Saltar al texto

1 Esdras (3 Esdras) · Septuaginta griega de Brenton

1 Esdras (3 Esdras) 5 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)
LXX Septuaginta griega de Brenton
WEB World English Bible (clásica, con deuterocanónicos)
1 Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ θυγατέρες, καὶ οἱ παῖδες αὐτῶν, καὶ αἱ παιδίσκαι, καὶ τὰ κτήνη αὐτῶν.
1 After this, the chiefs of fathers’ houses were chosen to go up according to their tribes, with their wives, sons, and daughters, with their menservants and maidservants, and their livestock.
2 Καὶ Δαρεῖος συναπέστειλε μετʼ αὐτῶν ἱππεῖς χιλίους, ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ἱερουσαλὴμ μετʼ εἰρήνης, καὶ μετὰ μουσικῶν, τυμπάνων, καὶ αὐλῶν.
2 Darius sent with them one thousand cavalry to bring them back to Jerusalem with peace, with musical instruments, drums, and flutes.
3 Καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετʼ ἐκείνων.
3 All their kindred were making merry, and he made them go up together with them.
4 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς, ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.
4 These are the names of the men who went up, according to their families among their tribes, after their several divisions.
5 Οἱ ἱερεῖς υἱοὶ Φινεὲς, υἱοὶ Ἀαρὼν, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ τοῦ Σαραίου, καὶ Ἰωακὶμ ὁ τοῦ Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυὶδ, ἐκ τῆς γενεᾶς Φαρὲς, φυλῆς δὲ Ἰούδα,
5 The priests, the sons of Phinees, the sons of Aaron: Jesus the son of Josedek, the son of Saraias, and Joakim the son of Zorobabel, the son of Salathiel, of the house of David, of the lineage of Phares, of the tribe of Judah,
6 ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ, μηνὶ Νισὰν τοῦ πρώτου μηνός.
6 who spoke wise words before Darius the king of Persia in the second year of his reign, in the month Nisan, which is the first month.
7 Εἰσὶ δὲ οὗτοι οἱ ἐκ τῆς γῆς Ἰουδαίας ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα.
7 These are the of Judeans who came up from the captivity, where they lived as foreigners, whom Nabuchodonosor the king of Babylon had carried away to Babylon.
8 Καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴς ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβάβελ, καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ῥησαίου, Ἐνηνέος, Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Ῥεελίου, Ῥοΐμου, Βαανὰ, τῶν προηγουμένων αὐτῶν.
8 They returned to Jerusalem and to the other parts of Judea, every man to his own city, who came with Zorobabel, with Jesus, Nehemias, Zaraias, Resaias, Eneneus, Mardocheus, Beelsarus, Aspharsus, Reelias, Roimus, and Baana, their leaders.
9 Ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φόρος, δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομηκονταδύο· υἱοὶ Σαφὰτ, τετρακόσιοι ἑβδομηκονταδύο.
9 The number of them of the nation and their leaders: the sons of Phoros, two thousand one hundred seventy two; the sons of Saphat, four hundred seventy two;
10 Υἱοὶ Ἀρὲς, ἑπτακόσιοι πεντηκονταέξ.
10 the sons of Ares, seven hundred fifty six;
11 Υἱοὶ Φαὰθ Μωὰβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ἰωὰβ, δισχίλιοι ὀκτακόσιοι δεκαδύο.
11 the sons of Phaath Moab, of the sons of Jesus and Joab, two thousand eight hundred twelve;
12 Υἱοὶ Ἠλὰμ, χίλιοι διακόσιοι πεντηκοντατέσσαρες· υἱοὶ Ζαθουῒ, ἐννακόσιοι ἑβδομηκονταπέντε· υἱοὶ Χορβὲ, ἑπτακόσιοι πέντε· υἱοὶ Βανί, ἑξακόσιοι τεσσαρακονταοκτώ.
12 the sons of Elam, one thousand two hundred fifty four; the sons of Zathui, nine hundred forty five; the sons of Chorbe, seven hundred five; the sons of Bani, six hundred forty eight;
13 Υἱοὶ Βηβαὶ, ἑξακόσιοι τριακοντατρεῖς· υἱοὶ Ἀργαὶ, χίλιοι τριακόσιοι εἰκοσιδύο.
13 the sons of Bebai, six hundred twenty three; the sons of Astad, one thousand three hundred twenty two;
14 Υἱοὶ Ἀδωνικὰν, ἑξακόσιοι τριακονταεπτά. υἱοὶ Βαγοῒ, δισχίλιοι ἑξακόσιοι ἕξ· υἱοὶ Ἀδινοὺ, τετρακόσιοι πεντηκοντατέσσαρες·
14 the sons of Adonikam, six hundred sixty seven; the sons of Bagoi, two thousand sixty six; the sons of Adinu, four hundred fifty four;
15 Υἱοὶ Ἀτὴρ Ἐζεκίου, ἐννενηκονταδύο· υἱοὶ Κιλὰν, καὶ Ἀζηνὰν, ἑξηκονταεπτά· υἱοὶ Ἀζαροὺ, τετρακόσιοι τριακονταδύο.
15 the sons of Ater, of Ezekias, ninety two; the sons of Kilan and Azetas, sixty seven; the sons of Azaru, four hundred thirty two;
16 Υἱοὶ Ἁννὶς, ἑκατὸν εἷς· υἱοὶ Ἀρὸμ, τριακονταδύο· υἱοὶ Βασσαὶ, τριακόσιοι εἰκοσιτρεῖς· υἱοὶ Ἀρσιφουρὶθ, ἑκατὸν δύο.
16 the sons of Annis, one hundred one; the sons of Arom, the sons of Bassai, three hundred twenty three; the sons of Arsiphurith, one hundred twelve;
17 Υἱοὶ Βαιτηροὺς, τρισχίλιοι πέντε· υἱοὶ ἐκ Βαιθλωμῶν, ἑκατὸν εἰκοσιτρεῖς.
17 the sons of Baiterus, three thousand five; the sons of Bethlomon, one hundred twenty three;
18 Οἱ ἐκ Νετωφὰς, πεντηκονταπέντε· οἱ ἐξ Ἀναθὼθ, ἑκατὸν πεντηκονταοκτώ· οἱ ἐκ Βαιθασμὼν, τεσσαρακονταδύο.
18 those from Netophas, fifty five; those from Anathoth, one hundred fifty eight; those from Bethasmoth, forty two;
19 Οἱ ἐκ Καριαθιρὶ, εἰκοσιπέντε· οἱ ἐκ Καφείρας, καὶ Βηρὼγ, ἑπτακόσιοι τεσσαρακοντατρεῖς.
19 those from Kariathiarius, twenty five: those from Caphira and Beroth, seven hundred forty three;
20 Οἱ Χαδιασαὶ καὶ Ἁμμίδιοι, τετρακόσιοι εἰκοσιδύο· οι ἐκ Κιραμᾶς καὶ Γαββῆς, ἑξακόσιοι εἴκοσι εἷς.
20 the Chadiasai and Ammidioi, four hundred twenty two; those from Kirama and Gabbe, six hundred twenty one;
21 Οἱ ἐκ Μακαλὼν, ἑκατὸν εἰκοσιδύο· οἱ ἐκ Βετολίῳ, πεντηκονταδύο· υἱοὶ Νιφὶς, ἑκατὸν πεντηκονταέξ.
21 those from Macalon, one hundred twenty two; those from Betolion, fifty two; the sons of Niphis, one hundred fifty six;
22 Υἱοὶ Καλαμωλάλου, καὶ Ὠνοὺς, ἑπτακόσιοι εἰκοσιπέντε· υἱοὶ Ἱερεχοὺ, διακόσιοι τεσσαρακονταπέντε.
22 the sons of Calamolalus and Onus, seven hundred twenty five; the sons of Jerechu, three hundred forty five;
23 Υἱοὶ Σανάας, τρισχίλιοι τριακόσιοι εἷς.
23 and the sons of Sanaas, three thousand three hundred thirty.
24 Οἱ ἱερεῖς οἱ υἱοὶ Ἰεδδοὺ τοῦ Ἰησοῦ εἰς τοὺς υἱοὺς Σανασὶβ, ὀκτακόσιοι ἑβδομηκονταδύο· υἱοὶ Ἐμμηροὺθ, διακόσιοι πεντηκονταδύο.
24 The priests: the sons of Jeddu, the son of Jesus, among the sons of Sanasib, nine hundred seventy two; the sons of Emmeruth, one thousand fifty two;
25 Υἱοὶ Φασσούρου, χίλιοι τεσσαρακονταεπτά· υἱοὶ Χαρμι, διακόσιοι δεκαεπτά.
25 the sons of Phassurus, one thousand two hundred forty seven; and the sons of Charme, one thousand seventeen.
26 Οἱ Λευῖται οἱ υἱοὶ Ἰησοῦ, καὶ Καδοήλου, καὶ Βάννου, καὶ Σουδίου, ἑβδομηκοντατέσσαρες·
26 The Levites: the sons of Jesus, Kadmiel, Bannas, and Sudias, seventy four.
27 Οἱ ἱεροψάλται υἱοὶ Ἀσὰρ, ἑκατὸν εἰκοσιοκτώ.
27 The holy singers: the sons of Asaph, one hundred twenty eight.
28 Οἱ θυρωροὶ υἱοὶ Σαλοὺμ, υἱοὶ Ἀτὰρ, υἱοὶ Τολμὰν, υἱοὶ Δακοὺβ, Ἀτητὰ, υἱοὶ Τωβὶς, πάντες ἑκατὸν τριακονταεννέα.
28 The gatekeepers: the sons of Salum, the sons of Atar, the sons of Tolman, the sons of Dacubi, the sons of Ateta, the sons of Sabi, in all one hundred thirty nine.
29 Οἱ ἱερόδουλοι, υἱοὶ Ἡσαὺ, υἱοὶ Ἀσιφὰ, υἱοὶ Ταβαὼθ, υἱοὶ Κηρὰς, υἱοὶ Σουδὰ, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανὰ, υἱοὶ Ἀγραβὰ,
29 The temple servants: the sons of Esau, the sons of Asipha, the sons of Tabaoth, the sons of Keras, the sons of Sua, the sons of Phaleas, the sons of Labana, the sons of Aggaba.
30 Υἱοὶ Ἀκοὺδ, υἱοὶ Οὐτὰ, υἱοὶ Κητὰβ, υἱοὶ Ἀκκαβὰ, υἱοὶ Συβαῒ, υἱοὶ Ἀνὰν, υἱοὶ Καθουὰ, υἱοὶ Γεδδοὺρ,
30 the sons of Acud, the sons of Uta, the sons of Ketab, the sons of Accaba, the sons of Subai, the sons of Anan, the sons of Cathua, the sons of Geddur,
31 Υἱοὶ Ἰαΐρου, υἱοὶ Δαισὰν, υἱοὶ Νοεβὰ, υἱοὶ Χασεβά, υἱοὶ Καζηρὰ, υἱοὶ Ὀζίου, υἱοὶ Φινοὲ, υἱοὶ Ἀσαρὰ, υἱοὶ Βασθαῒ, υἱοὶ Ἀσσανὰ, υἱοὶ Μανὶ, υἱοὶ Ναφισὶ, υἱοὶ Ἀκοὺφ, υἱοὶ Ἀχιβὰ, υἱοὶ Ἀσοὺβ, υἱοὶ Φαρακὲμ, υἱοὶ Βασαλὲμ,
31 the sons of Jairus, the sons of Daisan, the sons of Noeba, the sons of Chaseba, the sons of Gazera, the sons of Ozias, the sons of Phinoe, the sons of Asara, the sons of Basthai, the sons of Asana, the sons of Maani, the sons of Naphisi, the sons of Acub, the sons of Achipha, the sons of Asur, the sons of Pharakim, the sons of Basaloth,
32 Υἱοὶ Μεεδδὰ, υἱοὶ Κουθὰ, υἱοὶ Χαρέα, υἱοὶ Βαρχουὲ, υἱοὶ Σερὰρ, υἱοὶ Θομοῒ, υἱοὶ Νασί, υἱοὶ Ἀτεφά·
32 the sons of Meedda, the sons of Cutha, the sons of Charea, the sons of Barchus, the sons of Serar, the sons of Thomei, the sons of Nasi, the sons of Atipha.
33 Υἱοὶ παίδων Σαλωμὼν, υἱοὶ Ἀσσαπφιὼθ, υἱοὶ Φαριρὰ, υἱοὶ Ἰειηλὶ, υἱοὶ Λοζὼν, υἱοὶ Ἰσδαὴλ, υἱοὶ Σαφυῒ,
33 The sons of the servants of Solomon: the sons of Assaphioth, the sons of Pharida, the sons of Jeeli, the sons of Lozon, the sons of Isdael, the sons of Saphuthi,
34 Υἱοὶ Ἁγιὰ, υἱοὶ Φακαρὲθ, υἱοὶ Σαβιὴ, υἱοὶ Σαρωθὶ, υἱοὶ Μισαίας, υἱοὶ Γὰς, υἱοὶ Ἀδδοὺς, υἱοὶ Σουβὰ, υἱοὶ Ἀφεῤῥὰ, υἱοὶ Βαρωδὶς, υἱοὶ Σαφὰγ, υἱοὶ Ἀλλώμ·
34 the sons of Agia, the sons of Phacareth, the sons of Sabie, the sons of Sarothie, the sons of Masias, the sons of Gas, the sons of Addus, the sons of Subas, the sons of Apherra, the sons of Barodis, the sons of Saphat, the sons of Allon.
35 Πάντες οἱ ἱερόδουλοι, καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομηκονταδύο.
35 All the temple-servants and the sons of the servants of Solomon were three hundred seventy two.
36 Οὗτοι ἀναβάντες ἀπὸ Θερμελὲθ, καὶ Θελερσὰς, ἡγούμενος αὐτῶν Χαρααθαλὰν, καὶ Ἀλάρ.
36 These came up from Thermeleth, and Thelersas, Charaathalan leading them, and Allar;
37 Καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεὰς, ὡς ἐκ τοῦ Ἰσραήλ εἰσιν· υἱοὶ Δαλὰν τοῦ υἱοῦ τοῦ Βαενὰν, υἱοὶ Νεκωδὰν, ἑξακόσιοι πεντη· κονταδύο.
37 and they could not show their families, nor their stock, how they were of Israel: the sons of Dalan the son of Ban, the sons of Nekodan, six hundred fifty two.
38 Καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης, καὶ οὐχ εὑρέθησαν, υἱοὶ Ὀβδία, υἱοὶ Ἁκβὼς, υἱοὶ Ἰαδδοὺ τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ.
38 Of the priests, those who usurped the office of the priesthood and were not found: the sons of Obdia, the sons of Akkos, the sons of Jaddus, who married Augia one of the daughters of Zorzelleus, and was called after his name.
39 Καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν.
39 When the description of the kindred of these men was sought in the register and was not found, they were removed from executing the office of the priesthood;
40 Καὶ εἶπεν αὐτοῖς Νεεμίας καὶ Ἀτθαρίας, μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.
40 for Nehemias and Attharias told them that they should not be partakers of the holy things until a high priest wearing Urim and Thummim should arise.
41 Οἱ δὲ πάντες Ἰσραὴλ ἦσαν ἀπὸ δωδεκαετοῦς καὶ ἐπάνω χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα.
41 So all those of Israel, from twelve years old and upward, beside menservants and women servants, were in number forty two thousand three hundred sixty.
42 Παῖδες τούτων καὶ παιδίσκαι, ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά. ψάλται καὶ ψαλτῳδοὶ, διακόσιοι τεσσαρακονταπέντε·
42 Their menservants and handmaids were seven thousand three hundred thirty and seven; the minstrels and singers, two hundred forty five;
43 Κάμηλοι τετρακόσιοι τριακονταπέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριακονταὲξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε, ὑποζύλια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε.
43 four hundred thirty and five camels, seven thousand thirty six horses, two hundred forty five mules, and five thousand five hundred twenty five beasts of burden.
44 Καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτούς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ τὸ ἐν Ἱερουσαλὴμ, ηὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοὺ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν,
44 And some of the chief men of their families, when they came to the temple of God that is in Jerusalem, vowed to set up the house again in its own place according to their ability,
45 καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων, χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας, καὶ στολὰς ἱερατικὰς ἑκατόν.
45 and to give into the holy treasury of the works one thousand minas of gold, five thousand minas of silver, and one hundred priestly vestments.
46 Καὶ κατῳκίσθησαν οἱ ἱερεῖς, καὶ οἱ Λευεῖται, καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν Ἱερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται, καὶ οἱ θυρωροὶ, καὶ πᾶς Ἰσραὴλ ἐν ταῖς κώμαις αὐτῶν.
46 The priests and the Levites and some of the people lived in Jerusalem and the country. The holy singers also and the gatekeepers and all Israel lived in their villages.
47 Ἐνστάντος δὲ τοῦ ἑβδόμον μηνὸς, καὶ ὄντων τῶν υἱῶν Ἰσραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ.
47 But when the seventh month was at hand, and when the children of Israel were each in their own place, they all came together with one purpose into the broad place before the first porch which is toward the east.
48 Καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς, καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ, ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ Θεοῦ Ἰσραὴλ,
48 Then Jesus the son of Josedek, his kindred the priests, Zorobabel the son of Salathiel, and his kindred stood up and made the altar of the God of Israel ready
49 προσενέγκαι ἐπʼ αὐτοῦ ὁλοκαυτώσεις, ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ διηγορευμένοις.
49 to offer burned sacrifices upon it, in accordance with the express commands in the book of Moses the man of God.
50 Καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς, καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς, καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς· καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν, καὶ ὁλοκαυτώματα Κυρίῳ τὸ πρωϊνὸν καὶ τὸ δειλινόν.
50 Some people joined them out of the other nations of the land, and they erected the altar upon its own place, because all the nations of the land were hostile to them and oppressed them; and they offered sacrifices at the proper times and burnt offerings to the Lord both morning and evening.
51 Καὶ ἐγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτὴν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθʼ ἡμέραν, ὡς προσῆκον ἦν·
51 They also held the feast of tabernacles, as it is commanded in the law, and offered sacrifices daily, as appropriate.
52 καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ, καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων.
52 After that, they offered the continual oblations and the sacrifices of the Sabbaths, of the new moons, and of all the consecrated feasts.
53 Καὶ ὅσοι ηὔξαντο εὐχὴν τῷ Θεῷ ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς, ἤρξαντο προσφέρειν θυσίας τῷ Θεῷ, καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο.
53 All those who had made any vow to God began to offer sacrifices to God from the new moon of the seventh month, although the temple of God was not yet built.
54 Καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι, καὶ ποτὰ καὶ βρωτὰ,
54 They gave money, food, and drink to the masons and carpenters.
55 καὶ χάῤῥα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν Ἰόππης λιμένα, κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως.
55 They also gave carts to the people of Sidon and Tyre, that they should bring cedar trees from Libanus, and convey them in rafts to the harbor of Joppa, according to the commandment which was written for them by Cyrus king of the Persians.
56 Καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἰερὸν τοῦ Θεοῦ εἰς Ἱερονσαλὴμ μηνὸς δευτέρου, ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ οἱ ἀδελφοὶ αὐτῶν, καὶ οἱ ἱερεῖς οἱ Λευῖται, καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλὴμ,
56 In the second year after his coming to the temple of God at Jerusalem, in the second month, Zorobabel the son of Salathiel, Jesus the son of Josedek, their kindred, the Levitical priests, and all those who had come to Jerusalem out of the captivity began work.
57 καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ Θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους, ἐν τῷ ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ Ἱερουσαλήμ.
57 They laid the foundation of God’s temple on the new moon of the second month, in the second year after they had come to Judea and Jerusalem.
58 Καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ Κυρίου· καὶ ἔστη Ἰησοῦς, καὶ οἱ υἱοὶ, καὶ οἱ ἀδελφοὶ, καὶ Καδμιὴλ ὁ ἀδελφὸς, καὶ οἱ υἱοὶ Ἠμαδαβοὺν, καὶ οἱ υἱοὶ Ἰωδὰ τοῦ Ἡλιαδοὺδ σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται ὁμοθυμαδὸν ἐργοδιῶκται, ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ Κυρίου· καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ Κυριου.
58 They appointed the Levites who were at least twenty years old over the Lord’s works. Then Jesus, with his sons and kindred, Kadmiel his brother, the sons of Jesus, Emadabun, and the sons of Joda the son of Iliadun, and their sons and kindred, all the Levites, with one accord stood up and started the business, laboring to advance the works in the house of God. So the builders built the Lord’s temple.
59 Καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμενοι μετὰ μουσικῶν καὶ σαλπίγγων,
59 The priests stood arrayed in their vestments with musical instruments and trumpets, and the Levites the sons of Asaph with their cymbals,
60 καὶ οἱ Λευῖται υἱοὶ Ἀσὰφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῶ Κυρίῳ, καὶ εὐλογοῦντες κατὰ Δαυὶδ βασιλέα τοῦ Ἰσραήλ.
60 singing songs of thanksgiving and praising the Lord, according to the directions of King David of Israel.
61 Καὶ ἐφώνησαν διʼ ὕμνων εὐλογοῦντες τῷ Κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἐν παντὶ Ἰσραήλ.
61 They sang aloud, praising the Lord in songs of thanksgiving, because his goodness and his glory are forever in all Israel.
62 Καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ, ὑμνοῦντες τῷ Κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου.
62 All the people sounded trumpets and shouted with a loud voice, singing songs of thanksgiving to the Lord for the raising up of the Lord’s house.
63 Καὶ ἤλθοσαν ἐκ τῶν ἱερεων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν, οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον, πρὸς τὴν τουτου οἰκοδομὴν μετὰ κλαυθμοῦ καὶ κραυγῆς μεγάλης,
63 Some of the Levitical priests and of the heads of their families, the elderly who had seen the former house came to the building of this one with lamentation and great weeping.
64 καὶ πολλοὶ διὰ σαλπιγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ,
64 But many with trumpets and joy shouted with a loud voice,
65 ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.
65 so that the people couldn’t hear the trumpets for the weeping of the people, for the multitude sounded loudly, so that it was heard far away.
66 Καὶ ἀκούσαντες οἱ ἑχθροί τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν, ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων.
66 Therefore when the enemies of the tribe of Judah and Benjamin heard it, they came to know what that noise of trumpets meant.
67 Καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.
67 They learned that those who returned from captivity built the temple for the Lord, the God of Israel.
68 Καὶ προσελθόντες τῷ Ζοροβάβελ, καὶ Ἰησοῦ, καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς, συνοικοδομήσωμεν ὑμῖν.
68 So they went to Zorobabel and Jesus, and to the chief men of the families, and said to them, “We will build together with you.
69 Ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν, καὶ αὐτῷ ἐπιθύομεν ἀφʼ ἡμερῶν Ἀσβακαφὰς βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα.
69 For we, just like you, obey your Lord, and sacrifice to him from the days of King Asbasareth of the Assyrians, who brought us here.”
70 Καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραὴλ, οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν.
70 Then Zorobabel, Jesus and the chief men of the families of Israel said to them, “It is not for you to build the house for the Lord our God.
71 Ἡμεῖς γὰρ μόνοι οἰκοδομήσωμεν τῷ Κυρίῳ τοῦ Ἰσραὴλ, ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κύρος ὁ βασιλεὺς Περσῶν.
71 We ourselves alone will build for the Lord of Israel, as King Cyrus of the Persians has commanded us.”
72 Τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ Ἰουδαίᾳ καὶ πολιορκοῦντες, εἶργον τοῦ οἰκοδομεῖν,
72 But the heathen of the land pressed hard upon the inhabitants of Judea, cut off their supplies, and hindered their building.
73 καὶ βουλὰς δημαγωγοῦντες, καὶ συστάσεις ποιούμενοι, ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου· καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.
73 By their secret plots, and popular persuasions and commotions, they hindered the finishing of the building all the time that King Cyrus lived. So they were hindered from building for two years, until the reign of Darius.