1 Ἀνὴρ δέ τις ἐν Καισαρίᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, 2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός, 3 εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ Κορνήλιε. 4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν Τί ἐστιν, Κύριε; εἶπεν δὲ αὐτῷ Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ. 5 καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος· 6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. 7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, 8 καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. 9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. 10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς, 12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ. 13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14 ὁ δὲ Πέτρος εἶπεν Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. 15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν Ἃ ὁ Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. 16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. 17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. 19 Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν τὸ Πνεῦμα Ἰδοὺ ἄνδρες δύο ζητοῦντές σε· 20 ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς. 21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι’ ἣν πάρεστε; 22 οἱ δὲ εἶπαν Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. 23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ. 24 τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάριαν· ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συνκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. 26 ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι. 27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, 28 ἔφη τε πρὸς αὐτούς Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ Θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· 29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν Τίνι λόγῳ μετεπέμψασθέ με. 30 Καὶ ὁ Κορνήλιος ἔφη Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, 31 καὶ φησίν Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. 32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν. 33 ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου. 34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν Ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ Θεός, 35 ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν· 36 τὸν λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστιν πάντων Κύριος. 37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάνης, 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ· 39 καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου. 40 τοῦτον ὁ Θεὸς ἤγειρεν ἐν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· 42 καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ Κριτὴς ζώντων καὶ νεκρῶν. 43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. 44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται· 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν. τότε ἀπεκρίθη Πέτρος 47 Μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; 48 προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
Hechos · Nuevo Testamento griego de Nestle (1904)
Hechos 10 Nuevo Testamento griego de Nestle (1904)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (3)
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Cornelius
A devout God-fearing centurion of the Italian Cohort at Caesarea; after an angelic vision he sent for Peter and he and his household received the Holy Spirit and were baptized.
Citado en la guía: Acts 10:1; Acts 10:25
Simon
A tanner at Joppa whose house by the sea hosted Peter during his stay.
Citado en la guía: Acts 9:43; Acts 10:6; Acts 10:32
Lugares
Caesarea Maritima
The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.
Citado en la guía: Acts 10:1; Acts 23:23; Acts 25:11
Joppa
Judah's main seaport. Cedar for the Temple arrived here, Jonah fled from here, and Peter's rooftop vision here opened the gospel to the Gentiles.
Citado en la guía: Jonah 1:3; Acts 9:36; Acts 10:9
Referencias cruzadas (47)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Hechos 27:1; Hechos 8:40; Mateo 27:27; Hechos 27:43; Mateo 8:5–13
- 2 Mateo 7:7–8; Hechos 10:4; Hechos 10:22; Hechos 13:16; Hechos 10:35
- 3 Daniel 9:20–21; Hechos 3:1; Hechos 5:19; Hechos 10:30; Hechos 9:10
- 4 Filipenses 4:6; Hebreos 6:10; Hechos 10:31; Malaquías 3:16; Salmo 141:2
- 5 Hechos 9:38; Marcos 3:16; Hechos 9:36; Juan 1:42; Hechos 16:9
- 6 Hechos 9:43; Hechos 9:6; Hechos 11:13–14; Juan 7:17; Efesios 4:8–12
- 7 Filemón 16; Lucas 3:14; 1 Samuel 14:6–7; Jueces 7:10; Mateo 8:9–10
- 8 Gálatas 1:16; Hechos 26:19; Hechos 9:36; Salmo 119:59–60; Hechos 10:33
- 9 Sofonías 1:5; Salmo 55:17; Jeremías 32:29; Hechos 6:4; Hechos 10:8–32
- 10 Hechos 22:17; Ezequiel 11:24; 2 Corintios 12:2–4; Números 24:4; Ezequiel 8:1–3
- 11 Efesios 3:6; Juan 1:51; Romanos 16:25–26; Isaías 11:6–14; Apocalipsis 4:1
- 12 Génesis 7:8–9; Isaías 65:25; Isaías 11:6–9; 1 Corintios 6:9–11; Juan 7:37
- 13 Juan 4:31–34; Jeremías 35:2–5; Hechos 10:10
- 14 Levítico 20:25; Ezequiel 4:14; Deuteronomio 14:1–29; Daniel 1:8; Levítico 11:1–25
- 15 1 Corintios 10:25; Mateo 15:11; Tito 1:15; Marcos 7:19; 1 Timoteo 4:3–5
- 16 Génesis 41:32; Juan 21:17; 2 Corintios 13:1
- 17 Hechos 25:20; Hechos 10:3; 1 Pedro 1:11; Hechos 5:24; Hechos 9:43
- 18 Hechos 10:5–6; Hechos 11:11
- 19 Hechos 8:29; Hechos 13:2; Hechos 21:4; Hechos 11:12; 1 Corintios 12:11
- 20 Hechos 15:7–9; Zacarías 2:9–11; Hechos 9:17; Hechos 9:15; Isaías 48:16
- 21 Hechos 10:29; Juan 1:38–39; Marcos 10:51; Juan 18:4–8
- 22 Hechos 11:14; Hechos 22:12; Hechos 10:2; 3 Juan 12; Hechos 24:15
- 23 Hechos 11:12; Hechos 10:45; 1 Pedro 4:9; Hebreos 13:2; Génesis 24:31–32
- 24 Isaías 2:3; Lucas 5:29; Hechos 8:40; Mateo 9:9–10; Juan 4:28–29
- 25 Apocalipsis 19:10; Apocalipsis 22:8–9; Mateo 8:2; Daniel 2:46; Hechos 14:11–13
- 26 Apocalipsis 19:10; Apocalipsis 22:8–9; Mateo 4:10; Hechos 14:14–15; Isaías 42:8
- 27 2 Corintios 2:12; Juan 4:35; Hechos 10:24; 1 Corintios 16:9; Hechos 14:27
- 28 Juan 4:9; Efesios 3:6–7; Gálatas 2:12–14; Juan 4:27; Juan 18:28
- 29 Salmo 119:60; 1 Pedro 3:15; Hechos 10:19–20
- 30 Hechos 10:3; Daniel 9:20–21; Nehemías 9:1–3; Esdras 9:4–5; Hechos 10:23–24
- 31 Lucas 1:13; Hechos 10:4; Daniel 9:23; Isaías 38:5; Daniel 10:12
- 33 Gálatas 4:14; Santiago 1:19; Proverbios 9:9–10; 1 Tesalonicenses 2:13; Hechos 17:11–12
- 34 Romanos 2:11; 2 Crónicas 19:7; Deuteronomio 10:17; Colosenses 3:25; Job 34:19
- 35 1 Juan 2:29; Hechos 10:2; Romanos 10:12–13; Hechos 15:9; Colosenses 3:11
- 36 Hechos 2:36; Mateo 28:18; Apocalipsis 17:14; Apocalipsis 1:18; 1 Pedro 3:22
- 37 Lucas 4:14; Hechos 2:22; Hechos 28:22; Juan 4:1–3; Hechos 26:26
- 38 Lucas 4:18; Isaías 61:1–3; Hechos 2:22; Isaías 11:2; Juan 3:34
- 39 Lucas 24:48; Hechos 10:41; Hechos 1:8; Hechos 2:32; 1 Pedro 2:24
- 40 1 Pedro 1:21; Hechos 13:30–31; 1 Corintios 15:3–4; Hechos 2:24; 2 Corintios 4:14
- 41 Juan 14:22; Hechos 10:39; Hechos 13:31; Hechos 1:2–3; Juan 21:13
- 42 2 Corintios 5:10; 1 Pedro 4:5; 2 Timoteo 4:1; Romanos 14:9–10; Hechos 17:31
- 43 Zacarías 13:1; Hechos 2:38; Isaías 53:11; Jeremías 31:34; Romanos 10:11
- 44 Hechos 11:15; Hechos 19:6; Hechos 15:8; Hechos 4:31; Hechos 2:2–4
- 45 Hechos 10:23; Hechos 2:38; Gálatas 3:13–14; Colosenses 2:13–14; Hechos 11:15–18
- 46 Hechos 2:4; Hechos 19:6; Marcos 16:17; 1 Corintios 14:20–25; Hechos 2:11
- 47 Hechos 8:36; Romanos 10:12; Hechos 11:15–17; Hechos 15:8–9; Génesis 17:24–26
- 48 Hechos 2:38; Hechos 8:16; Gálatas 3:27; Hechos 8:12; Juan 4:2
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
This man is not a Jew, nor of those under the Law, but he had already forestalled our manner of life. Observe, thus far, two persons, both of high rank, receiving the faith, the eunuch at Gaza and this man; and the pains taken on behalf of these men.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)
He saw therefore, about the ninth hour of the day, an angel of God coming in to him, and saying, Thine alms are come up for a memorial before God. Wherefore send to Simon, who is called Peter." But when Peter saw the vision, in which the voice from heaven said to him, "What God hath cleansed, that call not …
… and hath thundered: He shall judge the ends of the earth, for He is righteous." Throughout she holds to the order of the creed of Christians: For the Lord Christ has ascended into heaven, and is to come thence to judge the quick and dead. For, as saith the apostle, "Who hath ascended but He who hath also descended into …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For "thy prayers and thine alms are come up for a memorial before God." This is more indispensable than virginity: for thus were those virgins cast out of the bridechamber; thus were the others brought in.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Peter came, and the Spirit was poured out upon them that believed, and they spake with other tongues, and prophesied: and after the grace of the Spirit the Scripture saith that Peter commanded them to be baptized in the name of Jesus Christ; in order that, the soul having been born again by faith, the body also might by …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)