1 Εἶπεν δὲ ὁ ἀρχιερεύς Εἰ ταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, 3 καὶ εἶπεν πρὸς αὐτόν Ἔξελθε ἐκ τῆς γῆς σου καὶ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. 6 ἐλάλησεν δὲ οὕτως ὁ Θεὸς, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· 7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσουσιν κρινῶ ἐγώ, ὁ Θεὸς εἶπεν, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ. 8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας. 9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ Θεὸς μετ’ αὐτοῦ, 10 καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. 11 ἦλθεν δὲ λιμὸς ἐφ’ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. 12 ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· 13 καὶ ἐν τῷ δευτέρῳ ἐγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ. 14 ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε. 15 καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, 16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὼρ ἐν Συχέμ. 17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18 ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζωογονεῖσθαι. 20 Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός· 21 ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22 καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. 23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταέτης χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο, καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. 25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς· οἱ δὲ οὐ συνῆκαν. 26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών Ἄνδρες, ἀδελφοί ἐστε· ἵνα τί ἀδικεῖτε ἀλλήλους; 27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; 28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον; 29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο. 30 Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος ἐν φλογὶ πυρὸς βάτου. 31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζεν τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου 32 Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33 εἶπεν δὲ αὐτῷ ὁ Κύριος Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ’ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτοῦ ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς Αἴγυπτον. 35 Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα. 37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ Προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. 38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν, 39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, 40 εἰπόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ. 41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42 ἔστρεψεν δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ, 43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥομφά, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς; καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. 44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει· 45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυείδ· 46 ὃς εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ οἴκῳ Ἰακώβ. 47 Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον. 48 ἀλλ’ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει 49 Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; 50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα; 51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε, 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. 54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν. 55 ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, 56 καὶ εἶπεν Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. 57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν, 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. 59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. 60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ Κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Hechos · Nuevo Testamento griego de Nestle (1904)
Hechos 7 Nuevo Testamento griego de Nestle (1904)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (3)
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Paul
Formerly Saul of Tarsus, a Pharisee who persecuted the church until the risen Jesus met him on the road to Damascus; he became the apostle to the Gentiles and wrote many of the…
Citado en la guía: Acts 7:58; Acts 9:1; Acts 13:9
Stephen
One of the seven chosen to serve tables, full of faith and the Holy Spirit; he was stoned after his speech to the Sanhedrin and became the first martyr.
Citado en la guía: Acts 6:5; Acts 7:59; Acts 8:2
Referencias cruzadas (59)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Juan 18:19–21; Mateo 26:61–62; Marcos 14:58–60; Juan 18:33–35; Hechos 6:13–14
- 2 Hechos 22:1; Génesis 11:31; Salmo 29:3; Nehemías 9:7; Hebreos 1:3
- 3 Génesis 12:1; Hebreos 11:8; Génesis 15:7; Josué 24:3; Lucas 14:33
- 4 Génesis 12:4–5; Génesis 11:31–32; Isaías 41:9; Isaías 41:2
- 5 Génesis 17:8; Génesis 12:7; Génesis 13:15; Génesis 15:18; Génesis 26:3
- 6 Génesis 15:13; Éxodo 12:40–41; Gálatas 3:17; Génesis 15:16
- 7 Éxodo 3:12; Salmo 105:27–36; Éxodo 7:1–14; Salmo 135:8–9; Génesis 15:14–16
- 8 Génesis 17:9–14; Génesis 35:23–26; Hechos 2:29; Gálatas 3:15; Gálatas 3:17
- 9 Génesis 39:2; Salmo 105:17; Isaías 43:2; Génesis 45:4; Isaías 41:10
- 10 2 Timoteo 4:18; Proverbios 3:4; Proverbios 2:6; Génesis 48:16; Salmo 22:24
- 11 Génesis 41:54–57; Génesis 42:5; Génesis 47:13–15; Salmo 105:16; Génesis 45:11
- 12 Génesis 42:1–24; Génesis 43:2
- 13 Génesis 45:1–18; Génesis 46:31–47:10
- 14 Génesis 46:26–27; Deuteronomio 10:22; Éxodo 1:5; Génesis 45:9–11; 1 Crónicas 2:5–6
- 15 Génesis 49:33; Éxodo 1:6; Génesis 46:3–7; Deuteronomio 10:22; Josué 24:4
- 16 Josué 24:32; Génesis 23:16; Éxodo 13:19; Génesis 34:2–31; Génesis 50:13
- 17 Éxodo 1:7–12; Salmo 105:24–25; Hechos 7:6; Génesis 15:13–16; Hechos 13:17
- 18 Éxodo 1:8
- 19 Salmo 105:25; Éxodo 1:9–22; Apocalipsis 12:4–5; Salmo 83:4–5; Salmo 129:1–3
- 20 Hebreos 11:23; Éxodo 2:2–10; 1 Samuel 16:12
- 21 Hebreos 11:24; Éxodo 2:2–10; Deuteronomio 32:26
- 22 Isaías 19:11; Lucas 24:19; 2 Crónicas 9:22; Daniel 1:17–20; Daniel 1:4
- 23 Éxodo 2:11–12; Filipenses 2:12–13; Proverbios 21:1; Hebreos 11:24–26; Apocalipsis 17:17
- 24 Juan 18:10–11; Hechos 7:28; Juan 18:25–27
- 25 Lucas 9:45; 2 Corintios 6:1; 1 Corintios 15:10; Lucas 18:34; Hechos 14:27
- 26 Éxodo 2:13–15; 1 Juan 3:11–15; Salmo 133:1; Juan 15:17–18; Génesis 13:8
- 27 Lucas 12:14; Hechos 7:35; Proverbios 9:7–8; Hechos 4:11–12; 1 Samuel 25:14–15
- 29 Éxodo 18:2–4; Éxodo 2:14–22; Éxodo 4:19–20
- 30 Éxodo 3:1–2; Hechos 7:35; Isaías 43:2; Isaías 63:9; Éxodo 3:6
- 31 Éxodo 3:3–4
- 32 Éxodo 3:6; Mateo 22:32; Job 37:1–2; Hebreos 11:16; Mateo 17:6
- 33 Éxodo 3:5; Josué 5:15; Eclesiastés 5:1; 2 Pedro 1:18
- 34 Éxodo 3:7–10; Salmo 106:44; Éxodo 4:31; Nehemías 9:9; Éxodo 3:14
- 35 Salmo 118:22–23; Lucas 19:14; Salmo 75:7; Salmo 113:7–8; Números 20:16
- 36 Éxodo 12:41; Éxodo 14:21; Éxodo 33:1; Salmo 78:12–33; Éxodo 16:35
- 37 Deuteronomio 18:15–19; Hechos 3:22–23; Juan 18:37; Mateo 17:3–5; Hechos 7:38
- 38 Romanos 3:2; Hebreos 5:12; Juan 1:17; 1 Pedro 4:11; Deuteronomio 33:4
- 39 Números 14:3–4; Números 11:5; Nehemías 9:16–17; Hechos 7:51–52; Ezequiel 20:6–14
- 40 Éxodo 32:1; Éxodo 32:23
- 41 Salmo 106:19–21; Nehemías 9:18; Apocalipsis 9:20; Oseas 9:10; Habacuc 2:18–20
- 42 Amós 5:25–26; Ezequiel 20:39; Jeremías 19:13; Salmo 81:11–12; Job 31:26–28
- 43 Amós 5:26–27; Éxodo 20:4–5; Deuteronomio 5:8–9; Levítico 20:2–5; 2 Reyes 17:16–18
- 44 Éxodo 25:40; Éxodo 38:21; Hebreos 8:5; Hebreos 8:2; Éxodo 26:30
- 45 Salmo 44:2; Josué 24:18; Josué 18:1; Josué 23:9; Jueces 18:31
- 46 Salmo 132:1–5; Hechos 13:22; 2 Samuel 7:1–5; 1 Samuel 16:11–13; 1 Samuel 16:1
- 47 1 Reyes 8:20; 2 Samuel 7:13; 1 Reyes 6:37–38; 1 Reyes 7:13–51; 2 Crónicas 3:1
- 48 Hechos 17:24–25; Isaías 66:1–2; 1 Reyes 8:27; 2 Crónicas 2:5–6; 2 Crónicas 6:18
- 49 Isaías 66:1; Salmo 11:4; Juan 4:21; Mateo 5:34–35; Apocalipsis 3:21
- 50 Jeremías 32:17; Isaías 66:2; Salmo 33:6–9; Isaías 45:12; Éxodo 20:11
- 51 Deuteronomio 10:16; Isaías 63:10; Jeremías 4:4; Efesios 4:30; Levítico 26:41
- 52 Mateo 5:12; 1 Reyes 19:10; 2 Crónicas 36:16; 1 Tesalonicenses 2:15; Jeremías 2:30
- 53 Hebreos 2:2; Gálatas 3:19; Hechos 7:38; Juan 7:19; Deuteronomio 33:2
- 54 Hechos 5:33; Salmo 35:16; Mateo 25:30; Job 16:9; Lucas 13:28
- 55 Marcos 16:19; Hebreos 1:3; 2 Corintios 4:6; Salmos 109:31–110:1; Hechos 6:8
- 56 Mateo 26:64–65; Hechos 10:11; Apocalipsis 11:19; Mateo 3:16; Apocalipsis 19:11
- 57 Zacarías 7:11; Salmo 58:4; Hechos 23:27; Hechos 7:54; Proverbios 21:13
- 58 Hechos 22:20; Hechos 8:1; Levítico 24:14–16; Hechos 6:13; Hechos 22:4
- 59 Lucas 23:46; Salmo 31:5; Hechos 22:16; Joel 2:32; Hechos 9:14
- 60 Mateo 5:44; Lucas 23:34; 1 Corintios 15:20; Romanos 12:14–21; 1 Tesalonicenses 4:13–14
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
See, what a number of years the Promise has been given, and the manner of the Promise, and nowhere sacrifice, nowhere circumcision! He here shows, how God Himself suffered them to be afflicted, not that He had anything to lay to their charge. "And they shall bring them into bondage," etc. But nevertheless, they did not these things with impunity.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)
And He gave him the covenant of circumcision: and so [Abraham] begat Isaac." And the rest of his words announce the same God, who was with Joseph and with the patriarchs, and who spake with Moses.
And so it has pleased Divine Providence, as I have said, and as we read in the Acts of the Apostles, that the law enjoining the worship of one God should be given by the disposition of angels.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
And from many other things too one might perceive, that it is not possible for a disembodied soul to remain here. For both Stephen saith, "Receive my spirit;" and Paul, "To depart and to be with Christ is far better;" and of the patriarch too the Scripture saith, that "he was gathered unto his fathers, being cherished in a good …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Moses then, the prophet, saith, A Prophet shall the Lord your God raise up unto you of your brethren, like unto me: but let that "like unto me" be reserved awhile to be examined in its proper place.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)