Saltar al texto

Judit · Septuaginta griega de Brenton

Judit 13 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)
LXX Septuaginta griega de Brenton
WEB World English Bible (clásica, con deuterocanónicos)
1 Ὡς δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν· καὶ Βαγώας συνέκλεισε τὴν σκηνὴν ἔξωθεν, καὶ ἀπέκλεισε τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι, διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον.
1 But when the evening had come, his servants hurried to depart. Bagoas shut the tent outside, and dismissed those who waited from the presence of his lord. They went away to their beds; for they were all weary, because the feast had been long.
2 Ὑπελείφθη δὲ Ἰουδὶθ μόνη ἐν τῇ σκηνῇ, καὶ Ὀλοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος.
2 But Judith was left alone in the tent, with Holofernes lying along upon his bed; for he was drunk with wine.
3 Καὶ εἶπεν Ιουδὶθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς, καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καθάπερ καθʼ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησε κατὰ τὰ ῥήματα ταῦτα.
3 Judith had said to her servant that she should stand outside her bedchamber, and wait for her to come out, as she did daily; for she said she would go out to her prayer. She spoke to Bagoas according to the same words.
4 Καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ στᾶσα Ἰουδὶθ παρὰ τὴν κλίνην αὐτοῦ, εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς, Κύριε ὁ Θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου, εἰς ὕψωμα Ἱερουσαλήμ·
4 All went away from her presence, and none was left in the bedchamber, small or great. Judith, standing by his bed, said in her heart, O Lord God of all power, look in this hour upon the works of my hands for the exaltation of Jerusalem.
5 ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου, καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου, εἰς θραῦμα ἔχθρων οἳ ἐπανέστησαν ἡμῖν.
5 For now is the time to help your inheritance, and to do the thing that I have purposed to the destruction of the enemies which have risen up against us.
6 Καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης ὃς ἦν πρὸς κεφαλῆς Ὀλοφέρνου, καθεῖλε τὸν ἀκινάνην αὐτοῦ ἀπʼ αὐτοῦ.
6 She came to the bedpost which was at Holofernes’ head, and took down his sword from there.
7 Καὶ ἐγγίσασα τῆς κλίνης, ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ, καὶ εἶπε, κραταίωσόν με, ὁ Θεὸς Ἰσραὴλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ·
7 She drew near to the bed, took hold of the hair of his head, and said, “Strengthen me, O Lord God of Israel, this day.”
8 Καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύϊ αὐτῆς, καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ ἀπʼ αὐτοῦ,
8 She struck twice upon his neck with all her might and cut off his head,
9 καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς, καὶ ἀφεῖλε τὸ κωνωπεῖον ἀπὸ τῶν στύλων· καὶ μετʼ ὀλίγον ἐξῆλθε, καὶ παρέδωκε τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ὀλοφέρνου.
9 tumbled his body down from the bed, and took down the canopy from the posts. After a little while she went out, and gave Holofernes’ head to her maid;
10 Καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς, καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν· καὶ διελθοῦσαι τὴν παρεμβολὴν, ἐκύκλωσαν τὴν φάραγγα ἐκείνην, καὶ προσανέβησαν τὸ ὄρος Βετυλούα, καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς.
10 and she put it in her bag of food. They both went out together to prayer, according to their custom. They passed through the camp, circled around that valley, and went up to the mountain of Bethulia, and came to its gates.
11 Καὶ εἶπεν Ἰουδὶθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν, ἀνοίξατε, ἀνοίξατε δὴ τὴν πύλην, μεθʼ ἡμῶν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν, ποιῆσαι ἔτι ἰσχὺν ἐν Ἰσραὴλ καὶ κράτος κατὰ τῶν ἐχθρων, καθὰ καὶ σήμερον ἐποίησε.
11 Judith said afar off to the watchmen at the gates, “Open, open the gate, now. God is with us, even our God, to show his power yet in Israel, and his might against the enemy, as he has done even this day.”
12 Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι εἰς τὴν πύλην τῆς πόλεως αὐτῶν· καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως.
12 It came to pass, when the men of her city heard her voice, they made haste to go down to the gate of their city, and they called together the elders of the city.
13 Καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, ὅτι παράδοξον ἦν αὐτοῖς τὸ ἐλθεῖν αὐτὴν, καὶ ἤνοιξαν, τὴν πύλην, καὶ ὑπεδέξαντο αὐτάς· καὶ ἅψαντες πῦρ εἰς φαῦσιν, περιεκύκλωσαν αὐτάς.
13 They all ran together, both small and great, for it seemed unbelievable to them that she had come. They opened the gate and received them, making a fire to give light, and surrounded them.
14 Ἡ δὲ εἶπε πρὸς αὐτοὺς φωνῇ μεγάλῃ, αἰνεῖτε τὸν Θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν Θεὸν ὃς οὐκ ἀπέστησε τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰσραὴλ, ἀλλʼ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ.
14 She said to them with a loud voice, “Praise God! Praise him! Praise God, who has not taken away his mercy from the house of Israel, but has destroyed our enemies by my hand tonight!”
15 Καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας, ἔδειξε, καὶ εἶπεν αὐτοῖς, ἰδοὺ ἡ κεφαλὴ Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως Ἀσσοὺρ, καὶ ἰδοὺ τὸ κωνωπεῖον ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ὁ Κύριος ἐν χειρὶ θηλείας.
15 Then she took the head out of the bag and showed it, and said to them, “Behold, the head of Holofernes, the chief captain of the army of Asshur, and behold, the canopy under which he laid in his drunkenness. The Lord struck him by the hand of a woman.
16 Καὶ ζῇ Κύριος ὃς διεφύλαξέ με ἐν τῇ ὁδῷ μου ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετʼ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην.
16 And as the Lord lives, who preserved me in my way that I went, my countenance deceived him to his destruction, and he didn’t commit sin with me, to defile and shame me.”
17 Καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα, καὶ κύψαντες προσεκύνησαν τῷ Θεῷ καὶ εἶπαν ὁμοθυμαδὸν, εὐλογητὸς εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου.
17 All the people were exceedingly amazed, and bowed themselves, and worshiped God, and said with one accord, “Blessed are you, O our God, who have this day humiliated the enemies of your people.”
18 Καὶ εἶπεν αὐτῇ Ὀζίας, εὐλογητὴ σὺ, θυγάτηρ τῷ Θεῷ τῷ ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος Κύριος ὁ Θεὸς, ὃς ἔκτισε τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέ σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν,
18 Ozias said to her, “Blessed are you, daughter, in the sight of the Most High God, above all the women upon the earth; and blessed is the Lord God, who created the heavens and the earth, who directed you to cut off the head of the prince of our enemies.
19 ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν Θεοῦ ἕως αἰῶνος.
19 For your hope will not depart from the heart of men that remember the strength of God forever.
20 Καὶ ποιήσαι σοι αὐτὰ ὁ Θεὸς εἰς ὕψος αἰώνιον, τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθʼ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλʼ ἐπεξῆλθες πτώματι ἡμῶν, ἐπʼ εὐθείαν πορευθεῖσα ἐνώπιον τοῦ Θεοῦ ἡμῶν· καὶ εἶπαν πᾶς ὁ λαός, γένοιτο, γένοιτο.
20 May God turn these things to you for a perpetual praise, to visit you with good things, because you didn’t spare your life by reason of the affliction of our race, but prevented our ruin, walking a straight way before our God.” And all the people said, “Amen! Amen!”