Saltar al texto

Apocalipsis · Texto bizantino (Robinson-Pierpont 2018)

Apocalipsis 9 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και ο πεμπτοσ αγγελοσ εσαλπισεν και ειδον αστερα εκ του ουρανου πεπτωκοτα εισ την γην και εδοθη αυτω η κλεισ του φρεατοσ τησ αβυσσου
1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου,
2 και ηνοιξεν το φρεαρ τησ αβυσσου και ανεβη καπνοσ εκ του φρεατοσ ωσ καπνοσ καμινου καιομενησ και εσκοτισθη ο ηλιοσ και ο αηρ εκ του καπνου του φρεατοσ
2 [καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου,] καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου καιομένης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.
3 και εκ του καπνου εξηλθον ακριδεσ εισ την γην και εδοθη αυταισ εξουσια ωσ εχουσιν εξουσιαν οι σκορπιοι τησ γησ
3 καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς·
4 και ερρεθη αυταισ ινα μη αδικησωσιν τον χορτον τησ γησ ουδε παν χλωρον ουδε παν δενδρον ει μη τουσ ανθρωπουσ οιτινεσ ουκ εχουσιν την σφραγιδα του θεου επι των μετωπων αυτων
4 καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 και εδοθη αυταισ ινα μη αποκτεινωσιν αυτουσ αλλ ινα βασανισθωσιν μηνασ πεντε και ο βασανισμοσ αυτων ωσ βασανισμοσ σκορπιου οταν παιση ανθρωπον
5 καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα βασανισθῶσι μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
6 και εν ταισ ημεραισ εκειναισ ζητησουσιν οι ανθρωποι τον θανατον και ου μη ευρησουσιν αυτον και επιθυμησουσιν αποθανειν και φευξεται απ αυτων ο θανατοσ
6 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται ἀπ᾽ αὐτῶν ὁ θάνατος.
7 και τα ομοιωματα των ακριδων ομοια ιπποισ ητοιμασμενοισ εισ πολεμον και επι τασ κεφαλασ αυτων ωσ στεφανοι χρυσοι και τα προσωπα αυτων ωσ προσωπα ανθρωπων
7 καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσίῳ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων,
8 και ειχον τριχασ ωσ τριχασ γυναικων και οι οδοντεσ αυτων ωσ λεοντων ησαν
8 καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν,
9 και ειχον θωρακασ ωσ θωρακασ σιδηρουσ και η φωνη των πτερυγων αυτων ωσ φωνη αρματων ιππων πολλων τρεχοντων εισ πολεμον
9 καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.
10 και εχουσιν ουρασ ομοιασ σκορπιοισ και κεντρα και εν ταισ ουραισ αυτων εξουσιαν εχουσιν του αδικησαι τουσ ανθρωπουσ μηνασ πεντε
10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἐξουσίαν [ἔχουσι] τοῦ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
11 εχουσαι βασιλεα επ αυτων αγγελον τησ αβυσσου ονομα αυτω εβραιστι αββαδων εν δε τη ελληνικη ονομα εχει απολλυων
11 ἔχουσι βασιλέα ἐπ᾽ αὐτῶν [τὸν] ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
12 η ουαι η μια απηλθεν ιδου ερχεται ετι δυο ουαι μετα ταυτα
12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 και ο εκτοσ αγγελοσ εσαλπισεν και ηκουσα φωνην μιαν εκ των τεσσαρων κερατων του θυσιαστηριου του χρυσου του ενωπιον του θεου
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ,
14 λεγουσαν τω εκτω αγγελω ο εχων την σαλπιγγα λυσον τουσ τεσσαρασ αγγελουσ τουσ δεδεμενουσ επι τω ποταμω τω μεγαλω ευφρατη
14 λέγοντος τῷ ἕκτῳ ἀγγέλῳ· ὁ ἔχων τὴν σάλπιγγα, λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
15 και ελυθησαν οι τεσσαρεσ αγγελοι οι ητοιμασμενοι εισ την ωραν και εισ την ημεραν και μηνα και ενιαυτον ινα αποκτεινωσιν το τριτον των ανθρωπων
15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ [εἰς] τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων.
16 και ο αριθμοσ των στρατευματων του ιππου μυριαδεσ μυριαδων ηκουσα τον αριθμον αυτων
16 καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἵππου [δύο] μυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
17 και ουτωσ ειδον τουσ ιππουσ εν τη ορασει και τουσ καθημενουσ επ αυτων εχοντασ θωρακασ πυρινουσ και υακινθινουσ και θειωδεισ και αι κεφαλαι των ιππων ωσ κεφαλαι λεοντων και εκ των στοματων αυτων εκπορευεται πυρ και καπνοσ και θειον
17 [καὶ] οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.
18 απο των τριων πληγων τουτων απεκτανθησαν το τριτον των ανθρωπων απο του πυροσ και του καπνου και του θειου του εκπορευομενου εκ των στοματων αυτων
18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
19 η γαρ εξουσια των ιππων εν τω στοματι αυτων εστιν και εν ταισ ουραισ αυτων αι γαρ ουραι αυτων ομοιαι οφεων εχουσαι κεφαλασ και εν αυταισ αδικουσιν
19 ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστι καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.
20 και οι λοιποι των ανθρωπων οι ουκ απεκτανθησαν εν ταισ πληγαισ ταυταισ ου μετενοησαν εκ των εργων των χειρων αυτων ινα μη προσκυνησωσιν τα δαιμονια και τα ειδωλα τα χρυσα και τα αργυρα και τα χαλκα και τα λιθινα και τα ξυλινα α ουτε βλεπειν δυναται ουτε ακουειν ουτε περιπατειν
20 καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναται οὔτε ἀκούειν οὔτε περιπατεῖν,
21 και ου μετενοησαν εκ των φονων αυτων ουτε εκ των φαρμακειων αυτων ουτε εκ τησ πορνειασ αυτων ουτε εκ των κλεμματων αυτων
21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
Referencias cruzadas (21)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Apocalipsis 8:10; Romanos 10:7; Apocalipsis 9:2; 2 Timoteo 3:1–5; Apocalipsis 1:18
  2. 2 Joel 2:10; Génesis 19:28; Joel 2:2; Isaías 14:31; Joel 2:30
  3. 3 Apocalipsis 9:5; Joel 1:4; Deuteronomio 8:15; Joel 2:25; 1 Reyes 12:11
  4. 4 Ezequiel 9:4; Apocalipsis 7:2–4; Apocalipsis 14:1; Éxodo 12:23; Apocalipsis 8:7
  5. 5 Apocalipsis 9:10; Job 2:6; Apocalipsis 9:3; Daniel 5:18–22; Apocalipsis 13:5
  6. 6 Lucas 23:30; Jeremías 8:3; Apocalipsis 6:16; Isaías 2:19; Oseas 10:8
  7. 7 Daniel 7:8; Nahúm 3:17; Daniel 7:4; Joel 2:4–5
  8. 8 Joel 1:6; 1 Pedro 3:3; 1 Corintios 11:14–15; 2 Reyes 9:30; 1 Timoteo 2:9
  9. 9 Joel 2:5–8; Apocalipsis 9:17; Job 39:25; Nahúm 2:4–5; Job 40:18
  10. 10 Apocalipsis 9:5; Apocalipsis 9:3; Apocalipsis 9:19
  11. 11 Job 26:6; Apocalipsis 9:1–2; Juan 16:11; Juan 8:44; Juan 14:30
  12. 12 Apocalipsis 11:14; Apocalipsis 8:13–9:2; Apocalipsis 9:13–21
  13. 13 Apocalipsis 8:3–5; Éxodo 30:2–3; Apocalipsis 9:1; Hebreos 9:24; Hebreos 10:21
  14. 14 Apocalipsis 16:12; Génesis 2:14; Apocalipsis 9:15; 2 Samuel 8:3; Jeremías 51:63
  15. 15 Apocalipsis 9:18; Apocalipsis 8:7; Apocalipsis 8:9; Apocalipsis 8:11–12; Apocalipsis 9:10
  16. 16 Apocalipsis 7:4; Salmo 68:17; Daniel 7:10; Ezequiel 38:4; Apocalipsis 5:11
  17. 17 Apocalipsis 9:18; Apocalipsis 14:10; 1 Crónicas 12:8; Apocalipsis 21:8; Apocalipsis 19:20
  18. 18 Apocalipsis 9:17; Apocalipsis 9:15
  19. 19 Isaías 9:15; Apocalipsis 9:10; Efesios 4:14
  20. 20 Daniel 5:23; Deuteronomio 31:29; 1 Timoteo 4:1; Romanos 1:21–23; Apocalipsis 9:21
  21. 21 Apocalipsis 21:8; Apocalipsis 17:5; Apocalipsis 22:15; 2 Corintios 12:21; Apocalipsis 17:2

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias