that have come up from you to us, having come to Jerusalem, are building that rebellious and wicked city, and are repairing its marketplaces and walls, and are laying the foundation of a temple.
19 Ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ, καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται.
19 Now if this city is built and its walls are finished, they will not only refuse to give tribute, but will even stand up against kings.
20 Καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναὸν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο,
20 Since the things pertaining to the temple are now in hand, we think it appropriate not to neglect such a matter,
21 ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις.
21 but to speak to our lord the king, to the intent that, if it is your pleasure, search may be made in the books of your ancestors.
22 Καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς γεγραμμένα περὶ τούτων, καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη ἦν ἀποστάτις,
22 You will find in the chronicles what is written concerning these things, and will understand that that city was rebellious, troubling both kings and cities,
23 καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα, καὶ οἱ Ἰουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, διʼ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη.
23 and that the Jews were rebellious, and kept starting wars there in the past. For this cause, this city was laid waste.
24 Νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ, καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, κάθοδος οὐκ ἔτι σοι ἔσται εἰς κοίλην Συρίαν καὶ Φοινίκην.
24 Therefore now we do declare to you, O lord the king, that if this city is built again, and its walls set up again, you will from then on have no passage into Coelesyria and Phoenicia.”
25 Τότε ἀντέγραψεν ὁ βασιλεὺς Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα, καὶ Βεελτέθμῳ, καὶ Σαμελλίῳ γραμματεῖ, καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ, καὶ Συρίᾳ, καὶ Φοινίκῃ, τὰ ὑπογεγραμμένα.
25 Then the king wrote back again to Rathumus the recorder, Beeltethmus, Samellius the scribe, and to the rest of their associates who lived in Samaria, Syria, and Phoenicia, as follows:
26 Ἀνέγνων τὴν ἐπιστολὴν ἣν πεπόμφατε πρὸς μέ· ἐπέταξα οὖν ἐπισκέψασθαι· καὶ εὑρέθη ὅτι ἡ πόλις ἐκείνη ἐστὶν ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα,
26 “I have read the letter which you have sent to me. Therefore I commanded to make search, and it has been found that that city of old time has fought against kings,
27 καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες, καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ἱερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες κοίλην Συρίαν καὶ Φοινίκην.
27 and the men were given to rebellion and war in it, and that mighty and fierce kings were in Jerusalem, who reigned and exacted tribute in Coelesyria and Phoenicia.
28 Νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν, καὶ προνοηθῆναι ὅπως μηδὲν παρὰ ταῦτα γένηται.
28 Now therefore I have commanded to prevent those men from building the city, and heed to be taken that there be nothing done contrary to this order,
29 Καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι.
29 and that those wicked doings proceed no further to the annoyance of kings.”
30 Τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων, Ῥάθυμος, καὶ Σαμέλλιος ὁ γραμματεὺς, καὶ οἱ τούτοις συντασσόμενοι, ἀναζεύξαντες εἰς Ἱερουσαλὴμ κατὰ σπουδὴν μεθʼ ἵππου καὶ ὄχλου παρατάξεως, ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας, καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ἱερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.
30 Then King Artaxerxes, his letters being read, Rathumus, and Samellius the scribe, and the rest of their associates, went in haste to Jerusalem with cavalry and a multitude of people in battle array, and began to hinder the builders. So the building of the temple in Jerusalem ceased until the second year of the reign of King Darius of the Persians.