Sabiduría · Septuaginta griega de Brenton
Sabiduría 19 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Sabiduría no está en RV1909.
1 Τοῖς δὲ ἀσεβέσι μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη· προῄδει γὰρ αὐτῶν καὶ τὰ μέλλοντα,
·
2 ὅτι αὐτοὶ ἐπιστρέψαντες τοῦ ἀπεῖναι, καὶ μετὰ σπουδῆς προπέμψαντες αὐτοὺς, διώξουσι μεταμεληθέντες.
·
3 Ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πὲνθη, καὶ προσοδυρόμενοι τάφοις νεκρῶν, ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας, καὶ οὓς ἱκετεύοντες ἐξέβαλον, τούτους ὡς φυγάδας ἐδίωκον.
·
4 Εἷλκε γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ τοῦτο τὸ πέρας ἀνάγκη, καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν, ἵνα τὴν λείπουσαν ταῖς βασάνοις προαναπληρώσωσιν κόλασιν·
·
5 καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν περάσῃ, ἐκεῖνοι δὲ ξένον εὕρωσι θάνατον.
·
6 Ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωθεν διετυποῦτο, ὑπηρετοῦσα ταῖς ἰδίαις ἐπιταγαῖς, ἵνα οἱ σοὶ παῖδες φυλαχθῶσιν ἀβλαβεῖς.
·
7 Ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη, ἐκ δὲ προϋφεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐθεωρήθη, ἐξ ἐρυθρᾶς θαλάσσης ὁδὸς ἀνεμπόδιστος, καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου,
·
8 διʼ οὗ πανεθνὶ διῆλθον οἱ τῇ σῇ σκεπαζόμενοι χειρί, θεωρήσαντες θαυμαστὰ τέρατα.
·
9 Ὡς γὰρ ἵπποι ἐνεμήθησαν, καὶ ὡς ἀμνοὶ διεσκίρτησαν, αἰνοῦντές σε, Κύριε, τὸν ῥυόμενον αὐτούς.
·
10 Ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν, πῶς ἀντὶ μὲν γενέσεως ζώων ἐξήγαγεν ἡ γῆ σκνῖπα, ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλῆθος βατράχων.
·
11 Ἐφʼ ὑστέρῳ δὲ εἶδον καὶ νέαν γένεσιν ὀρνέων, ὅτι ἐπιθυμίᾳ προαχθέντες ᾐτήσαντο ἐδέσματα τρυφῆς.
·
12 Εἰς γὰρ παραμυθίαν ἀνέβη αὐτοῖς ἀπὸ θαλάσσης ὀρτυγομήτρα,
·
13 καὶ αἱ τιμωρίαι τοῖς ἁμαρτωλοῖς ἐπῆλθον, οὐκ ἄνευ τῶν γεγονότων τεκμήριων τῇ βίᾳ τῶν κεραυνῶν· δικαίως γὰρ ἔπασχον ταῖς ἰδίαις αὐτῶν πονηρίαις· καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν.
·
14 Οἱ μὲν γὰρ τοὺς ἀγνοοῦντας οὐκ ἐδέχοντο παρόντας, οὗτοι δὲ εὐεργέτας ξένους ἐδουλοῦντο.
·
15 Καὶ οὐ μόνον, ἀλλʼ ἥτις ἐπισκοπὴ ἔσται αὐτῶν, ἐπεὶ ἀπεχθῶς προσεδέχοντο τοὺς ἀλλοτρίους·
·
16 οἱ δὲ μετὰ ἑορτασμάτων εἰσδεξάμενοι τοὺς ἤδη τῶν αὐτῶν μετεσχηκότας δικαίων δεινοῖς ἐκάκωσαν πόνοις.
·
17 Ἐπλήγησαν δὲ καὶ ἀορασίᾳ, ὥσπερ ἐκεῖνοι ἐπὶ ταῖς τοῦ δικαίου θύραις, ὅτε ἀχανεῖ περιβληθέντες σκότει, ἕκαστος τῶν αὐτοῦ θυρῶν τὴν δίοδον ἐζήτει.
·
18 Διʼ ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεθαρμοζόμενα, ὥσπερ ἐν ψαλτηρίῳ φθόγγοι τοῦ ῥυθμοῦ τὸ ὄνομα διαλλάσσουσι, πάντοτε μένοντα ἤχῳ, ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς.
·
19 Χερσαῖα γὰρ εἰς ἔνυδρα μετεβάλλετο, καὶ νηκτὰ μετέβαινεν ἐπὶ γῆς.
·
20 Πῦρ ἴσχυσεν ἐν ὕδατι τῆς ἰδίας δυνάμεως, καὶ ὕδωρ τῆς σβεστικῆς δυνάμεως ἐπελανθάνετο.
·
21 Φλόγες ἀνάπαλιν εὐφθάρτων ζώων οὐκ ἐμάραναν σάρκας ἐμπεριπατούντων, οὐδὲ τηκτὸν εὔτηκτον κρυσταλλοειδὲς γένος ἀμβροσίας τροφῆς.
·
22 Κατὰ πάντα γὰρ, Κύριε, ἐμεγάλυνας τὸν λαόν σου, καὶ ἐδόξασας, καὶ οὐχ ὑπερεῖδες, ἐν παντὶ καιρῷ καὶ τόπῳ παριστάμενος.
·