PT Texto Patriarcal (Antoniades 1904/1912) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 και εσταθην επι την αμμον της θαλασσης· και ειδον εκ της θαλασσης θηριον αναβαινον, εχον κερατα δεκα και κεφαλας επτα, και επι των κερατων αυτου δεκα διαδηματα, και επι τας κεφαλας αυτου ονοματα βλασφημιας. 1 Then I stood on the sand of the sea. I saw a beast coming up out of the sea, having ten horns and seven heads. On his horns were ten crowns, and on his heads, blasphemous names.
1 Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας.
2 και το θηριον ο ειδον ην ομοιον παρδαλει, και οι ποδες αυτου ως αρκου, και το στομα αυτου ως στομα λεοντος. και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην·— 2 The beast which I saw was like a leopard, and his feet were like those of a bear, and his mouth like the mouth of a lion. The dragon gave him his power, his throne, and great authority.
2 καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην· —
3 και μιαν εκ των κεφαλων αυτου ως εσφαγμενην εις θανατον. και η πληγη του θανατου αυτου εθεραπευθη, και εθαυμασεν ολη η γη οπισω του θηριου, 3 One of his heads looked like it had been wounded fatally. His fatal wound was healed, and the whole earth marveled at the beast.
3 καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον. καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου,
4 και προσεκυνησαν τω δρακοντι τω δεδωκοτι την εξουσιαν τω θηριω, και προσεκυνησαν τω θηριω λεγοντες· τις ομοιος τω θηριω; τις δυναται πολεμησαι μετ αυτου; 4 They worshiped the dragon because he gave his authority to the beast; and they worshiped the beast, saying, “Who is like the beast? Who is able to make war with him?”
4 καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· τίς ὅμοιος τῷ θηρίῳ; τίς δύναται πολεμῆσαι μετ᾽ αὐτοῦ;
5 και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιαν· και εδοθη αυτω εξουσια πολεμον ποιησαι μηνας τεσσαρακοντα δυο. 5 A mouth speaking great things and blasphemy was given to him. Authority to make war for forty-two months was given to him.
5 καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο.
6 και ηνοιξεν το στομα αυτου εις βλασφημιαν προς τον θεον, βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου, τους εν τω ουρανω σκηνουντας. 6 He opened his mouth for blasphemy against God, to blaspheme his name, his dwelling, and those who dwell in heaven.
6 καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
7 και εδοθη αυτω πολεμον ποιησαι μετα των αγιων και νικησαι αυτους, και εδοθη αυτω εξουσια επι πασαν φυλην και λαον και γλωσσαν και εθνος. 7 It was given to him to make war with the saints and to overcome them. Authority over every tribe, people, language, and nation was given to him.
7 καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
8 και προσκυνησουσιν αυτον παντες οι κατοικουντες επι της γης, ων ου γεγραπται το ονομα εν τω βιβλιω της ζωης του αρνιου του εσφαγμενου απο καταβολης κοσμου. 8 All who dwell on the earth will worship him, everyone whose name has not been written from the foundation of the world in the book of life of the Lamb who has been killed.
8 καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
9 ει τις εχει ους, ακουσατω. 9 If anyone has an ear, let him hear.
9 Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
10 ει τις εις αιχμαλωσιαν [απαγει], εις αιχμαλωσιαν υπαγει· ει τις εν μαχαιρα [αποκτεννει], δει αυτον εν μαχαιρα αποκτανθηναι. ωδε εστιν η υπομονη και η πιστις των αγιων. 10 If anyone is to go into captivity, he will go into captivity. If anyone is to be killed with the sword, he must be killed. Here is the endurance and the faith of the saints.
10 εἴ τις εἰς αἰχμαλωσίαν [ἀπάγει], εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ [ἀποκτέννει], δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11 και ειδον αλλο θηριον αναβαινον εκ της γης, και ειχεν κερατα [δυο] ομοια αρνιω, και ελαλει ως δρακων. 11 I saw another beast coming up out of the earth. He had two horns like a lamb and it spoke like a dragon.
11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα [δύο] ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
12 και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου. και ποιει την γην και τους εν αυτη κατοικουντας ινα προσκυνησωσιν το θηριον το πρωτον, ου εθεραπευθη η πληγη του θανατου αυτου. 12 He exercises all the authority of the first beast in his presence. He makes the earth and those who dwell in it to worship the first beast, whose fatal wound was healed.
12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
13 και ποιει σημεια μεγαλα, και πυρ ινα εκ του ουρανου καταβαινη εις την γην ενωπιον των ανθρωπων. 13 He performs great signs, even making fire come down out of the sky to the earth in the sight of people.
13 καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14 και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου, λεγων τοις κατοικουσιν επι της γης ποιησαι εικονα τω θηριω, ος ειχεν την πληγην της μαχαιρας και εζησεν. 14 He deceives my own people who dwell on the earth because of the signs he was granted to do in front of the beast, saying to those who dwell on the earth that they should make an image to the beast who had the sword wound and lived.
14 καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς εἶχε τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησε.
15 και εδοθη αυτω πνευμα δουναι τη εικονι του θηριου, ινα και λαληση η εικων του θηριου και ποιηση, οσοι εαν μη προσκυνησωσιν τη εικονι του θηριου, [ινα] αποκτανθωσιν. 15 It was given to him to give breath to the image of the beast, that the image of the beast should both speak, and cause as many as wouldn’t worship the image of the beast to be killed.
15 καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ, ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, [ἵνα] ἀποκτανθῶσι.
16 και ποιει παντας, τους μικρους και τους μεγαλους, και τους πλουσιους και τους πτωχους, και τους ελευθερους και τους δουλους, ινα δωσουσιν αυτοις χαραγμα επι της χειρος αυτων της δεξιας η επι των μετωπων αυτων, 16 He causes all, the small and the great, the rich and the poor, and the free and the slave, to be given marks on their right hands or on their foreheads;
16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσουσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τῶν μετώπων αὐτῶν,
17 και ινα μη τις δυνηται αγορασαι η πωλησαι ει μη ο εχων το χαραγμα, το ονομα του θηριου η τον αριθμον του ονοματος αυτου. 17 and that no one would be able to buy or to sell unless he has that mark, which is the name of the beast or the number of his name.
17 καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
18 ωδε η σοφια εστιν· ο εχων νουν ψηφισατω τον αριθμον του θηριου· αριθμος γαρ ανθρωπου εστιν· και ο αριθμος αυτου χξς. 18 Here is wisdom. He who has understanding, let him calculate the number of the beast, for it is the number of a man. His number is six hundred sixty-six.
18 Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί· καὶ ὁ ἀριθμὸς αὐτοῦ χξς΄.