Saltar al texto

Apocalipsis · Texto bizantino (Robinson-Pierpont 2018)

Apocalipsis 18 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 μετα ταυτα ειδον αλλον αγγελον καταβαινοντα εκ του ουρανου εχοντα εξουσιαν μεγαλην και η γη εφωτισθη εκ τησ δοξησ αυτου
1 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ,
2 και εκραξεν ισχυρα φωνη λεγων επεσεν βαβυλων η μεγαλη και εγενετο κατοικητηριον δαιμονων και φυλακη παντοσ πνευματοσ ακαθαρτου και φυλακη παντοσ ορνεου ακαθαρτου και μεμισημενου
2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου·
3 οτι εκ του οινου του θυμου τησ πορνειασ αυτησ πεπτωκασιν παντα τα εθνη και οι βασιλεισ τησ γησ μετ αυτησ επορνευσαν και οι εμποροι τησ γησ εκ τησ δυναμεωσ του στρηνουσ αυτησ επλουτησαν
3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4 και ηκουσα αλλην φωνην εκ του ουρανου λεγουσαν εξελθε εξ αυτησ ο λαοσ μου ινα μη συγκοινωνησητε ταισ αμαρτιαισ αυτησ και εκ των πληγων αυτησ ινα μη λαβητε
4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἵνα ἐκ τῶν πληγῶν αὐτῆς μὴ λάβητε·
5 οτι εκολληθησαν αυτησ αι αμαρτιαι αχρι του ουρανου και εμνημονευσεν ο θεοσ τα αδικηματα αυτησ
5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
6 αποδοτε αυτη ωσ και αυτη απεδωκεν και διπλωσατε αυτη διπλα κατα τα εργα αυτησ εν τω ποτηριω ω εκερασεν κερασατε αυτη διπλουν
6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε, καὶ διπλώσατε [αὐτῇ] διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν.
7 οσα εδοξασεν αυτην και εστρηνιασεν τοσουτον δοτε αυτη βασανισμον και πενθοσ οτι εν τη καρδια αυτησ λεγει οτι καθημαι βασιλισσα και χηρα ουκ ειμι και πενθοσ ου μη ιδω
7 ὅσα ἐδόξασεν ἑαυτὴν καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, ὅτι κάθημαι [καθὼς] βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω,
8 δια τουτο εν μια ημερα ηξουσιν αι πληγαι αυτησ θανατοσ και πενθοσ και λιμοσ και εν πυρι κατακαυθησεται οτι ισχυροσ κυριοσ ο θεοσ ο κρινασ αυτην
8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίνας αὐτήν.
9 και κλαυσουσιν και κοψονται επ αυτην οι βασιλεισ τησ γησ οι μετ αυτησ πορνευσαντεσ και στρηνιασαντεσ οταν βλεπωσιν τον καπνον τησ πυρωσεωσ αυτησ
9 καὶ κλαύσουσιν αὐτὴν καὶ κόψονται ἐπ᾽ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10 απο μακροθεν εστηκοτεσ δια τον φοβον του βασανισμου αυτησ λεγοντεσ ουαι ουαι η πολισ η μεγαλη βαβυλων η πολισ η ισχυρα οτι μια ωρα ηλθεν η κρισισ σου
10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11 και οι εμποροι τησ γησ κλαυσουσιν και πενθησουσιν επ αυτη οτι τον γομον αυτων ουδεισ αγοραζει ουκετι
11 καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ᾽ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,
12 γομον χρυσου και αργυρου και λιθου τιμιου και μαργαριτου και βυσσινου και πορφυρου και σηρικου και κοκκινου και παν ξυλον θυινον και παν σκευοσ ελεφαντινον και παν σκευοσ εκ ξυλου τιμιωτατου και χαλκου και σιδηρου και μαρμαρου
12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου, καὶ βυσσίνου καὶ πορφύρας καὶ σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
13 και κιναμωμον και θυμιαματα και μυρον και λιβανον και οινον και ελαιον και σεμιδαλιν και σιτον και προβατα και κτηνη και ιππων και ραιδων και σωματων και ψυχασ ανθρωπων
13 καὶ κινάμωμον καὶ ἄμωμον καὶ θυμιάματα, καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14 και η οπωρα τησ επιθυμιασ τησ ψυχησ σου απηλθεν απο σου και παντα τα λιπαρα και τα λαμπρα απωλετο απο σου και ουκετι αυτα ου μη ευρησ
14 καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπώλετο ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσεις.
15 οι εμποροι τουτων οι πλουτησαντεσ απ αυτησ απο μακροθεν στησονται δια τον φοβον του βασανισμου αυτησ κλαιοντεσ και πενθουντεσ
15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες,
16 και λεγοντεσ ουαι ουαι η πολισ η μεγαλη η περιβεβλημενη βυσσινον και πορφυρουν και κοκκινον και κεχρυσωμενη χρυσιω και λιθω τιμιω και μαργαριταισ
16 λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
17 οτι μια ωρα ηρημωθη ο τοσουτοσ πλουτοσ και πασ κυβερνητησ και πασ ο επι τοπον πλεων και ναυται και οσοι την θαλασσαν εργαζονται απο μακροθεν εστησαν
17 καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν,
18 και εκραζον βλεποντεσ τον καπνον τησ πυρωσεωσ αυτησ λεγοντεσ τισ ομοια τη πολει τη μεγαλη
18 καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19 και εβαλον χουν επι τασ κεφαλασ αυτων και εκραζον κλαιοντεσ και πενθουντεσ και λεγοντεσ ουαι ουαι η πολισ η μεγαλη εν η επλουτησαν παντεσ οι εχοντεσ τα πλοια εν τη θαλασση εκ τησ τιμιοτητοσ αυτησ οτι μια ωρα ηρημωθη
19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς· ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20 ευφραινου επ αυτη ουρανε και οι αγιοι και οι αποστολοι και οι προφηται οτι εκρινεν ο θεοσ το κριμα υμων εξ αυτησ
20 Εὐφραίνου ἐπ᾽ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρῖμα ὑμῶν ἐξ αὐτῆς.
21 και ηρεν εισ αγγελοσ ισχυροσ λιθον ωσ μυλον μεγαν και εβαλεν εισ την θαλασσαν λεγων ουτωσ ορμηματι βληθησεται βαβυλων η μεγαλη πολισ και ου μη ευρεθη ετι
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 και φωνη κιθαρωδων και μουσικων και αυλητων και σαλπιστων ου μη ακουσθη εν σοι ετι και πασ τεχνιτησ πασησ τεχνησ ου μη ευρεθη εν σοι ετι και φωνη μυλου ου μη ακουσθη εν σοι ετι
22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23 και φωσ λυχνου ου μη φανη εν σοι ετι και φωνη νυμφιου και νυμφησ ου μη ακουσθη εν σοι ετι οτι οι εμποροι σου ησαν οι μεγιστανεσ τησ γησ οτι εν τη φαρμακεια σου επλανηθησαν παντα τα εθνη
23 καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
24 και εν αυτη αιματα προφητων και αγιων ευρεθη και παντων των εσφαγμενων επι τησ γησ
24 καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
Referencias cruzadas (24)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Ezequiel 43:2; Lucas 17:24; Apocalipsis 17:1; Isaías 60:1–3; Apocalipsis 10:1
  2. 2 Jeremías 51:8; Apocalipsis 14:8; Jeremías 51:37; Jeremías 50:39–40; Jeremías 51:60–64
  3. 3 Apocalipsis 14:8; Apocalipsis 17:2; Apocalipsis 18:9; Apocalipsis 18:23; Jeremías 51:7
  4. 4 2 Corintios 6:17; Isaías 52:11; Jeremías 51:6; Jeremías 51:45; Jeremías 50:8
  5. 5 Génesis 18:20–21; Esdras 9:6; Apocalipsis 16:19; Jeremías 51:9; Jonás 1:2
  6. 6 Jeremías 50:29; Salmo 137:8; Jeremías 51:24; Jeremías 50:15; Apocalipsis 14:10
  7. 7 Isaías 47:7–9; Sofonías 2:15; Lamentaciones 1:1; Ezequiel 28:2–10; 2 Tesalonicenses 2:4–8
  8. 8 Jeremías 50:34; Jeremías 50:31; Apocalipsis 17:16; Apocalipsis 18:9–10; 1 Corintios 10:22
  9. 9 Apocalipsis 18:3; Apocalipsis 19:3; Apocalipsis 18:18; Apocalipsis 17:2; Ezequiel 26:16–17
  10. 10 Apocalipsis 18:19; Apocalipsis 18:8; Apocalipsis 18:15–17; Apocalipsis 14:8; Amós 5:16
  11. 11 Apocalipsis 18:3; Apocalipsis 18:23; Ezequiel 27:27–36; Ezequiel 26:17–21; Apocalipsis 13:16–17
  12. 12 Apocalipsis 17:4; 1 Reyes 10:11–12; Ezequiel 27:5–25; Proverbios 8:10–11; 2 Crónicas 2:8
  13. 13 Ezequiel 27:13; Amós 2:6; Nehemías 5:8; 2 Pedro 2:3; Isaías 50:1
  14. 14 1 Corintios 10:6; Santiago 4:2; Lucas 12:20; Salmo 106:14; 1 Juan 2:16–17
  15. 15 Apocalipsis 18:3; Hechos 19:24–27; Ezequiel 27:31; Apocalipsis 18:10–11; Zacarías 11:5
  16. 16 Apocalipsis 17:4; Apocalipsis 18:10–11; Lucas 16:19–31; Apocalipsis 18:19
  17. 17 Ezequiel 27:27–36; Apocalipsis 17:16; Isaías 23:14; Jeremías 51:8; Jonás 1:6
  18. 18 Apocalipsis 13:4; Apocalipsis 18:9–10; Jeremías 51:37; Ezequiel 27:30–32; Isaías 23:8–9
  19. 19 Apocalipsis 18:10; Josué 7:6; Ezequiel 27:30; Apocalipsis 18:3; Job 2:12
  20. 20 Apocalipsis 6:10; Apocalipsis 12:12; Apocalipsis 19:1–3; Lucas 18:7–8; Isaías 26:21
  21. 21 Jeremías 51:63–64; Ezequiel 26:21; Apocalipsis 5:2; Apocalipsis 12:8; Job 20:8
  22. 22 Ezequiel 26:13; Jeremías 25:10; Jeremías 16:9; Jeremías 7:34; Isaías 24:8–9
  23. 23 Apocalipsis 18:3; Nahúm 3:4; Isaías 23:8; Jeremías 7:34; Apocalipsis 22:15
  24. 24 Apocalipsis 17:6; Apocalipsis 16:6; Jeremías 51:49; Hechos 7:52; Apocalipsis 19:2

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias