Judit · Septuaginta griega de Brenton
Judit 12 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα, καὶ αὐτοῦ συνέταξε καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ, καὶ τοῦ οἴνου αὐτοῦ πίνειν.
1 He commanded that she should be brought in where his silver vessels were set, and asked that his servants should prepare some of his own delicacies for her, and that she should drink from his own wine.
2 Καὶ εἶπεν Ἰουδὶθ, οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλʼ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται.
2 And Judith said, “I can’t eat of it, lest there be an occasion of stumbling; but provision will be made for me from the things that have come with me.”
3 Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστι μεθʼ ἡμῶν ἐκ τοῦ ἔθνους σου.
3 And Holofernes said to her, “But if the things that are with you should run out, from where will we be able to give you more like it? For there is none of your race with us.”
4 Καὶ εἶπεν Ἰουδὶθ πρὸς αὐτὸν, ζῇ ἡ ψυχη σου, κύριέ μου, ὅτι οὐ δαπανήσι ἡ δούλη σου τὰ ὄντα μετʼ ἐμοῦ, ἕως ἂν ποιήσῃ Κὺριος ἐν χειρί μου ἃ ἐβουλεύσατο.
4 And Judith said to him, “As your soul lives, my lord, your servant will not use up those things that are with me until the Lord works by my hand the things that he has determined.”
5 Καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ὀλοφέρνου εἰς τὴν σκηνὴν, καὶ ὕπνωσε μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακὴν,
5 Then Holofernes’ servants brought her into the tent, and she slept until midnight. Then she rose up toward the morning watch,
6 καὶ ἀπέστειλε πρὸς Ὀλοφέρνην, λέγουσα, ἐπιταξάτω δὴ ὁ κύριός μου, ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν.
6 and sent to Holofernes, saying, “Let my lord now command that they allow your servant to go out to pray.”
7 Καὶ προσέταξεν Ὀλοφέρνης τοῖς σωματοφύλαξι μὴ διακωλύειν αὐτήν· καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς, καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βετυλούα, καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος.
7 Holofernes commanded his guards that they should not stop her. She stayed in the camp three days, and went out every night into the valley of Bethulia and washed herself at the fountain of water in the camp.
8 Καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ Κυρίου Θεοῦ Ἰσραὴλ κατευθύναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστεμα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ.
8 And when she came up, she implored the Lord God of Israel to direct her way to the triumph of the children of his people.
9 Καὶ εἰσπορευομένη καθαρὰ παρέμενε τῇ σκηνῇ, μέχρις οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.
9 She came in clean and remained in the tent until she ate her food toward evening.
10 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ, ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις, καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.
10 It came to pass on the fourth day, that Holofernes made a feast for his own servants only, and called none of the officers to the banquet.
11 Καὶ εἶπε Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἀφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἑβραίαν ἥ ἐστι παρὰ σοὶ, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς, καὶ φαγεῖν καὶ πιεῖν μεθʼ ἡμῶν.
11 And he said to Bagoas the eunuch, who had charge over all that he had, “Go now, and persuade this Hebrew woman who is with you that she come to us, and eat and drink with us.
12 Ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν, εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ, ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν.
12 For behold, it would be a disgrace if we shall let such a woman go, not having had her company; for if we don’t draw her to ourselves, she will laugh us to scorn.”
13 Καὶ ἐξῆλθε Βαγώας ἀπὸ προσώπου Ὀλοφέρνου, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ εἶπε, μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου, δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθʼ ἡμῶν εἰς εὐφροσύνην οἶνον, καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ἀσσοὺρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονόσορ.
13 Bagoas went from the presence of Holofernes, and came in to her, and said, “Let this fair lady not fear to come to my lord, and to be honored in his presence, and to drink wine and be merry with us, and to be made this day as one of the daughters of the children of Asshur who serve in Nebuchadnezzar’s palace.”
14 Καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ, καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστὸν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτο ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου.
14 Judith said to him, “Who am I, that I should contradict my lord? For whatever would be pleasing in his eyes, I will do speedily, and this will be my joy to the day of my death.”
15 Καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ· καὶ προσῆλθεν ἡ δούλη αὐτῆς, καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβε παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς, εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπʼ αὐτῶν.
15 She arose, and decked herself with her apparel and all her woman’s attire; and her servant went and laid fleeces on the ground for her next to Holofernes, which she had received from Bagoas for her daily use, that she might sit and eat upon them.
16 Καὶ εἰσελθοῦσα ἀνέπεσεν Ἰουδίθ, καὶ ἐξέστη ἡ καρδία Ὀλοφέρνου ἐπʼ αὐτὴν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ· καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετʼ αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν, ἀφʼ ἧς ἡμέρας εἶδεν αὐτήν.
16 Judith came in and sat down, and Holofernes’ heart was ravished with her. His passion was aroused, and he exceedingly desired her company. He was watching for a time to deceive her from the day that he had seen her.
17 Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, πίε δὴ, καὶ γενήθητι μεθʼ ἡμῶν εἰς εὐφροσύνην.
17 Holofernes said to her, “Drink now, and be merry with us.”
18 Καὶ εἶπεν Ἰουδὶθ, πίομαι δὴ, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῇν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου.
18 Judith said, “I will drink now, my lord, because my life is magnified in me this day more than all the days since I was born.”
19 Καὶ λαβοῦσα ἔφαγε καὶ ἔπιε κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς.
19 Then she took and ate and drank before him what her servant had prepared.
20 Καὶ ηὐφράνθη Ὀλοφέρνης ἀπʼ αὐτῆς, καὶ ἔπιεν οἶνον πολὺν σφόδρα ὅσον οὐκ ἔπιε πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφʼ οὗ ἐγεννήθη.
20 Holofernes took great delight in her, and drank exceedingly much wine, more than he had drunk at any time in one day since he was born.